ΣΟΦΟΝΙΑΣ Θ´ (9)

1 ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν τὸν τοῦ Χουσεὶ, υἱὸν Γοδολίου, τοῦ Ἀμορίου, τοῦ Ἑζεκίου, ἐν ἡμέραις Ἰωσείου υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα. 2 Ἐκλείψει ἐκλειπέτω ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος· 3 ἐκλειπέτω ἄνθρωπος καὶ κτήνη, ἐκλειπέτωσαν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης· καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος. 4 Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ἰούδα, καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας Ἱερουσαλήμ· καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῆς Βαὰλ, καὶ τὰ ὀνόματα τῶν ἱερέων, 5 καὶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν, 6 καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ Κυρίου, καὶ τοὺς μὴ ζητήσαντας τὸν Κύριον, καὶ τοὺς μὴ ἀντεχομένους τοῦ Κυρίου. 7 Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ θεοῦ, διότι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου, ὅτι ἡτοίμασεν Κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίασεν τοὺς κλητοὺς αὐτοῦ. 8 Καὶ ἔσται, ἐν ἡμέρᾳ θυσίας Κυρίου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια· 9 καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμφανῶς ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοὺς πληροῦντας τὸν οἶκον Κυρίου τοῦ θεοῦ αὐτῶν ἀνομίας καὶ δόλου. 10 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων, ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας, καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν. 11 Θρηνήσατε οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χαναὰν, ἐξωλεθρεύθησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ. 12 Kαὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὐτῶν· οἱ λέγοντες οὐ μὴ ἀγαθοποιήσῃ Κύριος, οὐδ’ οὐ μὴ κακώσῃ, 13 Καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς διαρπαγήν, καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀφανισμόν· καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐταῖς, καὶ καταφυτεύσωσιν ἀμπελῶνας, καὶ οὐ μὴ πίωσιν τὸν οἶνον αὐτῶν. 14 Ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα· φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται· 15 δυνατή ἡμέρα ὀργῆς, ἡ ἡμέρα ἐκείνη, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης, 16 ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ἰὀχυρὰς, ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς. 17 Καὶ ἐκθλίψω τοὺς ἀνθρώπους, καὶ πορεύσονται ὡς τυφλοί, ὅτι τῷ Κυρίῳ ἐξήμαρτον· καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν, καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα· 18 καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. Καὶ ἐν πυρὶ ζήλου αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ· διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.

1 Συνάχθητε, καὶ συνδέθητε τὸ ἔθνος τὸ ἀπαίδευτον, 2 πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον, πρὸ τοῦ ἐπελθεῖν ἐφ’ ὑμᾶς ὀργὴν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφ’ ὑμᾶς ἡμέραν θυμοῦ Κυρίου. 3 ζητήσατε τὸν Κύριον, πάντες ταπεινοὶ γῆς· κρίμα ἐργάζεσθε, καὶ δικαιοσύνην ζητήσατε, καὶ ἀποκρίνεσθε αὐτὰ, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. 4 Διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκάλων ἔσται εἰς ἀφανισμὸν, καὶ Ἄζωτος μεσημβρίας ἐκριζωθήσεται, καὶ Ἀκκαρὼν ἐκριφήσεται. 5 Οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν· λόγος Κυρίου πρὸς ὑμᾶς Χαναὰν, γῆ ἀλλοφύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας· 6 καὶ ἔσται Κρήτη νομὴ ποιμνίων, καὶ μάνδρα προβάτων, 7 καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ἰούδα· ἐπ’ αὐτοῦ νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκάλωνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ἰούδα, ὅτι ἐπέσκεπται αὐτοὺς Κύριος ὁ θεὸς αὐτῶν, καὶ ἀπέστρεψεν τὴν αἰχμαλωσίαν αὐτῶν. 8 Ἤκουσα ὀνειδισμοὺς Μωὰβ, καὶ κονδυλισμοὺς υἱῶν Ἀμμών, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου, καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου. 9 Διὰ τοῦτο ζῶ ἐγὼ, λέγει Κύριος τῶν δυνάμεων ὁ θεὸς Ἰσραὴλ, διότι Μωὰβ ὡς Σόδομα ἔσται, καὶ οἱ υἱοὶ Ἀμμὼν ὡς Γόμοῤῥα, καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνία ἅλωνος, καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι τοῦ λαοῦ μου διαρπῶνται αὐτοὺς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς. 10 Αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν, καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν Κύριον τὸν παντοκράτορα. 11 Ἐπιφανὴς ἔσται Κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξολεθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς· καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν. 12 Καὶ ὑμεῖς Αἰθίοπες τραυματίαι ῥομφαίας μου ἐστε· 13 καὶ ἐκτενῶ τὴν χεῖρα μου ἐπὶ βοῤῥᾶν, καὶ ἀπολεῖ τὸν Ἀσσύριον, καὶ θήσει τὴν Νινευὴ εἰς ἀφανισμὸν ἄνυδρον, ὡς ἔρημον· 14 καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια, καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται· καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς, κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς.

