1 Gathering of the Greek ships at Salamis

1 Ὁ δὲ τῶν Ἑλλήνων ναυτικὸς στρατὸς ἀπ’ Ἀρτεμισίου, τῶν Ἀθηναίων δεομένων, εἰς Σαλαμῖνα ἔσχε τὰς ναῦς. οἱ γὰρ Ἀθηναῖοι ἐβούλοντο παῖδάς τε καὶ γυναῖκας πέμπειν ἐκ τῆς Ἀττικῆς. καὶ ἐπὶ τοῖς παροῦσι πράγμασιν ἔμελλον βουλὴν ποιήσεσθαι, ὡς ἐψευσμένοι τῆς γνώμης. νομίζοντες γὰρ εὑρήσειν Πελοποννησίους πανδημεὶ ἐν τῇ Βοιωτίᾳ μένοντας τὸν βάρβαρον, οὐχ εὗρον. ἀλλὰ ἤκουον τὸν Ἰσθμὸν αὐτοὺς τειχίζειν, τὴν Πελοπόννησον περὶ πλείστου ποιουμένους. οὕτω δὴ ταῦτα πυνθανόμενοι, ἐδέοντο αὐτῶν σχεῖν εἰς Σαλαμῖνα.
2 Οἱ μὲν δὴ ἄλλοι ἔσχον εἰς Σαλαμῖνα, Ἀθηναῖοι δὲ εἰς τὴν ἑαυτῶν. κήρυγμα δὲ ἐποιήσαντο, ᾗ τις Ἀθηναίων δύναται, σῴζειν τοὺς παῖδας τε καὶ τοὺς οἰκέτας. ἐνταῦθα οἱ μὲν πλεῖστοι εἰς Τροιζῆνα ἔπεμψαν, οἱ δὲ εἰς Αἴγιναν, οἱ δὲ εἰς Σαλαμῖνα. ἐπεὶ δὲ οἱ ἀπ᾽ Ἀρτεμισίου εἰς Σαλαμῖνα ἔσχον τὰς ναῦς, συνῆλθε καὶ ὁ λοιπὸς τῶν Ἑλλήνων ναυτικὸς στρατὸς ἐκ Τροιζῆνος. ἐκεῖσε γὰρ προείρητο συλλέγεσθαι. συνελέχθησάν τε δὴ πολλῷ πλείονες νῆες ἢ ἐπ᾽ Ἀρτεμισίῳ ἐναυμάχουν, καὶ ἀπὸ πόλεων πλειόνων. ναύαρχος δὲ ἐπῆν ὁ αὐτὸς ὅσπερ ἐπ᾽ Ἀρτεμισίῳ, Εὐρυβιάδης ἀνὴρ Σπαρτιάτης. ναῦς δὲ πολλῷ πλείστας καὶ ἄριστα πλεούσας παρείχοντο Ἀθηναῖοι.

2 Debate of the Greek commanders. Occupation of Athens

1 Ὡς δὲ εἰς τὴν Σαλαμῖνα συνῆλθον οἱ στρατηγοί, ἐβουλεύοντο ὅπου δοκοίη ἐπιτηδειότατον εἶναι ναυμαχίαν ποιεῖσθαι ὧν τόπων αὐτοὶ ἐγκρατεῖς εἰσί. αἱ δὲ γνῶμαι τῶν λεγόντων αἱ πλεῖσται συνέπιπτον, πρὸς τὸν Ἰσθμὸν πλεύσαντας ναυμαχεῖν πρὸ τῆς Πελοποννήσου. καὶ τόδε ἐπέλεγον, ὡς, ἐὰν νικηθῶσι τῇ ναυμαχίᾳ, ἐν Σαλαμῖνι μὲν ὄντες πολιορκήσονται ἐν τῇ νήσῳ, πρὸς δὲ τῷ Ἰσθμῷ εἰς τοὺς ἑαυτῶν ἀποφεύξονται. ταῦτα δὴ τῶν ἀπὸ Πελοποννήσου στρατηγῶν λεγόντων, ἦλθεν ἀνὴρ Ἀθηναῖος, ἀγγέλλων ἥκειν τὸν βάρβαρον εἰς τὴν Ἀττικὴν καὶ πᾶσαν αὐτὴν καίειν. ὁ γὰρ διὰ Βοιωτίας τραπόμενος στρατὸς ἔκαυσε Θεσπειάς τε καὶ Πλαταιάς, πυθόμενος Θηβαίων ὅτι οὐκ ἐμήδιζον· ἧκέ τε εἰς τὰς Ἀθήνας, καὶ πάντα ἐκεῖνα ἐδήου.
2 Καὶ αἱροῦσι ἐρήμην τὴν πόλιν, καί τινας ὀλίγους εὑρίσκουσι τῶν Ἀθηναίων ἐν τῷ ἱερῷ ὄντας, ταμίας τε τοῦ ἱεροῦ καὶ πένητας ἀνθρώπους· οἵ, φραξάμενοι τὴν ἀκρόπολιν θύραις τε καὶ ξύλοις, ἠμύνοντο τοὺς ἐπιόντας. διὰ γὰρ πενίαν οὐκ ἔφυγον ἐς Σαλαμῖνα ἢ αὐτοὶ νομίζοντες ἐξευρηκέναι τὸ μαντεῖον, ὃ ἡ Πυθία ἔχρησε, τὸ ξύλινον τεῖχος ἀνάλωτον ἔσεσθαι. οἱ οὖν πολιορκούμενοι ἠμύνοντο, καίπερ εἰς τὸ ἔσχατον κακοῦ ἐλθόντες. οὐδὲ λόγους τῶν Πεισιστρατιδῶν προσφερόντων περὶ ὁμολογίας ἐδέχοντο. ἀμυνόμενοι δὲ ἄλλα τε ἐμηχανῶντο καὶ δὴ καί, προσιόντων τῶν βαρβάρων πρὸς τὰς πύλας, μεγάλους λίθους ἔβαλλον, ὥστε Ξέρξην ἐπὶ χρόνον συχνὸν ἀπορίᾳ ἔχεσθαι μὴ δυνάμενον αὐτοὺς ἐλεῖν.
3 Χρόνῳ δ᾽ ἐκ τῶν ἀπόρων ἐφάνη τις εἴσοδος τοῖς βαρβάροις. ἔμπροσθε γὰρ πρὸ τῆς ἀκροπόλεως, ὄπισθε δε τῶν πυλῶν, ᾗ οὔτε τις ἐφύλαττεν οὔτ’ ἐφοβεῖτο μή τις κατὰ ταῦτα ἀναβαίη, ταύτῃ ἀνέβησάν τινες, καίπερ ἀποκρήμνου ὄντός τοῦ τόπου. ὡς δὲ εἶδον αὐτοὺς ἀναβεβηκότας οἱ Ἀθηναῖοι ἐπὶ τὴν ἀκρόπολιν, οἱ μὲν ἔρριπτον ἑαυτοὺς κατὰ τοῦ τείχους καὶ διεφθείροντο, οἱ δὲ εἰς τὸ μέγαρον κατέφευτγον. τῶν δὲ Περσῶν οἱ ἀναβεβηκότες πρῶτον μὲν ἐτράποντο πρὸς τὰς πύλας, ταύτας δὲ ἀνοίξαντες τοὺς ἱκέτας ἀπέκτεινον· τὸ δὲ ἱερὸν συλήσαντες ἔκαυσαν πᾶσαν τὴν ἀκρόπολιν. σχὼν δὲ παντελῶς τὰς Ἀθήνας, Ξέρξης ἀπέπεμψεν εἰς Σοῦσα ἄγγελον ἱππέα Ἀρταβάνῳ ἀγγελοῦντα τὴν παροῦσαν ἑαυτῷ εὐτυχίαν. συγκαλέσας δὲ Ἀθηναίων τοὺς φυγάδας, ἐκέλευε τρόπῳ τῷ σφετέρῳ θῦσαι τὰ ἱερά, εἴτε δὴ ἐνύπνιόν τι εἶδε, εἴτε καὶ ἐνθύμιον αὐτῷ ἐγένετο κατακαύσαντι τὸ ἱερόν.

