ΙΩΝΑΣ Σ´ (6)
Ⅰ
1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθι, λέγων·
2 Ἀνάστηθι, καὶ πορεύου εἰς τὴν Νινευὴ τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ.
3 Καὶ ἀνέστη Ἰωνᾶς τοῦ φυγεῖν εἰς Θαρσεὶς ἀπὸ προσώπου Κυρίου, καὶ κατέβη εἰς Ἰόππην· καὶ εὗρεν πλοῖον βάδίζον εἰς Θαρσείς, καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ, καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι εἰς Θαρσεὶς μετ’ αὐτῶν ἐκ προσώπου Κυρίου.
4 Καὶ Κύριος ἐξήγειρεν πνεῦμα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευεν τοῦ διαλυθῆναι.
5 Καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ, καὶ ἐβόων ἕκαστος πρὸς τὸν θεὸν αὐτῶν, καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν, τοῦ κουφισθῆναι ἀπ’ αὐτῶν. Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου, καὶ ἐκάθευδεν, καὶ ἔρεγχεν.
6 Kαὶ προσῆλθεν πρὸς αὐτὸν ὁ πρωρεὺς, καὶ εἶπεν πρὸς αὐτὸν· τί σὺ ῥέγχεις; ἀνάστα, καὶ ἐπικαλοῦ τὸν θεόν σου, εἶπως διασώσῃ ὁ θεὸς ἡμᾶς, καὶ οὐ μὴ ἀπολώμεθα.
7 Καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· δεῦτε βάλωμεν κλήρους, καὶ ἐπιγνῶμεν, τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. Καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν.
8 Καὶ εἶπαν πρὸς αὐτόν· ἀπάγγειλον δὴ ἡμῖν, τίνος ἔνεκεν ἡ κακὶα αὕτη ἐστὶν ἐν ἡμῖν· τίς σου ἡ ἐργασία ἐστὶν, καὶ πόθεν ἔρχῃ, καὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ;
9 Καὶ εἶπεν πρὸς αὐτούς· δοῦλος Κυρίου ἐγώ εἰμι, καὶ τὸν Κύριον θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησεν τὴν θάλασσαν καὶ τὴν ξηράν.
10 Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν, καὶ εἶπαν πρὸς αὐτόν· τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες, ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς.
11 Καὶ εἶπαν πρὸς αὐτόν· τί σοι ποιήσομεν, καὶ κοπάσει ἡ θάλασσα ἀφ’ ἡμῶν; ὅτι ἡ θάλασσα ἐπωρύετο καὶ ἐξήγειρεν μᾶλλον κλύδωνα.
12 Καὶ εἶπεν Ἰωνᾶς πρὸς αὐτούς· ἄρατέ με, καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ’ ὑμῶν· διότι ἔγνωκα ἐγὼ, ὅτι δι’ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφ’ ὑμᾶς ἐστίν.
13 Καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν, καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο, καὶ ἐξηγείρετο μᾶλλον ἐπ’ αὐτούς.
14 Καὶ ἀνεβόησαν πρὸς Κύριον, καὶ εἶπαν· μηδαμῶς Κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ’ ἡμᾶς αἷμα δίκαιον, ότι σύ Κύριε, ὃν τρόπον ἐβούλου πεποίηκας.
15 Καὶ ἔλαβον τὸν Ἰωνᾶν, καὶ ἐνέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου ἐαυτῆς.
16 Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν Κύριον, καὶ ἔθυσαν θυσίαν τῷ Κυρίῳ, καὶ ηὔξαντο εὐχάς.
Ⅱ
1 Καὶ προσέταξεν Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ἰωνᾶν· καὶ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
2 Καὶ προσηύξατο Ἰωνᾶς πρὸς Κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους,
3 Καὶ εἶπεν· ῷδή ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν θεόν μου, καὶ εἰσήκουσέν μου. ἐκ κοιλίας ᾅδου κραυγῆς μου, ἤκουσας φωνῆς μου·
4 Ἀπέῤῥιψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοί με ἐκύκλωσαν· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ’ ἐμὲ διῆλθον.
