ΝΑΟΥΜ Ζ´ (7)
Ⅰ
1 ΛΗΜΜA Νινευή· βιβλίον ὁράσεως Ναοὺμ τοῦ Ἐλκεσαίου.
2 Θεὸς ζηλωτὴς, καὶ ἐκδικῶν Κύριος, μετὰ θυμοῦ· ἐκδικῶν Κύριος τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ.
3 Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀθῳῶν οὐκ ἀθῳώσει Κύριος· ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ·
4 ἀπειλῶν θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν· Ὠλιγώθη ἡ Βασανίτις, καὶ ὁ Κάρμηλος, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπεν·
5 Τὰ ὄρη ἐσείσθησαν ἀπ’ αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν· καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ, ἡ σύμπασα καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.
6 Ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται; καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ; ὁ θυμὸς αὐτοῦ τήκει ἀρχὰς, καὶ αἱ πέτραι διεθρύβησαν ἀπ’ αὐτοῦ.
7 Χρηστὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν.
8 Καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται, τοὺς ἐπεγειρομένους καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος.
9 Τί λογίζεσθε ἐπὶ τὸν Κύριον; συντέλειαν αὐτὸς ποιήσεται, οὐκ ἐκδικήσει δὶς ἐπὶτὸαὐτὸ ἐν θλίψει·
10 ὅτι ἕως θεμελίου αὐτῶν χερσωθήσονται, καὶ ὡς μίλαξ περιπλεκομένη βρωθήσεται, καὶ ὡς καλάμη ξηρασίας μεστή.
11 Ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ Κυρίου, πονηρὰ, λογιζόμενος ποιήσει ἐναντία.
12 Τάδε λέγει Κύριος· κατάρχων ὑδάτων πολλῶν, καὶ οὕτως διασταλήσονται, καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι.
13 Καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ, καὶ τοὺς δεσμούς σου διαῤῥήξω·
14 καὶ ἐντελεῖται ὑπὲρ σοῦ Κύριος, οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι· καὶ ἐξ οἴκου θεοῦ σου ἐξολεθρεύσω τὰ γλυπτά σου καὶ χωνευτὰ θήσομαι ταφήν σου, ὅτι ταχεῖς.
Ⅱ
1 Ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου, καὶ ἀπαγγέλλοντος εἰρήνην· ἑόρταζε Ἰούδα τὰς ἑορτάς σου, ἀπόδος τὰς εὐχάς σου, διότι οὐ μὴ προσθῶσιν ἔτι τοῦ διελθεῖν εἰς παλαίωσιν· συντετέλεσται, ἐξῆρται·
2 ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενος σε ἐκ θλίψεως. σκόπευσον ὁδὸν, κράτησον ὀσφύος, ἄνδρισαι τῇ ἰσχύϊ σφόδρα·
3 διότι ἀπέστρεψεν Κύριος τὴν ὕβριν Ἰακὼβ, καθὼς ὕβριν τοῦ Ἰσραὴλ, διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς, καὶ τὰ κλήματα αὐτῶν διέφθειραν.
4 Ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων, ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί· αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς θορυβηθήσονται
5 ἐν ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἅρματα, καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις· ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς, καὶ ὡς ἀστραπαὶ διατρέχουσαι.
6 Καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶν, καὶ φεύξονται ἡμέρας, καὶ ἀσθενήσουσιν ἐν ταῖς πορείαις αὐτῶν, καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη, καὶ ἑτοιμάσουσιν τὰς προφυλακὰς αὐτῶν. πύλαι τῶν πόλεων διηνοίχθησαν, καὶ τὰ βασίλεια διέπεσαν,
7 καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη· καὶ αὕτη ἀνέβαινεν, καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο, καθὼς περιστεραὶ φθεγγόμεναι ἐν ταῖς καρδίαις αὐτῶν.
8 Καὶ Νινευὴ ἦν κολυμβήθρα ὕδατος τείχη ὕδατα αὐτῆς, καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ βλέπων.
9 Διήρπαζον τὸ ἀργύριον, διήρπαζον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς· βεβάρυνται ὑπὲρ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτῆς.
10 Ἐκτιναγμὸς καὶ ἀνατιναγμὸς, καὶ ἐκβραγμὸς, καὶ καρδίας θραυσμὸς, καὶ ὑπόλυσις γονάτων, καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφύν, καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας.
11 ποῦ ἐστιν τὸ κατοικητήριον τῶν λεόντων, καὶ ἡ νομὴ ἡ οὖσα ἐν τοῖς σκύμνοις; οὗ ἐπορεύθη λέων τοῦ εἰσελθεῖν, ἐκεῖ σκύμνος λέοντος, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν.