3 Alarm in the Greek fleet. Policy of Themistocles

1 Οἱ δὲ ἐν Σαλαμῖνι Ἕλληνες, ὡς ἠγγέλθη τὰ περὶ τὴν Ἀθήνων ἀκρόπολιν, εἰς τοσοῦτον θόρυβον ἀφίκοντο, ὥστε ἔνιοι τῶν στρατηγῶν οὐδὲ κυρωθῆναι ἔμενον τὸ προκείμενον πρᾶγμα, ἀλλ’ εἰς τὰς ναῦς εἰσέπιπτον καὶ ἱστία ᾔροντο. τοῖς δὲ ὑπολειπομένοις αὐτῶν ἔδοξε πρὸ τοῦ Ἰσθμοῦ ναυμαχεῖν. νύξ τε ἐγίγνετο, καὶ διαλυθέντες ἐκ τοῦ συνεδρίου εἰσέβαινον εἰς τὰς ναῦς. ἐνταῦθα δὴ Θεμιστοκλέα ἐλθόντα ἐπὶ τὴν ναῦν ἠρώτα Μνησίφιλος, ἀνὴρ Ἀθηναῖος, ὅ τι εἴη βεβουλευμένον. πυθόμενος δὲ αὐτοῦ ὡς εἴη δεδογμένον πρὸ τῆς Πελοποννήσου ναυμαχεῖν, εἶπεν·
2 “Οὔτοι ἄρα περὶ οὐδεμιᾶς ἔτι πατρίδος ναυμαχήσεις. κατὰ γὰρ πόλεις ἕκαστοι τρέψονται· καὶ οὔτε αὐτοὺς Εὐρυβιάδης κατέχειν δυνήσεται οὔτε τις ἀνθρώπων ἄλλος, ὥστε μὴ οὐ διασκεδασθῆναι τὴν στρατιάν. ἀπολεῖταί τε ἡ Ἑλλάς. ἀλλ᾽, εἴ τις ἔστι μηχανή, ἴθι καὶ πειρῶ διαχέαι τὰ βεβουλευμένα.”
3 Μάλιστα δὴ τῴ Θεμιστοκλεῖ ἤρεσκε τοῦτο· καὶ οὐδὲν ἀποκρινάμενος ἦλθεν ἐπὶ τὴν ναῦν τὴν Εὐρυβιάδου. ἀφικόμενος δὲ ἔφη ἐθέλειν αὐτῷ πρᾶγμα τι κοινοῦσθαι. ὁ δὲ αὐτὸν εἰς τὴν ναῦν εἰσβάντα ἐκέλευε λέγειν, εἴ τι βούλοιτο. ἐνταῦθα οὖν ὁ Θεμιστοκλῆς λέγει αὐτῷ ἐκεῖνά τε πάντα, ἃ ἤκουσε Μνησιφίλου, ἑαυτοῦ ποιούμενος, καὶ ἄλλα πολλὰ προστιθείς· τέλος δὲ ἔπεισεν αὐτὸν ἐκ τῆς νεὼς ἐκβῆναι συλλέξαι τε τοὺς στρατηγοὺς εἰς τὸ συνέδριον. ὡς δὲ ἄρα συνελέχθησαν, πρὶν τὸν Εὐρυβιάδην προθεῖναι τὸν λόγον, πολὺς ἦν ὁ Θεμιστοκλῆς ἐν τοῖς λόγοις. λέγοντος δὲ αὐτοῦ, ὁ Κορίνθιος στρατηγὸς Ἀδείμαντος εἶπεν· “Ὦ Θεμιστόκλεις, ἐν τοῖς ἀγῶσιν οἱ προεξανιστάμενοι ῥαπίζονται.” ὁ δὲ ἀπολυόμενος ἔφη· “Οἱ δέ γε ἐγκαταλειπόμενοι οὐ στεφανοῦνται.” τότε μὲν ἠπίως πρὸς τὸν Κορίνθιον ἀπεκρίνατο· πρὸς δὲ τὸν Εὐρυβιάδην ἔλεγεν οὐκέτι οὐδὲν τῶν πρότερον λεχθέντων. παρόντων γὰρ τῶν συμμάχων οὐκ ἔφερεν αὐτῷ κόσμον οὐδένα κατηγορεῖν.

