AΒΔEΙΟΥ Ε´ (5)
Ⅰ
1 ΟΡΑΣΙΣ Ἀβδιού. Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ, Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν· Ἀνάστητε, καὶ ἐξαναστῶμεν ἐπ’ αὐτὴν εἰς πόλεμον.
2 Ἱδοὺ, ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος σὺ εἶ σφόδρα,
3 Ὑπερηφανία τῆς καρδίας σου ἐπῇρέ σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν, ὑψῶν κατοικίαν αὐτοῦ, λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ· τίς με κατάξει ἐπὶ τὴν γῆν;
4 Ἐὰν μετεωρισθῇς ὡς ἀετὸς, καὶ ἀναμέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος.
5 Εἰ κλέπται εἰσῆλθον πρὸς σὲ, εἰ λῃσταὶ νυκτὸς, ποῦ ἂν ἀπεῤῥίφης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς; καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σὲ, οὐκ ἂν ὑπελείποντο ἐπιφυλλίδα;
6 Πῶς ἐξηρευνήθη Ἡσαῦ, καὶ κατελήφθη αὐτοῦ τὰ κεκρυμμένα;
7 Ἕως τῶν ὁρίων σου ἐξαπέστειλάν σε· πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι, ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου, ἔθηκαν ἔνεδρα ὑποκάτω σου, οὐκ ἔστιν σοι σύνεσις ἐν αὐτοῖς.
8 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας, καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ.
9 Καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμὰν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ,
10 Διὰ τὴν σφαγὴν, καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφὸν σου Ἰακώβ· καὶ καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα.
11 Ἀφ’ ἧς ἡμέρας ἀντέστης ἐξεναντίας, ἐν ἡμέρα αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς τὰς πύλας αὐτοῦ, καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.
12 Καὶ μὴ ἐπίδοις ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων, καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλορημονήσῃς ἐν ἡμέρᾳ θλίψεως,
13 Μηδὲ εἰσέλθῃς εἰς πύλας λαοῦ σου ἐν ἡμέρᾳ πόνου αὐτῶν, μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν, μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν,
14 μηδὲ στῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν, τοῦ ἐξολεθρεῦσαι τοὺς ἀνασωζομένους αὐτῶν, μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως,
15 Διότι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔστω σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.
16 διὰ τοῦτο ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον, πίονται καὶ καταβήσονται, καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες.
17 Ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ σωτηρία, καὶ ἔσται ἅγιον· καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ἰακὼβ τοὺς κατακληρονομήσαντας αὐτούς.
18 Καὶ ἔσται ὁ οἶκος Ἰακὼβ πῦρ, ὁ δὲ οἶκος Ἰωσὴφ φλὸξ, ὁ δὲ οἶκος Ἡσαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσεται εἰς αὐτοὺς, καὶ καταφάγονται αὐτοὺς, καὶ οὐκ ἔσται πυρφόρος ἐν τῷ οἴκῳ Ἡσαῦ, διότι Κύριος ἐλάλησε.
19 Καὶ κατακληρονομήσουσιν οἱ ἐν ναγὲβ τὸ ὄρος τὸ Ἡσαῦ, καὶ οἱ ἐν τῇ σεφηλὰ τοὺς ἀλλοφύλους· καὶ κατακληρονομήσουσι τὸ ὄρος Ἐφραὶμ, καὶ τὸ πεδίον Σαμαρείας, καὶ Βενιαμεὶν, καὶ τὴν Γαλααδίτιν.
20 Καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς Ἰσραὴλ, γῇ τῶν Χαναναίων ἕως Σαρεπτῶν· καὶ ἡ μετοικεσία Ἱερουσαλὴμ ἕως Ἐφραθά· καὶ κληρονομήσουσιν τὰς πόλεις τοῦ ναγέβ.
21 Καὶ ἀναβήσονται ἄνδρες σεσωσμένοι ἐξ ὄρους Σιὼν, τοῦ ἐκδικῆσαι τὸ ὄρος Ἡσαῦ, καὶ ἔσται τῷ Κυρίῳ ἡ βασιλεία.
Ⅱ
ΑΒΔΙΟΥ Ε´ (5)