ΨΑΛΤΗΡΙΟΝ
Ⅰ
1 ΜΑΚAPΙΟΣ ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν·
2 Ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
3 Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρά τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάντα ὅσα ἂν ποιήσῃ, κατευοδωθήσεται.
4 Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως· ἀλλ’ ἢ ὡς ὁ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.
5 Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδέ οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·
6 Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.
Ⅱ
1 Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;
2 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Διάψαλμα.
3 Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν.
4 Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐγγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.
5 Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.
6 Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ,
7 Διαγγελλῶν τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπεν πρὸς μέ· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε·
8 αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρα τῆς γῆς.
9 Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, καὶ ὡς σκεύη κεραμέως συντρίψεις αὐτοὺς.
10 Καὶ νῦν βασιλεῖς σύνετε· παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν.
11 Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
12 Δράξασθε παιδείας, μή ποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας·
13 Ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ.
Ⅲ
1 Tῷ Δαυίδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ.
2 Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολλοὶ ἐπανέστησαν ἐπ’ ἐμέ·
3 Πολλοὶ λέγουσιν τῇ ψυχῇ μου, οὐκ ἔστιν σωτηρία ἐν τῷ θεῷ αὐτοῦ. Διάψαλμα.
4 Σὺ δέ ἀντιλήπτωρ μου εἶ· δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου.
5 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ εἰσήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Διάψαλμα.
6 Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
7 Oὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
8 Ἀνάστα Κύριε, σῶσόν με ὁ θεός μου· ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
9 Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Ⅳ
1 Εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυίδ.
2 Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου.
3 Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητας, καὶ ζητεῖτε ψεῦδος. Διάψαλμα.
4 Καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
5 Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Διάψαλμα.
6 Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.
7 Πολλοὶ λέγουσιν· τίς δείξει ἡμῖν τὰ ἀγαθά; ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου Κύριε·
8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἀπὸ καρποῦ σίτου, καὶ οἴνου, καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.
9 Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκισάς με.
Ⅴ
1 Εἰς τὸ τέλος ὐπὲρ τῆς κληρονομούσης, ψαλμὸς τῷ Δαυίδ.
2 Τὰ ῥήματά μου ἐνώτισαι Κύριε, σύνες τῇ κραυγῇ μου,
3 πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ θεός μου· ὅτι πρὸς σὲ προσεύξομαι Κύριε.
4 Τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου· τὸ πρωὶ παραστήσομαί σοι, καὶ ἐπόψῃ με.
5 Ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ εἶ· οὐδὲ παροικήσει σοι πονηρευόμενος,
6 οὐδὲ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου· ἐμίσησας Κύριε πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν,
7 ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος· ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος.
8 Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέου σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου· προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.
9 Κύριε ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου·
10 ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία, τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν.
11 Κρῖνον αὐτοὺς ὁ θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν· ἔξωσον αὐτοὺς, ὅτι παρεπίκρανάν σε Κύριε.
12 Καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὺτοῖς· καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου.
13 Ὅτι σὺ εὐλογεῖς δίκαιον· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.