4 Speech of Themistocles

1 Ὁ δὲ ἄλλον λόγου εἴχετο, λέγων τάδε·
2 “Ἑν σοὶ νῦν ἐστὶ σῶσαι τὴν Ἑλλάδα, ἐὰν ἐμοὶ πείθῃ αὐτοῦ μένων ναυμαχίαν ποιεῖσθαι. ἀντίθες γὰρ ἑκάτερον ἀκούσας. πρὸς μὲν τῷ Ἰσθμῷ μαχόμενος, ἐν πελάγει ναυμαχήσεις, ὃ ἥκιστα ἡμῖν συμφέρει ναῦς ἔχουσι βαρυτέρας καὶ ἀριθμὸν ἐλάττους· ἀπολεῖς δὲ Σαλαμῖνα τε καὶ Μέγαρα καὶ Αἴγιναν, ἐὰν καὶ τὰ ἄλλα εὐτυχήσωμεν. ἅμα γὰρ τῷ ναυτικῷ αὐτῶν ἕψεται καὶ ὁ πεζὸς στρατός. καὶ οὕτως ἄξεις αὐτοὺς ἐπὶ τὴν Πελοπόννησον, κινδυνεύσεις τε ἁπάσῃ τῇ Ἑλλάδι.
3 “Εἰ δὲ ἃ ἐγὼ λέγω ποιήσεις, τοσάδε χρηστὰ εὑρήσεις· πρῶτον μὲν ἐν στενῷ συμβάλλοντες ναῦσιν ὀλίγαις πρὸς πολλὰς πολὺ κρατήσομεν. τὸ γὰρ ἐν στενῷ ναυμαχεῖν πρὸς ἡμῶν ἐστίν, ἐν δὲ εὐρυχωρίᾳ πρὸς ἐκείνων. Σαλαμὶς δὲ περιγίγνεται, εἰς ἣν ἡμῖν ὑπέκκεινται παῖδές τε καὶ γυναῖκες. καὶ μὴν καὶ τόδε ἐν τούτοις ἔνεστιν, οὗ καὶ ἔχεσθε μάλιστα· ὁμοίως αὐτοῦ τε μένων ναυμαχήσεις πρὸ τῆς Πελοποννήσου καὶ πρὸς τῷ Ἰσθμῷ, οὐδ᾽ αὐτούς, εἰ εὖ φρονεῖς, ἄξεις ἐπὶ τὴν Πελοπόννησον.
4 “Ἐὰν δέ γε ἃ ἐγὼ ἐλπίζω γένηται καὶ νικήσωμεν ταῖς ναῦσιν, οὔτε ὑμῖν εἰς τὸν Ἰσθμὸν παρέσονται οἱ βάρβαροι, οὔτε προβήσονται εἰς τὴν Ἀττικήν, ἀπίασί τε οὐδενὶ κόσμῳ. Μεγάροις τε περιγιγνομένοις κερδανοῦμεν καὶ Αἰγίνῃ καὶ Σαλαμῖνι, ἐν ᾗ ἡμῖν καὶ λόγιόν ἐστι τῶν ἐχθρῶν νικήσειν. τὰ μὲν οὖν εἰκότα βουλευομένοις καὶ τοιαῦτα φιλεῖ γίγνεσθαι, τὰ δὲ μὴ βουλευομένοις οὐκ ἐθέλει οὐδὲ ὁ θεὸς προσχωρεῖν πρὸς τὰς ἀνθρωπείας γνώμας.”

5 An angry discussion. Eurybiades gives way. Portents

1 Ταῦτα λέγοντος Θεμιστοκλέους, αὖθις ὁ Κορίνθιος Ἀδείμαντος ἐπεφέρετο· σιγᾶν τε ἐκέλευεν ᾧ μή ἐστι πατρίς, οὐδὲ Εὐρυβιάδην εἴα ἐπιψηφίζειν ἀπόλει ἀνδρί. τοῦτο δὲ ἔλεγεν, ὅτι κατείχοντο αἱ Ἀθῆναι. τότε δὴ ὁ Θεμιστοκλῆς ἐκεῖνόν τε καὶ τοὺς Κορινθίους πολλὰ καὶ κακὰ ἔλεγεν. ἐδήλου τε ὡς ἑαυτοῖς εἴη καὶ πόλις καὶ γῆ μείζων ἢ ἐκείνοις, ἕως ἂν διακόσιαι νῆες σφίσιν ὦσι πεπληρωμέναι. σημαίνων δὲ ταῦτα τῷ λόγῳ διέβαινεν εἰς Εὐρυβιάδην, λέγων σπουδαιότερον·
2 “Σὺ εἰ μενεῖς αὐτοῦ καὶ μένων ἔσει ἀνὴρ ἀγαθός,—εἰ δὲ μή, ἀνατρέψεις τὴν Ἑλλάδα. τὸ πᾶν γὰρ τοῦ πολέμου ἡμῖν φέρουσιν αἱ νῆες. ἀλλ᾽ ἐμοὶ πείθου. εἰ δὲ ταῦτα μὴ ποιήσεις, ἡμεῖς μέν, ὡς ἔχομεν, ἀναλαβόντες τοὺς οἰκέτας κομιούμεθα εἰς Σῖριν τὴν ἐν Ἰταλίᾳ, ἣ ἡμετέρα ἐστὶν ἐκ παλαιοῦ· καὶ τὰ λόγια λέγει ὑφ’ ἡμῶν αὐτὴν δεῖν οἰκισθῆναι. ὑμεῖς δὲ συμμάχους τοιούσδε ἀπολέσαντες μνησθήσεσθε τῶν ἐμῶν λόγων.”
3 Ταῦτα δὲ Θεμιστοκλέους λέγοντος, ἀνεδιδάσκετο Εὐρυβιάδης, φοβούμενος, ὡς δοκεῖ μοι, μάλιστα τοὺς Ἀθηναίους, μὴ ἑαυτοὺς ἀπολίπωσιν, ἐὰν πρὸς τὸν Ἰσθμὸν ἀνάγῃ τὰς ναῦς. ἀπολιπόντων γὰρ Ἀθηναίων, οὐκέτι ἐγίγνοντο ἀξιόμαχοι οἱ λοιποί. ταύτην δὲ αἱρεῖται τὴν γνώμην, αὐτοῦ μένοντας διαναυμαχεῖν. οὕτω μὲν οἱ περὶ Σαλαμῖνα λόγοις ἀκροβολισάμενοι, ἐπεὶ Εὐρυβιάδῃ ἔδοξεν, αὐτοῦ παρεσκευάζοντο ὡς ναυμαχήσοντες. ἅμα τε τῷ ἡλίῳ ἀνιόντι σεισμὸς ἐγένετο ἔν τε τῇ γῇ καὶ ἐν τῇ θαλάττῃ. ἔδοξε δὲ αὐτοῖς εὔξασθαι τοῖς θεοῖς καὶ ἐπικαλέσασθαι τοὺς Αἰακίδας συμμάχους. ἔφη δὲ Δικαῖος ἀνὴρ Ἀθηναῖος, ὃς ἔτυχε τότε ὢν ἅμα Δημαράτῳ, ἰδεῖν κονιορτὸν χωροῦντα ἀπὸ Ἐλευσῖνος ὡς ἀνδρῶν μάλιστα τρισμυρίων, καὶ φωνῆς ἀκούειν, καὶ ἑαυτῷ φαίνεσθαι τὴν φωνὴν εἶναι τὸν μυστικὸν Ἴακχον. Δημαράτῳ δὲ ἐρωτῶντι ὅ τι τὸ φθεγγόμενον εἴη εἶπεν· “Οὐκ ἔστιν ὅπως οὐ μέγα τι κακὸν ἔσται τῇ βασιλέως στρατιᾷ. θεῖον γὰρ τὸ φθεγγόμενον, ἀπὸ Ἐλευσῖνος ἰὸν εἰς τιμωρίαν Ἀθηναίοις τε καὶ τοῖς συμμάχοις.” ἐκ δὲ τοῦ κονιορτοῦ ἐγένετο νέφος καὶ μετέωρον ἐφέρετο ἐπὶ Σαλαμῖνος ἐπὶ τὸ στρατόπεδον τὸ τῶν Ἑλλήνων.

