ΡΟΥΘ
Ⅰ
1 ΚΑΙ ἐγένετο ἐν ταῖς ἡμέραις ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ· καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βηθλέεμ τῆς Ἰούδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωάβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ δύο υἱοὶ αὐτοῦ.
2 Καὶ ὄνομα τῷ ἀνδρὶ Ἀλιμέλεχ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νοεμμείν· καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλὼν καὶ Χελεὼν, Ἐφραθαῖοι ἐκ Βηθλέεμ τῆς Ἰούδα. Καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωὰβ καὶ ἦσαν ἐκεῖ.
3 Καὶ ἀπέθανεν Ἀλιμέλεχ ὁ ἀνὴρ τῆς Νοεμμεὶ, καὶ κατελείφθη αὕτη καὶ οἱ δύο υἱοὶ αὐτῆς.
4 Καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας· ὄνομα τῇ μιᾷ Ὀρφά· καὶ ὄνομα τῇ δευτέρᾳ Ῥούθ· καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη.
5 Καὶ ἀπέθαναν ἀμφότεροι, Μααλὼν καὶ Χελεών· καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς.
6 Καὶ ἀνέστη αὕτη καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἐπέστρεψαν ἐξ ἀγροῦ Μωάβ, ὅτι ἤκουσαν ἐν ἀγρῷ Μωὰβ ὅτι ἐπέσκεπται Κύριος τὸν λαὸν αὐτοῦ, δοῦναι αὐτοῖς ἄρτους.
7 Καὶ ἐξῆλθαν ἐξῆλθεν ἐκ τοῦ τόπου οὗ ἧσαν ἐκεῖ, καὶ αἱ δύο νύμφαι αὐτῆς μετ’ αὐτῆς· καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς γῆν Ἰούδα.
8 Καὶ εἶπεν Νοομμεὶ ταῖς δυσὶ νύμφαις αὐτῆς πορεύθητε δὴ, ἀποστράφητε δὴ ἑκάστη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτῆς· ποιήσαι Κύριος μεθ’ ὑμῶν ἔλεος, καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκότων καὶ μετ’ ἐμοῦ·
9 δῷη Κύριος ὑμῖν καὶ εὕρητε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς. καὶ κατεφίλησεν αὐτάς· καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.
10 Καὶ εἶπαν αὐτῇ Μετὰ σοῦ ἐπιστρέψομεν εἰς τὸν λαόν σου.
11 Καὶ εἶπεν Νοομμείν· Ἐπιστράφητε δή, θυγατέρες μου, πορεύθητ, καὶ ἱνατί πορεύεσθε μετ’ ἐμοῦ; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου, καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας;
12 Ἐπιστράφητε δὴ, θυγατέρες μου, διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί Ὅτι εἶπα, ὅτι ἔστι μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς·
13 μὴ αὐτοὺς προσδέξεσθε ἕως οὗ ἁδρυνθῶσιν; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί; μὴ δὴ θυγατέρες μου, ὅτι ἐπικράνθη μοι σφόδρα ὑπὲρ ὑμᾶς, ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ Κυρίου.
14 καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν Ὀρφὰ τὴν πενθερὰν αὐτῆς, καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς· Ῥοὺθ δὲ ἠκολούθησεν αὐτῇ.
15 Καὶ εἶπεν Νοομμεὶν πρὸς Ῥούθ· ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς· ἐπιστράφητι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου.
16 Εἶπεν δὲ Ῥούθ· μὴ ἀπαντήσαι ἐμοὶ τοῦ καταλιπεῖν σε, ἢ ἀποστρέψαι ὄπισθέν σου, ὅτι ὅπου ἐὰν πορευθῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς αὐλισθήσομαι· ὁ λαός σου, λαός μου, καὶ ὁ θεός σου, θεός μου·
17 Καὶ οὗ ἐὰν ἀποθάνῃς, ἀποθανοῦμαι, κᾀκεῖ ταφήσομαι· τάδε ποιήσαι Κύριός μοι, καὶ τάδε προσθείη, ὅτι θάνατος διαστελεῖ ἀνὰμέσον ἐμοῦ καὶ σοῦ.
18 Ἰδοῦσα δὲ Νοομμεὶν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ’ αὐτῆς, ἐκόπασεν τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι.