5 Κᾀγὼ εἶπα· ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν ναὸν τὸν ἅγιόν σου;
6 Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς, ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων·
7 κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι· καὶ ἀναβήτω ἐκ φθορὰς ἡ ζωή μου, Κύριε ὁ θεός μου.
8 Ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, τοῦ Κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σέ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου.
9 φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλειπον.
10 Ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω· εἰς σωτήρίον μου τῷ Κυρίῳ.
11 Καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλεν τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν.
Ⅲ
1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου, λέγων·
2 ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν, ὃ ἐγὼ ἐλάλησα πρὸς σέ.
3 Καὶ ἀνέστη Ἰωνᾶς, καὶ ἐπορεύθη εἰς Νινευή, καθὼς ἐλάλησεν Κύριος· ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ θεῷ, ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν.
4 Καὶ ἤρξατο Ἰωνᾶς τοῦ εἰσπορεύεσθαι εἰς τὴν πόλιν, ὡσεὶ πορείας ὁδοῦ ἡμέρας μιᾶς, καὶ ἐκήρυξεν, καὶ εἶπεν· ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται.
5 Καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευὴ τῷ θεῷ, καὶ ἐκήρυξαν νηστείαν, καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μικροῦ ἔως μεγάλου αὐτῶν.
6 Καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευή· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ περιείλατο τὴν στολὴν αὐτοῦ ἀφ’ ἑαυτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ.
7 Καὶ ἐκηρύχθη, καὶ ἐῤῥέθη ἐν τῇ Νινευὴ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ, λέγων· οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ οἱ βόες, καὶ τὰ πρόβατα μὴ γευέσθωσαν μηθὲν, μηδὲ νεμέσθωσαν, μηδὲ ὕδωρ πιέτωσαν.
8 Καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν, λέγοντες·
9 τίς οἶδεν εἰ μετανοήσει ὁ θεὸς, καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα;
10 Καὶ εἶδεν ὁ θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν· καὶ μετενόησεν ὁ θεὸς ἐπὶ τὰ κακὰ, ἂ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.
Ⅳ
1 Καὶ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην, καὶ συνεχύθη·
2 καὶ προσηύξατο πρὸς Κύριον, καὶ εἶπεν· ὦ δή· Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, οὓς ἐλάλησα ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσεὶς, διότι ἔγνων, ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.
3 Καὶ νῦν, δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῇν με.
4 Καὶ εἶπεν Κύριος πρὸς Ἰωνᾶν· εἰ σφόδρα λελύπησαι σύ;
5 Καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως· καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως· καὶ ἐποίησεν ἐκεῖ σκηνὴν ἑαυτῷ, καὶ ἐκάθητο ὑποκάτω αὐτῆς ἐν σκιᾷ, ἕως οὗ ἀφίδῃ τί ἔσται τῇ πόλει.
6 Καὶ προσέταξεν Κύριος ὁ θεὸς κολοκύντῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς Ἰωνᾶ τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ, τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ· καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύντῃ χαρὰν μεγάλην.
7 Καὶ προσέταξεν Κύριος ὁ θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξεν τὴν κολόκυνταν, καὶ ἀπεξηράνθη.
8 Καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον, καὶ προσέταξεν Κύριος ὁ θεὸς πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ· καὶ ὠλιγοψύχησεν, καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ, καὶ εἶπεν· καλόν μοι τὸ ἀποθανεῖν με ἢ ζῇν.
9 Καὶ εἶπεν Κύριος ὁ θεὸς πρὸς Ἰωνᾶν· εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύντῃ; Καὶ εἶπεν· Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου.
10 Καὶ εἶπεν Κύριος· σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύντης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπ’ αὐτῆς, καὶ οὐκ ἐξέθρεψας αὐτήν, ἣ ὑπὸ νύκτα ἐγενήθη, καὶ ὑπὸ νύκτα ἀπώλετο·
11 ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεως, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν οὐδὲ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;
ΙΩΝΑΣ προφήτης ς´ (6)