6 Persian council of war. Advice of Queen Artemisia

1 Οἱ δὲ εἰς τὸν Ξέρξου ναυτικὸν στρατὸν ταχθέντες ἔπλεον δι’ Εὐρίπου καὶ ἐγένοντο ἐν Φαλήρῳ. ἐνταῦθα δὴ κατέβη αὐτὸς Ξέρξης ἐπὶ τὰς ναῦς, βουλόμενος πυθέσθαι τῶν ἐπιπλεόντων τὰς γνώμας. οἱ μὲν δὴ ἄλλοι κατὰ ταὐτὸ γνώμην ἔλεγον, κελεύοντες ναυμαχίαν ποιεῖσθαι. Ἀρτεμισία δὲ τὰδε ἔφη·
2 “Δέσποτα, τὴν γνώμην με δίκαιόν ἐστιν ἀποδείκνυσθαι, ἃ τυγχανω φρονοῦσα ἄριστα εἰς πράγματα τὰ σά. καὶ τάδε λέγω· φείδου τῶν νεών, μηδὲ ναυμαχίαν ποιοῦ. οἱ γὰρ ἄνδρες τῶν σῶν ἀνδρῶν κρείττονες τοσοῦτό εἰσι κατὰ θάλατταν, ὅσον ἄνδρες γυναικῶν. τί δὲ πάντως δεῖ σε ναυμαχίαις κινδυνεύειν; οὐκ ἔχεις μὲν τὰς Ἀθήνας, ἔχεις δὲ τὴν ἄλλην Ἑλλάδα; ἐμποδὼν δέ σοι ἵσταται οὐδείς.
3 “Ὡς δὲ ἐγὼ νομίζω ἀποβήσεσθαι τὰ τῶν πολεμίων πράγματα, τοῦτο φράσω· ἐὰν μὲν μὴ ἐπειχθῇς ναυμαχίαν ποιούμενος, ἀλλὰ τὰς ναῦς αὐτοῦ ἔχῃς πρὸς γῇ μένων, ἢ καὶ προβαίνων εἰς τὴν Πελοπόννησον, ῥᾳδίως σοί, δέσποτα, χωρήσει ἃ ἐννοούμενος ἥκεις. οὐ γὰρ οἷοί τέ εἰσι πολὺν χρόνον σοι ἀντέχειν οἱ Ἕλληνες· ἀλλὰ διασκεδᾷς αὐτούς, κατὰ πόλεις δὲ ἕκαστοι ἀποφεύξονται. οὔτε γὰρ σῖτος πάρεστιν αὐτοῖς ἐν τῇ νήσῳ, ὡς ἐγὼ πυνθάνομαι, οὔτε μελήσει αὐτοῖς πρὸ τών Ἀθηναίων ναυμαχεῖν. εἰ δὲ αὐτίκα ναυμαχήσεις, φοβοῦμαι μὴ ὁ ναυτικὸς στρατὸς κακωθεὶς τὸν πεζὸν προσαπολέσῃ.”

7 Movement of the Persian ships and land forces

1 Ἐπεὶ δὲ αἱ γνῶμαι ἠνέχθησαν εἰς Ξέρξην, μάλιστα ἥσθη τῇ γνώμῃ τῆς Ἀρτεμισίας· καὶ νομίζων ἔτι πρότερον σπουδαίαν εἶναι, τότε πολλῷ μᾶλλον ἐπῄνει. ὅμως δὲ τοῖς πλείοσι πείθεσθαι ἐκέλευε, τάδε οἰόμενος, πρὸς μὲν Εὐβοίᾳ αὐτοὺς ἐκπλαγῆναι, ὡς οὐ παρόντος αὐτοῦ, τότε δὲ αὐτὸς παρεσκεύαστο θεᾶσθαι ναυμαχοῦντας.
2 Ἐπειδὴ δὲ παρήγγελλον ἀναπλεῖν, ἀνῆγον τὰς ναῦς ἐπὶ τὴν Σαλαμῖνα. τότε μὲν οὖν οὐκ ἐδύναντο ναυμαχίαν ποιεῖσθαι· νὺξ γὰρ ἐπεγίγνετο. οἱ δὲ παρεσκευάζοντο εἰς τὴν ὑστεραίαν. τοὺς δὲ Ἕλληνας εἶχε φόβος, οὐχ ἥκιστα τοὺς ἀπὸ Πελοποννήσου. ἐφοβοῦντο δὲ ὅτι αὐτοὶ μὲν ἐν Σαλαμῖνι καθήμενοι ὑπὲρ γῆς τῆς Ἀθηναίων ναυμαχεῖν ἔμελλον, νικηθέντες δὲ ἐν τῇ νήσῳ πολιορκήσονται.
3 Τῶν δὲ βαρβάρων ὁ πεζὸς ὑπὸ τὴν παροῦσαν νύκτα ἐπορεύετο ἐπὶ τὴν Πελοπόννησον. καίτοι τὰ δυνατὰ πάντα ἐπράχθη ὅπως μὴ κατ’ ἤπειρον εἰσβάλοιεν οἱ βάρβαροι. οἱ γὰρ Πελοποννήσιοι ὠκοδόμουν διὰ τοῦ Ἰσθμοῦ τεῖχος· καὶ λίθοι καὶ πλίνθοι καὶ ξύλα καὶ φορμοὶ ψάμμου πλήρεις ἐφέροντο· καὶ ἡσύχαζον οὐδένα χρόνον οἱ βοηθήσαντες ἐργαζόμενοι, οὔτε νυκτὸς οὔτε ἡμέρας. οἱ δὲ βοηθήσαντες εἰς τὸν Ἰσθμὸν πανδημεὶ οἵδε ἦσαν Ἑλλήνων, Λακεδαιμόνιοι τε καὶ Ἀρκαδες πάντες καὶ Ἠλεῖοι καὶ Κορίνθιοι καὶ Σικυώνιοι καὶ Ἐπιδαύριοι καὶ Φλιάσιοι καὶ Τροιζήνιοι καὶ Ἑρμιονεῖς. οὗτοι μὲν ἐβοηθησαν τῇ Ἑλλάδι κινδυνευούσῃ· τοῖς δὲ ἄλλοις Πελοποννησίοις ἔμελεν οὐδέν.