19 Ἐπορεύθησαν δὲ ἀμφότεραι, ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βαιθλέεμ. Καὶ ἐγένετο ἐν τῷ ελθεῖν αὐτὰς εἰς Βαιθλεὲμ, καὶ ἤχησεν πᾶσα ἡ πόλις ἐπ’ αὐταῖς, καὶ εἶπον· αὕτη τὶ ἐστὶν Νοομμείν;
20 Καὶ εἶπεν πρὸς αὐτάς· μὴ καλεῖτέ με Νοομμείν· καλέσατέ με πικρίαν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα.
21 Ἐγὼ πλήρης ἐπορεύθην, καὶ κενὴν ἀπέστρεψέν με ὁ Κύριος· καὶ ἵνατί καλεῖτέ με Νοομμεὶν, καὶ Κύριος ἐταπείνωσέν με, καὶ ὁ ἰκανὸς ἐκάκωσέ με;
22 Καὶ ἐπέστρεψεν Νοομμεὶν καὶ Ῥοὺθ ἡ Μωαβίτιςις ἡ νύμφη αὐτῆς μετ’ αυτης, ἐπιστρέφουσα ἐξ ἀγροῦ Μωάβ· αὗται δὲ παρεγενήθησαν εἰς Βηθλεὲμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν.
Ⅱ
1 Καὶ τῇ Νωεμεὶν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς· ὁ δὲ ἀνὴρ δυνατὸς ἐν ἰσχύι ἐκ τῆς συγγενίας Ἀλιμέλεχ, καὶ ὄνομα αὐτῷ Βοὸς.
2 Καὶ εἶπεν Ῥοὺθ ἡ Μωαβίτις πρὸς Νομεί· πορευθῶ δὴ εἰς ἀγρόν, καὶ συνάξω ἐν τοῖς στάχυσιν κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. Εἶπεν δὲ αὐτῇ· πορεύου θυγάτηρ.
3 Καὶ ἐπορεύθη, καὶ ἐλθοῦσα συνέλεξεν ἐν τῷ ἀγρῷ ὄπισθεν τῶν θεριζόντων· καὶ περιέπεσεν περιπτώματι τῇ μερίδι τοῦ ἀγροῦ Βοὸς τοῦ ἐκ συγγενείας Ἀλιμέλεχ.
4 Καὶ ἰδοὺ Βοὸς ἦλθεν ἐκ Βαιθλεὲμ, καὶ εἶπεν τοῖς θερίζουσιν· Κύριος μεθ’ ὑμῶν. Καὶ εἶπαν αὐτῷ· εὐλογήσαι σε Κύριος.
5 Καὶ εἶπεν Βοὸς τῷ παιδαρίῳ αὐτοῦ, τῷ ἐφεστῶτι ἐπὶ τοὺς θερίζοντας· τίνος ἡ νεᾶνις αὕτη;
6 Καὶ ἀπεκρίθη τὸ παιδάριον τὸ ἐφεστὸς ἐπὶ τοὺς θερίζοντας, καὶ εἶπεν· Ἡ παῖς ἡ Μωαβίτις ἐστὶν, ἡ ἀποστραφεῖσα μετὰ Νωεμμεὶν ἐξ ἀγροῦ Μωάβ·
7 Καὶ εἶπεν· συλλέξω δὴ καὶ συνάξω ἐν τοῖς δράγμασιν ὄπισθεν τῶν θεριζόντων· καὶ ἦλθεν καὶ ἔστη ἀπὸ πρωίθεν καὶ ἕως ἑσπέρας, οὐ κατέπαυσεν ἐν τῷ ἀγρῷ μικρόν.
8 Καὶ εἶπεν Βοὸς πρὸς Ῥούθ· οὐκ ἤκουσας θυγατερ; μὴ πορευθῇς συλλέξαι ἐν ἀγρῷ ἑτέρῳ, καὶ σὺ οὐ πορεύσῃ ἐντεῦθεν, ὧδε κολλήθητι μετὰ τῶν κορασίων μου.
9 Οἱ ὀφθαλμοί σου εἰς τὸν ἀγρὸν οὗ ἐὰν θερίζωσι, καὶ πορεύσῃ κατόπισθεν αὐτῶν· ἰδοὺ ἐνετειλάμην τοῖς παιδαρίοις τοῦ μὴ ἅψασθαί σου· καὶ ὅτι διψήσεις, καὶ πορευθήσῃ εἰς τὰ σκεύη, καὶ πίεσαι ὅθεν ἂν ὑδρεύονται τὰ παιδάρια.