12 Λέων ἥρπασεν τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ, καὶ ἀπέπνιξεν τοῖς λέουσιν αὐτοῦ· καὶ ἔπλησεν θήρας νοσσιὰν αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς.
13 Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος ὁ παντοκράτωρ, καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου, καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομφαία· καὶ ἐξολεθρεύσω ἐκ τῆς γῆς τὴν θήραν σου, καὶ οὐκέτι οὐ μὴ ἀκουσθῇ τὰ ἔργα σου.
Ⅲ
1 Ὠ Πόλις αἱμάτων, ὅλη ψευδὴς, πλήρης ἀδικίας, οὐ ψηλαφηθήσεται θήρα.
2 Φωνὴ μαστίγων, καὶ φωνὴ σεισμοῦ τροχῶν, καὶ ἵππου διώκοντος, καὶ ἅρματος ἀναβράσσοντος,
3 καὶ ἱππέως ἀναβαίνοντος, καὶ στιλβούσης ῥομφαίας, καὶ ἐξαστραπτόντων ὅπλων, καὶ πλήθους τραυματιῶν, καὶ βαρείας πτώσεως, καὶ οὐκ ἦν πέρας τοῖς ἔθνεσιν αὐτῆς· καὶ ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας.
4 Πόρνη καλὴ καὶ ἐπιχαρὴς, ἡγουμένη φαρμάκων, ἡ πωλοῦσα ἔθνη ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ φυλὰς ἐν τοῖς φαρμάκοις αὐτῆς.
5 Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος ὁ θεὸς ὁ παντοκράτωρ, καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ πρόσωπόν σου, καὶ δείξω ἔθνεσιν τὴν ασχημοσύνην σου, καὶ βασιλείαις τὴν ἀτιμίαν σου·
6 καὶ ἐπιρίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου, καὶ θήσομαί σε εἰς παράδειγμα·
7 καὶ ἔσται πᾶς ὁ ὁρῶν σε καταβήσεται ἀπὸ σοῦ, καὶ ἐρεῖ· δειλαία Νινευή· τίς στενάξει ἀπὸ σοῦ; πόθεν ζητήσω παρακλήσεις αὐτῇ;
8 Ἑτοιμάσαι μερίδα, ἀρμόσαι χορδὴν, ἑτοιμάσαι μερίδα Ἀμμὼν, ἡ κατοικοῦσα ἐν ποταμοῖς· ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἀρχὴ αὐτῆς θάλασσα, καὶ ὕδωρ τὰ τείχη αὐτῆς·
9 καὶ Αἰθιοπία ἡ ἰσχὺς αὐτῆς, καὶ Aἴγυπτος, καὶ οὐκ ἔσται πέρας τῆς φυγῆς σου· καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς·
10 καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπια αὐτῆς ἐδαφιοῦσιν ἐπ’ ἀρχὰς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσιν κλήρους, καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις.
11 Καὶ γε σὺ μεθυσθήσῃ, καὶ ἔσῃ ὑπερεωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν.
12 Πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι· ἐὰν σαλευθῶσιν, καὶ πεσοῦνται εἰς στόμα ἔσθοντος.
13 Ἰδοὺ ὁ λαός σου ὡς γυναῖκες ἐν σοί· τοῖς ἐχθροῖς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου, καὶ καταφάγεται πῦρ τοὺς μοχλούς σου.
14 Ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ, κατακράτησον τῶν ὀχυρωμάτων σου· ἔμβηθι εἰς πηλὸν, καὶ συμπάτει ἐν ἀχύροις, κατακράτησον ὑπὲρ πλίνθον·
15 ἐκεῖ καταφάγεταί σε πῦρ, ἐξολεθρεύσει σε ῥομφαία, καὶ καταφάγεταί σε ὡς ἀκρὶς, καὶ βαρυνθήσῃ ὡς βροῦχος.
16 Ἐπλήθυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ· βροῦχος ὥρμησεν, καὶ ἐξεπετάσθη·
17 ἐξήλατο ὡς ἀττέλαβος ὁ συμμικτός σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέραις πάγου ὁ ἥλιος ἀνέτειλεν, καὶ ἀφήλατο, καὶ οὐκ ἔγνω τὸν τόπον αὐτῆς· οὐαὶ οὐαὶ αὐτοῖς.
18 Ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισεν τοὺς δυνάστας σου· ἀπῇρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος.
19 Οὐκ ἔστιν ἴασις τῇ συντριβῇ σου, ἐφλέγμανεν ἡ πληγή σου· πάντες οἱ ἀκούσαντες τὴν ἀγγελίαν σου, κροτήσουσιν χεῖρα ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακία σου διὰπαντός;
ΝΑΟΥΜ Ζ´ (7).