8 Stratagem of Themistocles and its result

1 Οἱ μὲν δὴ ἐν τῷ Ἰσθμῷ τοιαῦτα ἐποίουν, ἅτε περὶ τοῦ παντὸς δρόμον θέοντες. οἱ δὲ ἐν Σαλαμῖνι, καίπερ ταῦτα πυνθανόμενοι, ἐφοβοῦντο, οὐχ οὕτω περὶ ἑαυτῶν ὡς περὶ τῆς Πελοποννήσου. τέως μὲν δὴ ἀνὴρ ἀνδρὶ παραστὰς σιγῇ λόγον ἐποιεῖτο· θαῦμα γὰρ ἐποιοῦντο τὴν Εὐρυβιάδου ἀβουλίαν. τέλος δὲ πολλὰ σαφῶς περὶ τῶν αὐτῶν ἔλεγον, οἱ μὲν ὡς ἔδει εἰς τὴν Πελοπόννησον ἀποπλεῖν, Ἀθηναῖοι δὲ καὶ Αἰγινῆται καὶ Μεγαρεῖς αὐτοῦ μένοντας ἀμύνεσθαι. ἐνταῦθα δὴ Θεμιστοκλῆς λαθὼν ἐξῆλθεν ἐκ τοῦ συνεδρίου. πέμπει δὲ εἰς τὸ στρατόπεδον τὸ τῶν Μήδων ἄνδρα πλοίῳ, κελεύσας ἃ λέγειν ἔδει· ᾧ ὄνομα μὲν ἦν Σίκιννος, παιδαγωγὸς δὲ ἦν τῶν Θεμιστοκλέους παίδων. ὁ δὲ πλοίῳ ἀφικόμενος ἔλεγε πρὸς τοὺς στρατηγοὺς τῶν βαρβάρων τάδε·
2 “Ἔπεμψέ με ὁ στρατηγὸς τῶν Ἀθηναίων λάθρᾳ τῶν ἄλλων Ἑλλήνων. τυγχάνει γὰρ φρονῶν τὰ βασιλέως καὶ βουλόμενος μᾶλλον τὰ ὑμέτερα νικήσειν ἢ τὰ τῶν Ἑλλήνων πράγματα. οἱ δὴ Ἕλληνες φυγὴν βουλεύονται· καὶ νῦν ὑμεῖς δύνασθε κάλλιστον ἔργον ἐξεργάσασθαι, ἐὰν μὴ περιΐδητε φεύγοντας αὐτούς. οὔτε γὰρ ἀλλήλοις ὁμοφρονοῦσιν οὔτ᾽ ἔτι ἀντιστήσονται ὑμῖν. πρὸς ἑαυτούς τε ὄψεσθε ναυμαχοῦντας τοὺς τὰ ὑμέτερα φρονοῦντας καὶ τοὺς μή.”
3 Ὁ μὲν οὖν ταῦτα σημήνας αὐτοῖς ἐκποδὼν ἀπηλλάττετο· οἱ δέ, ὡς πιστὰ νομίζοντες τὰ ἀγγελθέντα, πρῶτον μὲν εἰς τὴν νησῖδα τὴν Ψυττάλειαν, τὴν κειμένην μεταξὺ Σαλαμῖνός τε καὶ τῆς ἠπείρου, πολλοὺς τῶν Περσῶν ἀπεβίβασαν. ἐπεὶ δὲ ἐγίγνοντο μέσαι νύκτες, ἀνῆγον τὸ ἀφ’ ἑσπέρας κέρας κυκλούμενοι πρὸς τὴν Σαλαμῖνα, κατεῖχον τε μέχρι Μουνυχίας πάντα τὸν πορθμὸν ταῖς ναῦσιν.

9 Debate of the Greek captains. Intervention of Aristeides

1 Τῶν δὲ ἐν Σαλαμῖνι στρατηγῶν πολλὴ ἔρις ἐγίγνετο. οὔπω δὲ ἔγνωσαν ὅτι ἑαυτοὺς ἐκυκλοῦντο ταῖς ναῦσιν οἱ βάρβαροι· ἀλλ’ ὥσπερ τῆς ἡμέρας ἑώρων αὐτοὺς τεταγμένους, ἐνόμιζον κατὰ χώραν εἶναι. συνεστηκότων δὲ τῶν στρατηγῶν, ἐξ Αἰγίνης διέβη Ἀριστείδης ὁ Λυσιμάχου, ἀνὴρ Ἀθηναῖος μέν, ἐξωστρακισμένος δὲ ὑπὸ τοῦ δήμου· ὃν ἐγὼ νομίζω ἄριστον ἄνδρα γενέσθαι Ἀθήνησι καὶ δικαιότατον. οὗτος οὖν ἐλθὼν ἐπὶ τὸ συνέδριον ἐκάλει Θεμιστοκλῆ, ὄντα μὲν ἑαυτῷ οὐ φίλον, ἐχθρὸν δὲ μάλιστα. διὰ δὲ τὸ μέγεθος τῶν παρόντων κακῶν ἐβούλετο αὐτῷ συμμίξαι. ἤδη γὰρ ἤκουσεν ὅτι σπεύδοιεν οἱ ἀπὸ Πελοποννήσου ἀνάγειν τὰς ναῦς πρὸς τὸν Ἰσθμόν. ὡς δὲ ἐξῆλθε Θεμιστοκλῆς, ἔλεγεν Ἀριστείδης τάδε·
2 “Ἡμᾶς δεῖ στασιάζειν ἔν τε τῷ ἄλλῳ χρόνῳ καὶ ἐν τῷδε ὁπότερος ἡμῶν πλείω ἀγαθὰ τὴν πατρίδα ἐργάσεται. λέγω δέ σοι ὅτι ἴσον ἐστὶ πολλά τε καὶ ὀλίγα λέγειν περὶ πλοῦ τοῦ ἐντεῦθεν τῶν Πελοποννησίων. ἐγὼ γὰρ αὐτόπτης σοι λέγω γενόμενος ὅτι νῦν οὐδ᾽ ἐὰν ἐθέλωσιν οἱ Κορίνθιοί τε καὶ αὐτὸς Εὐρυβιάδης οἷοί τε ἔσονται ἐκπλεῦσαι. ἐχόμεθα γὰρ ὑπὸ τῶν πολεμίων κύκλῳ. ἀλλ᾽ εἰσελθὼν αὐτοῖς ταῦτα σήμαινε.”
3 Ὁ δὲ ἀπεκρίνατο τοιάδε·
4 “Χρηστὰ δὴ κελεύεις καὶ εὖ ἤγγειλας. ἃ γὰρ ἐγὼ ἐδεόμην γενέσθαι, αὐτὸς αὐτόπτης γενόμενος ἥκεις. ἴσθι γὰρ ἐξ ἐμοῦ τὰ ποιούμενα ὑπὸ τῶν Μήδων. ἔδει γάρ, ὅτε οὐχ ἑκόντες ἤθελον εἰς μάχην καθίστασθαι οἱ Ἕλληνες, ἄκοντας παραστήσασθαι. σὺ δὲ ἐπεὶ ἥκεις χρηστὰ ἀπαγγέλλων, αὐτὸς ἄγγελλε. ἐὰν γὰρ ἐγὼ ταῦτα λέγω, δόξω πλάσας λέγειν καὶ οὐ πείσω. ἀλλὰ σήμαινε αὐτὸς παρελθὼν ὡς ἔχει. ἐὰν μὲν οὖν πείθωνται, ταῦτα δὴ τὰ κάλλιστα· ἐὰν δὲ αὐτοῖς μὴ πιστὰ γένηται, ὁμοῖον ἡμῖν ἔσται. οὐ γὰρ ἔτι φεύξονται, εἴπερ περιεχόμεθα πανταχόθεν, ὡς σὺ λέγεις.”