10 Kαὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπεν πρὸς αὐτὸν· τί ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου τοῦ ἐπιγνῶναί με, καὶ ἐγώ εἰμι ξένη;
11 Καὶ ἀπεκρίθη Βοὸς, καὶ εἶπεν αὐτῇ, ἀπαγγελίᾳ ἀπηγγέλη μοι πάντα ὅσα πεποίηκας μετὰ τῆς πενθερᾶς σου μετὰ τὸ ἀποθανεῖν τὸν ἄνδρα σου, καὶ πῶς κατὲλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου καὶ τὴν γῆν γενέσεώς σου, καὶ ἐπορεύθης πρὸς λαὸν, ὃν οὐκ ᾔδεις ἐχθὲς καὶ τρίτης.
12 Ἀποτίσαι Κύριος τὴν ἐργασίαν σου, καὶ γένοιτο ὁ μισθός σου πλήρης παρὰ Κυρίου θεοῦ Ἰσραήλ, πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ.
13 Ἡ δὲ εἶπεν· εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου κύριέ μου, ὅτι παρεκάλεσάς με, καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου, καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου.
14 Καὶ εἶπεν αὐτῇ Βοὸς· ἤδη ὥρα τοῦ φαγεῖν, πρόσελθε ὧδε, καὶ φάγεσαι τῶν ἄρτων, καὶ βάψεις τὸν ψωμόν σου τῷ ὄξει. Καὶ ἐκάθισεν Ῥοὺθ ἐκ πλαγίων τῶν θεριζόντων· καὶ ἐβούνισεν αὐτῇ Βοὸς ἄλφιτον, καὶ ἔφαγεν, καὶ ἐνεπλήσθη, καὶ κατέλιπεν·
15 καὶ ἀνέστη τοῦ συλλέγειν. Kαὶ ἐνετείλατο Βοὸζ τοῖς παιδαρίοις αὐτοῦ, λέγων· καί γε ἀνὰμέσον τῶν δραγμάτων συλλεγέτω, καὶ μὴ καταισχύνητε αὐτήν·
16 καὶ βαστάζοντες βαστάξατε αὐτὴν, καί γε παραβάλλοντες παραβαλεῖτε αὐτῇ ἐκ τῶν βεβουνισμένων, καὶ ἄφετε, καὶ συλλέξει, καὶ οὐκ ἐπιτιμήσετε αὐτῇ.
17 Καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ ἕως ἑσπέρας· καὶ ἐράβδισεν ἃ συνέλεξεν, καὶ ἐγενήθη ὡς οἰφὶ κριθῶν.
18 Καὶ ᾖρεν, καὶ εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ εἶδεν ἡ πενθερὰ αὐτῆς ἃ συνέλεξεν, καὶ ἐξενέγκασα Ῥοὺθ ἔδωκεν αὐτῇ ἃ κατὲλιπεν, ἐξ ὧν ἐνεπλήσθη.
19 Καὶ εἶπεν αὐτῇ ἡ πενθερὰ αὐτῆς· ποῦ συνέλεξας σήμερον, καὶ ποῦ ἐποίησας; εἴη ὁ ἐπιγνούς σε εὐλογημένος. Καὶ ἀπήγγειλεν Ῥοὺθ τῇ πενθερᾷ αὐτῆς ποῦ ἐποίησεν, καὶ εἶπεν· τὸ ὄνομα τοῦ ἀνδρὸς μεθ’ οὗ ἐποίησα σήμερον, Βοός.
20 Καὶ εἶπεν Νοομμεὶν τῇ νύμφῃ αὐτῆς· εὐλογητός ἐστιν τῷ Κυρίῳ, ὅτι οὐκ ἐγκατέλιπεν τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων. Καὶ εἶπεν αὐτῇ Νοομμείν· ἐγγίζει ἡμῖν ὁ ἀνήρ, ἐκ τῶν ἀγχιστευόντων ἡμᾶς ἐστιν.