15 Aὕτη ἡ πόλις ἡ φαυλίστρια, ἡ κατοικοῦσα ἐπ’ ἐλπίδι, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς· ἐγώ εἰμι, καὶ οὐκ ἔστιν μετ’ ἐμὲ ἔτι. Πῶς ἐγενήθη εἰς ἀφανισμὸν νομὴ θηρίων; πᾶς ὁ παραπορευόμενος δι’ αὐτῆς συριεῖ, καὶ κινήσει τὰς χεῖρας αὐτοῦ. 1 Ὤ ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη πόλις, ἡ περιστερά· 2 οὐκ εἰσήκουσεν φωνῆς, οὐκ ἐδέξατο παιδείαν, ἐπὶ τῷ Κυρίῳ οὐκ ἐπεποίθησεν, καὶ πρὸς τὸν θεὸν αὐτῆς οὐκ ἤγγισεν. 3 Οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι, οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τοπρωΐ· 4 Oἱ προφῆται αὐτῆς πνευματοφόροι, ἄνδρες καταφρονηταί· οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσιν τὰ ἅγια, καὶ ἀσεβοῦσιν νόμον. 5 Ὁ δὲ Κύριος δίκαιος ἐν μέσῳ αὐτῆς, καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωῒ πρωῒ δώσει τὸ κρῖμα αὐτοῦ, καὶ οὐκ εἰς νῖκος ἀδικίαν. 6 Ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους, ἠφανίσθησαν γωνίαι αὐτῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν, τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν, διὰ τὸ μηδένα ὑπάρχειν, μηδὲ κατοικεῖν. 7 Εἶπα, πλὴν φοβεῖσθέ με, καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολεθρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς, πάντα ὅσα ἐδίκησα ἐπ’ αὐτήν· ἑτοιμάζου, ὄρθρισον, διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν. 8 Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ’ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου· ὅτι ἐν πυρὶ ζήλους μου καταναλωθήσεται ἡ γῆ. 9 Ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γεενὰς αὐτῶν, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα· 10 ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσιν θυσίας μοι. 11 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκ ἔτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. 12 Καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πολὺν καὶ ταπεινὸν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος τοῦ Κυρίου 13 οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν, οὐδὲ μὴ λαλήσουσιν μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν στόματι αὐτῶν γλῶσσα δολία· διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς. 14 Χαῖρε, θύγατερ Σιὼν, κήρυσσε, θύγατερ Ἱερουσαλὴμ, εὐφραίνου, καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ· 15 περιεῖλεν Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου· βασιλεύσει ὁ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι. 16 Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἱερουσαλήμ· θάρσει Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου. 17 Κύριος ὁ θεός σου ἐν σοί, δυνατὸς σώσει σε· ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ· καὶ εὐφρανθήσεται ἐπὶ σοὶ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς. 18 Καὶ συνάξω τοὺς συντετριμμένους σου· οὐαί τίς ἔλαβεν ὀνειδισμὸν ἐπ’ αὐτήν; 19 Ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκά σου ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ θήσομαι αὐτοὺς εἰς καύχημα, καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ. 20 Καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ, ὅταν εἰσδέξωμαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς, καὶ εἰς καύχημα ἐν πᾶσιν τοῖς λαοῖς τῆς γῆς, ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει Κύριος.

ΣΟΦΟΝΙΑΣ Θ´ (9)