10 The beginning of the battle

1 Ταῦτα ἔφη παρελθὼν ὁ Ἀριστείδης, λέγων ἐξ Αἰγίνης ἥκειν καὶ μόλις ἐκπλεῦσαι λαθὼν τοὺς ἐφορμοῦντας· περιέχεσθαι γὰρ πᾶν τὸ στρατόπεδον τὸ Ἑλληνικὸν ὑπὸ τῶν νεῶν τῶν Ξέρξον. παρασκευάζεσθαί τε συνεβούλευεν ὡς ἀμυνουμένους. καὶ ὁ μὲν ταῦτα εἰπὼν μεθεστήκει. οἱ δὲ πλείονες τῶν στρατηγῶν οὐκ ἐπείθοντο. ἀπιστούντων δὲ τούτων, ἧκε τριήρης ἀνδρῶν Τηνίων αὐτομολοῦσα, ἣ δὴ ἔφερε τὴν ἀλήθειαν πᾶσαν. τοῖς δὲ Ἕλλησιν ὡς πιστὰ δὴ τὰ λεγόμενα ἦν, παρεσκευάζοντο ὡς ναυμαχήσοντες. ἕως τε δὴ διέφαινε, καὶ σύλλογον τῶν ἐπιβατῶν ἐποιήσαντο. Θεμιστοκλῆς δὲ ἔλεξε πάντα κρείττω τοῖς ἥττοσιν ἀντιτιθέμενα· καὶ εἰσβαίνειν ἐκέλευεν εἰς τὰς ναῦς. οὗτοι μὲν δὴ εἰσέβαινον, καὶ ἧκεν ἡ ἀπ’ Αἰγίνης τριήρης, ἣ περὶ τῶν Αἰακιδῶν ἀπεδήμησεν. ἐνταῦθα ἀνῆγον τὰς ναῦς ἁπάσας οἱ Ἕλληνες.
2 Ἀνάγουσι δὲ αὐτίκα ἐπέκειντο οἱ βάρβαροι. οἱ μὲν δὴ ἄλλοι Ἕλληνες πρύμναν ἀνεκρούοντο καὶ ὤκελλον τὰς ναῦς. Ἀμεινίας δὲ ἀνὴρ Ἀθηναῖος νηῒ ἐμβάλλει. συμπλακείσης δὲ τῆς νεὼς καὶ οὐ δυναμένων ἀπαλλαγῆναι, οὕτω δὴ οἱ ἄλλοι Ἀμεινίᾳ βοηθοῦντες συνέμιξαν. Ἀθηναῖοι μὲν οὕτω λέγουσι τῆς ναυμαχίας γενέσθαι τὴν ἀρχήν·
3 Αἰγινῆται δὲ τὴν περὶ τῶν Αἰακιδῶν ἀποδημήσασαν εἰς Αἴγιναν, ταύτην εἶναι τὴν ἄρξασαν. λέγεται δὲ καὶ ταδε, ὡς φάσμα γυναικὸς αὐτοῖς, ἐφάνη, φανεῖσα δὲ ὠνείδισε ταδε, ὥστε καὶ ἅπαν ἀκοῦσαι τὸ τῶν Ἑλλήνων στρατόπεδον· “Ὦ δαιμόνιοι, πόσον χρόνον ἔτι πρύμναν ἀνακρούεσθε;” κατὰ μὲν δὴ Ἀθηναίους ἐτάχθησαν Φοίνικες (οὗτοι γὰρ εἶχον τὸ πρὸς Ἐλευσῖνός τε καὶ ἑσπέρας κέρας), κατὰ δὲ Λακεδαιμονίους Ἴωνες· οὗτοι δὲ εἶχον τὸ πρὸς τὴν ἕω τε καὶ τὸν Πειραιᾶ. τὸ δὲ πλῆθος τῶν νεῶν τῶν βαρβάρων ἀπώλετο, αἱ μὲν ὑπ᾽ Ἀθηναίων διαφθειρόμεναι, αἱ δὲ ὑπ᾽ Αἰγινητῶν. τῶν μὲν γὰρ Ἑλλήνων κατὰ τάξιν ναυμαχούντων, τῶν δὲ βαρβάρων οὐ τεταγμένων ἔτι οὔτε φρονίμως ποιούντων οὐδέν, ἔμελλε τοιοῦτον αὐτοῖς συνοίσεσθαι οἷον ἀπέβη. καίτοι ἦσάν γε ταύτην τὴν ἡμέραν πολλῷ ἀμείνονες ἑαυτῶν ἢ πρὸς Εὐβοίᾳ, πᾶς τις προθυμούμενος καὶ φοβούμενος Ξέρξην· ᾤετο δὲ ἕκαστος ἑαυτὸν θεάσεσθαι βασιλέα.

11 Prowess of Queen Artemisia

1 Ἐπεὶ δὲ εἰς θόρυβον πολὺν ἦλθε τὰ βασιλέως πράγματα, ἐν τούτῳ τῷ καιρῷ ἡ ναῦς ἡ Ἀρτεμισίας ἐδιώκετο ὑπὸ νεὼς Ἀττικῆς· καὶ οὐκ εἶχε διαφυγεῖν· πρόσθεν γὰρ αὐτῆς ἦσαν ἄλλαι νῆες φίλιαι, ἡ δ᾽ αὐτῆς πρὸς τῶν πολεμίων μάλιστα ἐτύγχανεν οὖσα. ἔδοξεν οὖν αὐτῇ τόδε ποιῆσαι, ὃ καὶ σύμφορον ἐγένετο ποιησάσῃ. διωκομένη γὰρ ὑπὸ τῆς Ἀττικῆς, ἐνέβαλε νηῒ φιλίᾳ. ὡς δὲ καὶ κατέδυσεν αὐτήν, εὐτυχίᾳ χρησαμένη διπλάσια ἑαυτὴν ἀγαθὰ ἐποίησεν. ὅ τε γὰρ τῆς Ἀττικῆς νεὼς τριήραρχος, ὡς εἶδεν ἐμβάλλουσαν νηῒ ἀνδρῶν βαρβάρων, νομίσας τὴν ναῦν τὴν Ἀρτεμισίας ἢ Ἑλληνίδα εἶναι ἢ αὐτομολεῖν ἐκ τῶν βαρβάρων καὶ αὐτοῖς ἀμύνειν, ἀποστρέψας πρὸς ἄλλας ἐτράπετο. οὕτως οὖν συνέβη αὐτῇ ὥστε διαφυγεῖν τε καὶ μὴ ἀπολέσθαι. λέγεται δὲ βασιλέα θεώμενον μαθεῖν τὴν ναῦν τὴν ἐμβαλοῦσαν, καί τινα εἰπεῖν τῶν παρόντων· “Δέσποτα, ὁρᾷς Ἀρτεμισίαν, ὡς εὖ ἀγωνίζεται καὶ ναῦν τῶν πολεμίων κατέδυσε.” καὶ ἐρωτῶντι εἰ ἀληθῶς ἐστὶ Ἀρτεμισίας τὸ ἔργον ἔφασαν, σαφῶς τὸ ἐπίσημον τῆς νεὼς ἐπιστάμενοι. τὴν δὲ δια· φθαρεῖσαν ἠπίσταντο εἶναι πολεμίαν. Ξέρξην δὲ εἰπεῖν λέγεται· “Οἱ μὲν ἄνδρες γεγόνασί μοι γυναῖκες, αἱ δὲ γυναῖκες ἄνδρες.”