21 Καὶ εἶπεν Ῥοὺθ πρὸς τὴν πενθερὰν αὐτῆς· καί γε ὅτι εἶπεν πρὸς μέ· μετὰ τῶν παιδαρίων τῶν ἐμῶν προσκολλήθι, ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητὸν, ὃς ὑπάρχει μοι.
22 Καὶ εἶπεν Νοομμεὶ πρὸς Ῥοὺθ τὴν νύμφην αὐτῆς· ἀγαθόν, θυγάτηρ, ὅτι ἐπορεύθης μετὰ τῶν κορασίων αὐτοῦ, καὶ οὐκ ἀπαντήσονταί σοι ἐν ἀγρῷ ἑτέρῳ.
23 Καὶ προσεκολλήθη Ῥοὺθ τοῖς κορασίοις Βοὸς τοῦ συλλέγειν, ἕως οὗ συνετέλεσεν τὸν θερισμὸν τῶν κριθῶν καὶ τὸν θερισμὸν τῶν πυρῶν· καὶ ἐκάθισεν μετὰ τῆς πενθερᾶς αὐτῆς.
Ⅲ
1 Εἶπεν δὲ Νοομμεὶ τῆ νύμφῃ αὐτῆς· θυγάτηρ, οὐ μὴ εὕρω σοι ἀνάπαυσιν, ἵνα εὖ γένηταί σοι;
2 Καὶ νῦν οὐχὶ Βοὸς γνώριμος ἡμῶν, οὗ ἦς μετὰ τῶν κορασίων αὐτοῦ; ἰδοὺ αὐτὸς λικμᾷ τὸν ἅλωνα τῶν κριθῶν ταύτῃ τῇ νυκτί.
3 Σὺ δὲ λούσῃ, καὶ ἀλείψῃ καὶ περιθήσῃ τὸν ἱματισμόν σου ἐπὶ σεαυτῇ, καὶ ἀναβήσῃ ἐπὶ τὸν ἅλω· μὴ γνωρισθῇς τῷ ἀνδρὶ ἕως οὗ συντελέσαι αὐτὸν φαγεῖν καὶ πιεῖν.
4 Καὶ ἔσται ἐν τῷ κοιμηθῆναι αὐτὸν, καὶ γνώσῃ τὸν τόπον οὗ κοιμᾶται ἐκεῖ, καὶ ἐλεύσῃ καὶ ἀποκαλύψεις τὰ πρὸς ποδῶν αὐτοῦ, καὶ κοιμηθήσῃ· καὶ αὐτὸς ἀπαγγελεῖ σοι ἃ ποιήσεις.
5 Εἶπεν δὲ Ῥοὺθ πρὸς αὐτήν· πάντα ὅσα ἐὰν εἴπῃς ποιήσω.
6 Καὶ κατέβη εἰς τὸν ἅλω, καὶ ἐποίησεν κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῇ ἡ πενθερὰ αὐτῆς.
7 Καὶ ἔφαγεν Βοὸς, καὶ ἔπιεν, καὶ ἠγαθύνθη ἡ καρδία αὐτοῦ, καὶ ἦλθεν κοιμηθῆναι ἐν μερίδι τῆς στοιβῆς· ἡ δὲ ἦλθεν κρυβῇ, καὶ ἀπεκάλυψεν τὰ πρὸς ποδῶν αὐτοῦ, καὶ ἐκάθευδεν.
8 Ἐγένετο δὲ ἐν τῷ μεσονυκτίῳ καὶ ἐξανέστη ὁ ἀνὴρ, καὶ ἐταράχθη, καὶ ἰδοὺ γυνὴ κοιμᾶται πρὸς ποδῶν αὐτοῦ.
9 Εἶπεν δέ· τίς εἶ σύ; Ἡ δὲ εἶπεν· ἐγώ εἰμι Ῥοὺθ ἡ δούλη σου, καὶ περιβαλεῖς τὸ πτερύγιόν σου ἐπὶ τὴν δούλην σου, ὅτι ἀγχιστεὺς εἶ σύ.
10 Καὶ εἶπεν Βοὸς· εὐλογημένη σὺ τῷ Κυρίῳ θύγατερ, ὅτι ἠγάθυνάς σου τὸ ἔλαιον τὸ ἔσχατον ὑπὲρ τὸ πρῶτον, τὸ μὴ πορευθῆναι σε ὀπίσω νεανιῶν, εἴτοι πτωχὸς, εἴτοι πλούσιος.