12 title Defeat and flight of the Persians

 title Defeat and flight of the Persians
1 Ἐν δὲ τῇ ναυμαχίᾳ ἀπέθανον πολλοὶ καὶ ὀνομαστοὶ Περσῶν καὶ Μήδων καὶ τῶν ἄλλων συμμάχων, ὀλίγοι τέ τινες καὶ Ἑλλήνων· ἅτε γὰρ νεῖν ἐπιστάμενοι οἷς αἱ νῆες διεφθείροντο, μὴ ἐν χερσὶν ἀπολλύμενοι, εἰς τὴν Σαλαμῖνα ἐσῳζοντο. τῶν δὲ βαρβάρων οἱ πολλοὶ ἐν τῇ θαλάττῃ διεφθάρησαν, νεῖν οὐκ ἐπιστάμενοι. ἐπεὶ δὲ αἱ πρῶται εἰς φυγὴν ἐτράποντο, ἐνταῦθα αἱ πλεῖσται διεφθείροντο. οἱ γὰρ ὄπισθει τεταγμένοι, εἰς τὸ πρόσθεν ταῖς ναῦσι παριέναι πειρώμενοι, ὡς ἀποδειξόμενοί τι καὶ αὐτοὶ ἔργον βασιλεῖ, ταῖς σφετέραις ναῦσι φευγούσαις περιέπιπτον. ὁπότε γάρ τινα ἴδοι Ξέρξης τῶν ἑαυτοῦ ἔργον τι ἀποδεικνύμενον ἐν τῇ ναυμαχίᾳ, καθήμενος ὑπὸ τῷ ὄρει τῷ ἐναντίῳ Σαλαμῖνος, ἐπυνθάνετο τὸν ποιήσαντα· καὶ οἱ γραμματισταὶ ἀνέγραφον πατρόθεν τὸν τριήραρχον καὶ τὴν πόλιν.
2 Τῶν δὲ βαρβάρων εἰς φυγὴν τραπομένων καὶ ἐκπλεόντων πρὸς τὸ Φάληρον, Αἰγινῆται ὑπο στάντες ἐν τῷ πορθμῷ ἔργα ἀπεδείξαντο λόγου ἄξια. οἱ μὲν γὰρ Ἀθηναῖοι ἐν τῷ θορύβῳ ἠφάνιζον τάς τε ἀνθισταμένας καὶ τὰς φευγούσας τῶν νεῶν, οἱ δὲ Αἰγινῆται τὰς ἐκπλεούσας. ὁπότε δέ τινες τοὺς Ἀθηναίους διαφεύγοιεν, φερόμενοι εἰσέπιπτον εἰς τοὺς Αἰγινήτας. οἱ δὲ βάρβαροι, ὧν αἱ νῆες περιεγένοντο, φεύγοντες ἦλθον εἰς Φάληρον ὑπὸ τὸν πεζὸν στρατόν.

13 The services of Aegina and Athens

1 Ἐν δὲ τῇ ναυμαχίᾳ ταύτῃ ἤκουσαν Ἑλλήνων ἄριστα Αἰγινῆται, δεύτερον δὲ Ἀθηναῖοι, ἀνδρῶν δὲ Πολύκριτος ὁ Αἰγινήτης καὶ Ἀθηναῖοι Εὐμένης τε καὶ Ἀμεινίας, ὃς καὶ Ἀρτεμισίαν ἐπεδίωξεν. εἰ μὲν οὖν ἔμαθεν ὅτι ἐν ταύτῃ πλέοι Ἀρτεμισία, οὐκ ἂν ἐπαύσατο πρὶν εἷλεν αὐτὴν ἢ καὶ αὐτὸς ἑάλω. τοῖς γὰρ Ἀθηναίων τριηράρχοις ἆθλον ἔκειτο μύριαι δραχμαί, ὃς ἂν αὐτὴν ζῳὴν ἕλῃ. δεινὸν γάρ τι ἐποιοῦντο γυναῖκα ἐπὶ τὰς Ἀθήνας στρατεύεσθαι. αὕτη μὲν δή, ὡς πρότερον εἴρηται, διέφυγεν.
2 Ἀδείμαντον δὲ τὸν Κορίνθιον στρατηγὸν λέγουσιν Ἀθηναῖοι αὐτίκα κατ᾽ ἀρχάς, ὡς συνέμιξαν αἱ νῆες, ἐκπλαγέντα καὶ τὰ ἱστία ἀράμενον οἴχεσθαι φεύγοντα· ἰδόντας δὲ τοὺς Κορινθίους τὴν στρατηγίδα φεύγουσαν ὡσαύτως οἴχεσθαι. οὐ μέντοι Κορίνθιοί γε ὁμολογοῦσιν, ἀλλ’ ἐν πρώτοις αὐτοὶ τῆς ναυμαχίας νομίζουσι γενέσθαι· μαρτυρεῖ δὲ αὐτοῖς καὶ ἡ ἄλλη Ἑλλάς.
3 Ἀριστείδης δὲ ἀνὴρ Ἀθηναῖος, οὗ καὶ ὀλίγῳ πρότερον ἐπεμνήσθην ὡς ἀνδρὸς ἀρίστου, ἐν τῷ θορύβῳ τούτῳ τῷ περὶ Σαλαμῖνα γενομένῳ τάδε ἐποίει· παραλαβὼν πολλοὺς τῶν ὁπλιτῶν, οἳ παρετάχθησαν παρὰ τὴν Σαλαμινίαν χώραν, γένος ὄντες Ἀθηναῖοι, εἰς τὴν Ψυττάλειαν νῆσον ἀπέβησεν ἄγων. οἱ δὲ τοὺς Πέρσας τοὺς ἐν τῇ νησῖδι ταύτῃ ἀπέκτειναν πάντας.
4 Ὡς δὲ ἡ ναυμαχία διελέλυτο, ἄγοντες εἰς τὴν Σαλαμῖνα οἱ Ἕλληνες τῶν ναυαγίων ὅσα ταύτῃ ἐτύγχανεν ἔτι ὄντα, ἑτοῖμοι ἦσαν εἰς ἄλλην ναυμαχίαν, ἐλπίζοντες ταῖς περιούσαις ναῦσιν ἔτι χρήσεσθαι βασιλέα. τῶν δὲ ναυαγίων πολλὰ ὑπολαβὼν ἄνεμος ζέφυρος ἔφερεν ἐπὶ τὴν Ἀττικήν.