11 Καὶ νῦν, θύγατερ μὴ φοβοῦ· πάντα ὅσα ἐὰν εἴπῃς, ποιήσω σοι· οἶδεν γὰρ πᾶσα φυλὴ λαοῦ μου ὅτι γυνὴ δυνάμεως εἶ σύ.
12 Καὶ ὅτι ἀληθῶς ἀγχιστεὺς ἐγώ εἰμι· καί γε ἐστὶν ἀγχιστεὺς ἐγγίων ὑπὲρ ἐμέ.
13 Αὐλίσθητι τὴν νύκτα, καὶ ἔσται τὸ τοπρωὶ ἐὰν ἀγχιστεύσῃ σε, ἀγαθόν· ἀγχιστευέτω· ἐὰν δὲ μὴ βούληται ἀγχιστεῦσαί σε, ἀγχιστεύσω σε ἐγώ, ζῇ Κύριος· κοιμήθητι ἕως πρωί.
14 Καὶ ἐκοιμήθη πρὸς ποδῶν αὐτοῦ ἕως πρωί· ἡ δὲ ἀνέστη πρὸ τοῦ ἐπιγνῶναι ἄνδρα τὸν πλησίον αὐτοῦ· Καὶ εἶπεν Βοὸς· μὴ γνωσθήτω, ὅτι ἦλθεν γυνὴ εἰς τὸν ἅλω.
15 Καὶ εἶπεν αὐτῇ· φέρε τὸ περίζωμα τὸ ἐπάνω σου, καὶ ἐκράτησεν αὐτό· καὶ ἐμέτρησεν ἓξ κριθῶν, καὶ ἐπέθηκεν ἐπ’ αὐτήν· καὶ εἰσῆλθεν εἰς τὴν πόλιν.
16 Καὶ Ῥοὺθ εἰσῆλθεν πρὸς τὴν πενθερὰν αὐτῆς. Ἡ δὲ εἶπεν· τίς εἶ θυγάτηρ; Καὶ εἶπεν αὐτῇ πάντα, ὅσα ἐποίησεν αὐτῇ ὁ ἀνήρ.
17 Καὶ εἶπεν αὐτῇ· τὰ ἕξ τῶν κριθῶν ταῦτα ἔδωκέν μοι, ὅτι εἶπεν πρὸς μέ· μὴ εἰσέλθῃς κενὴ πρὸς τὴν πενθεράν σου.
18 Ἡ δὲ εἶπεν· κάθου θύγατερ, ἕως τοῦ ἐπιγνῶναί σε πῶς οὐ πεσεῖται ῥῆμα· οὐ γὰρ μὴ ἡσυχάσει ὁ ἀνὴρ ἕως ἄν τελέσῃ τὸ ῥῆμα σήμερον.
Ⅳ
1 Καὶ Βοὸς ἀνέβη ἐπὶ τὴν πύλην, καὶ ἐκάθισεν ἐκεῖ· καὶ ἰδοὺ ὁ ἀγχιστευτὴς παρεπορεύετο, ὃν εἶπεν Βοός. Καὶ εἶπεν πρὸς αὐτὸν Βοός· ἐκκλίνας κάθισον ὧδε, κρυφῆ. Καὶ ἐξέκλινεν, καὶ ἐκάθισεν.
2 Καὶ ἔλαβεν Βοὸς δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως, καὶ εἶπεν· καθίσατε ὧδε. Καὶ ἐκάθισαν.
3 Καὶ εἶπεν Βοός ?τῷ ἀγχιστευτῇ·? τὴν μερίδα τοῦ ἀγροῦ, ἥ τις ἐστιν τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Ἀλιμέλεχ, ἣ δέδοται Νωεμεὶν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωάβ.
4 Κἀγὼ εἶπα· ἀποκαλύψω τὸ οὖς σου, λέγων· κτῆσαι ἐναντίον τῶν καθημένων, καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου· εἰ ἀγχιστεύεις, ἀγχίστευε· εἰ δὲ μὴ ἀγχιστεύεις, ἀνάγγειλόν μοι, καὶ γνώσομαι ὅτι οὐκ ἔστιν παρὲξ σοῦ τοῦ ἀγχιστεῦσαι, κἀγώ εἰμι μετὰ σέ. Ὁ δὲ εἶπεν· ἐγώ εἰμι, ἀγχιστεύσω.
5 Καὶ εἶπεν Βοός· ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νοομμεὶ καὶ παρὰ Ῥοὺθ τῆς Μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος, καὶ αὐτὴν κτήσασθαί σε δεῖ, ὥστε ἀναστήσασθαί σε τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ.
6 Καὶ εἶπεν ὁ ἀγχιστεὺς· οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ, μή ποτε διαφθείρω τὴν κληρονομίαν μου· ἀγχίστευσον σεαυτῷ τὴν ἀγχιστείαν μου, ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι.
7 Καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν Ἰσραὴλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα, τοῦ στῆσαι τὸν λόγον· καὶ ὑπελύετο ὁ ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ, καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τὴν ἀγχιστείαν αὐτοῦ· καὶ τοῦτο ἦν μαρτύριον ἐν Ἰσραήλ.
8 Καὶ εἶπεν ὁ ἀγχιστεὺς τῷ Βόοζ· κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου. Καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ.
9 Καὶ εἶπεν Βοὸς τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ· μάρτυρες ὑμεῖς σήμερον, ὅτι κέκτημαι πάντα τὰ τοῦ Αλιμέλεχ, καὶ πάντα ὅσα ὑπάρχει τῷ Χαιλεὼν καὶ τῷ Μααλὼν ἐκ χειρὸς Νοομμεί·
10 Καί γε Ῥοὺθ τὴν Μωαβίτιν τὴν γυναῖκα Μααλὼν κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα, τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ, καὶ οὐκ ἐξολεθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἐκ τῆς φυλῆς του λαοῦ αὐτοῦ· μάρτυρες ὑμεῖς σήμερον.
11 Καὶ εἶπαν πᾶς ὁ λαὸς, οἱ ἐν τῇ πύλῃ· μάρτυρες. Καὶ οἱ πρεσβύτεροι εἴποσαν· δῴη Κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς Ῥαχὴν καὶ ὡς Λείαν, αἳ οἰκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ἰσραὴλ· καὶ ποιήσαι δύναμιν ἐν Ἐφράθα, καὶ ἔσται ὄνομα ἐν Βαιθλεέμ·
12 καὶ γένοιτο ὁ οἶκός σου ὡς ὁ οἶκος Φάρες, ὃν ἔτεκεν Θάμαρ τῷ Ἰούδᾳ, ἐκ τοῦ σπέρματος οὗ δώσει Κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης.
13 Καὶ ἔλαβεν Βοὸς τὴν Ῥούθ, καὶ ἐγένετο αὐτῷ εις γυναῖκα, καὶ εἰσῆλθεν πρὸς αὐτήν· καὶ ἔδωκεν Κύριος κύησιν αὐτῇ, καὶ ἐγέννησεν υἱόν.
14 Καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νοομμείν· εὐλογητὸς Κύριος, ὅς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα· καὶ καλέσαι τὸ ὄνομά σου ἐν Ἰσραήλ·
15 καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν, καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου, ὅτι ἡ νύμφη σου ἡ ἀγαπήσασά σε, ἔτεκεν αὐτόν, ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς.
16 Καὶ ἔλαβεν Νοομμεὶν τὸ παιδίον, καὶ ἔθηκεν αὐτὸ εἰς τὸν κόλπον αὐτῆς· καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν.
17 Καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα, λέγουσαι· ἐτέχθη υἱὸς τῇ Νωεμείν· καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ, Ὠβήδ. Οὗτος πατὴρ Ἰεσσαὶ, πατρὸς Δαυίδ.
18 Καὶ αὗται αἱ γενέσεις Φαρές· Φαρὲς ἐγέννησεν τὸν Ἑσρών·
19 Ἑσρὼν ἐγέννησεν τὸν Ἀῤῥάν· Ἀρράν δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ·
20 καὶ Ἀμιναδὰβ ἐγέννησεν τὸν Ναασσών· καὶ Ναασσὼν ἐγέννησεν τὸν Σαλμών·
21 καὶ Σαλμὼν ἐγέννησεν τὸν Βοός· καὶ Βοὸς ἐγέννησεν τὸν Ὠβήδ·
22 καὶ Ὠβὴδ ἐγέννησεν τὸν Ἰεσσαί· καὶ Ἰεσσαὶ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα.
Τέλος τῆς Ῥούθ