14 Alarm of Xerxes. Message to Susa

1 Ξέρξης δέ, ὡς ἔμαθε τὸ γεγονὸς πάθος, φοβούμενος μὴ ἀποληφθεὶς ἐν τῇ Εὐρώπῃ ἀπολέσθαι κινδυνεύσῃ, φυγὴν ἐβούλευε. εἰς δὲ τὴν Σαλαμῖνα χῶμα ἐπειρᾶτο ποιεῖν, γαυλούς τε συνέδει, ἵνα ἀντὶ σχεδίας ὦσι καὶ τείχους· παρεσκευάζετό τε εἰς πόλεμον, ὡς ναυμαχίαν ἄλλην ποιησόμενος· ὁρῶντες δὲ αὐτὸν πάντες οἱ ἄλλοι ταῦτα πράττοντα, εὖ ἠπίσταντο ὡς παντελῶς παρεσκεύασται μένων πολεμεῖν. Μαρδόνιον δὲ οὐδὲν τούτων ἐλάνθανεν, ὡς μάλιστα ἔμπειρον ὄντα τῆς ἐκείνου διανοίας. ταῦτά τε ἅμα Ξέρξης ἐποίει, καὶ ἔπεμπεν εἰς Πέρσας ἀγγελοῦντα τὴν παροῦσαν συμφοράν.
2 Τούτων δὲ τῶν ἀγγέλων ἔστιν οὐδὲν ὅ τι θᾶττον παραγίγνεται θνητὸν ὄν· οὕτω τοῖς Πέρσαις ἐξεύρηται τοῦτο. ὅσων γὰρ ἂν ἡμερῶν ᾖ ἡ πᾶσα ὁδός, τοσοῦτοι ἵπποι καὶ ἄνδρες διεστᾶσι, καθ᾽ ἡμέραν ἑκάστην ἵππος τε καὶ ἀνὴρ τεταγμένος· οὓς οὐ νιφετός, οὐκ ὄμβρος, οὐ καῦμα, οὐ νὺξ εἴργει μὴ οὐ ποιεῖν τὸν προκείμενον ἑαυτῷ δρόμον τὴν ταχίστην. διεξέρχεται γὰρ τὰ παραδιδόμενα ὥσπερ τοῖς Ἕλλησιν ἡ λαμπαδηφορία.
3 Ἡ μὲν δὴ πρώτη εἰς Σοῦσα ἀγγελία ἀφικομένη, το ὡς ἔχοι Ἀθήνας Ξέρξης, ἔτερψεν οὕτω δὴ Περσῶν τοὺς ἀπολειφθέντας, ὥστε τὰς ὁδοὺς μυρσίναις πάσας ἐστόρεσαν καὶ ἔκαιον θυμιάματα, καὶ αὐτοὶ ἦσαν ἐν πᾶσιν ἀφθόνοις. ἡ δὲ δευτέρα ἀγγελία ἐπεξελθοῦσα οὕτω συγχεῖ αὐτούς, ὥστε τοὺς χιτῶνας κατέρρηξαν πάντες, βοῇ τε καὶ οἰμώγῃ ἐχρῶντο πλείστῃ δή, Μαρδόνιον αἰτιώμενοι. οὐχ οὕτω δὲ περὶ τῶν νεῶν ἀχθόμενοι ταῦτα οἱ Πέρσαι ἐποίουν, ὡς περὶ αὐτοῦ Ξέρξου φοβούμενοι.

15 The plans of Mardonius and of Artemisia

1 Mαρδόνιος δὲ ὁρῶν μὲν Ξέρξην συμφορὰν μὲν μεγάλην ἐκ τῆς ναυμαχίας ποιούμενον, ὑποπτεύων δὲ αὐτὸν φυγὴν βουλεύειν ἐκ τῶν Ἀθηνῶν, καὶ φροντίζων ὡς αὐτὸς δώσει δίκην, ἔλεξε τάδε·
2 “Δέσποτα, μήτε λυποῦ μήτε συμφορὰν μηδεμίαν μεγάλην ποιοῦ τοῦδε τοῦ γεγονότος ἕνεκα πράγματος. οὐ γὰρ ξύλων ἀγὼν ὁ τὸ πᾶν φέρων ἐστὶν ἡμῖν, ἀλλ᾽ ἀνδρῶν τε καὶ ἵππων. εἰ μὲν οὖν δοκεῖ, αὐτίκα πειρώμεθα τῆς Πελοποννήσου· εἰ δὲ καὶ δοκεῖ ἐπέχειν, ἔξεστι ποιεῖν τοῦτο. εἰ δὲ ἄρα σοὶ βεβούλευται ἀπάγειν τὴν στρατιάν, ἄλλην ἔχω βουλήν. σὺ Πέρσας, βασιλεῦ, μὴ ποιήσῃς καταγελάστους γενέσθαι Ἕλλησιν. οὐδὲν γὰρ ἐν τοῖς Πέρσαις ἀπώλετο τῶν πραγμάτων. εἰ δὲ Φοίνικές τε καὶ Αἰγύπτιοι καὶ Κύπριοι καὶ Κίλικες κακοὶ ἐγένοντο, οὐδὲν πρὸς Πέρσας τοῦτο προσήκει τὸ πάθος. ἐμοὶ οὖν πείθου· εἴ σοι δέδοκται μὴ μένειν, τῆς στρατιᾶς ἄπαγε τὸ πολύ· ἐμὲ δέ σοι δεῖ τὴν Ἑλλάδα παρασχεῖν δεδουλωμένην, τριάκοντα μυριάδας τοῦ στρατοῦ ἀπολεξάμενον.”
3 Ταῦτα ἀκούσας Ξέρξης ὡς ἐκ κακῶν ἥσθη, πρὸς δὲ Μαρδόνιον βουλευσάμενος ἔφη ἀποκρίνασθαι ἄν. ἔδοξε δὲ αὐτῷ καὶ Ἀρτεμισίαν μεταπέμπεσθαι, ὅτι πρότερον ἐφαίνετο μόνη γιγνώσκουσα ὅ τι ποιητέον. ἐπεὶ δὲ ἦλθε, μεταστησάμενος τοὺς ἄλλους ἐκέλευεν αὐτὴν συμβουλεύειν. ἡ δὲ λέγει τάδε·
4 “Βασιλεῦ, χαλεπὸν μέν ἐστι συμβούλῳ τυχεῖν τὰ ἄριστα λέγοντι· ἐπὶ μέντοι τοῖς παροῦσι πράγμασι δοκεῖ μοι αὐτὸν σὲ ἀπελαύνειν ὀπίσω, Μαρδόνιον δέ, εἰ ὑποδέχεται ταῦτα ποιήσειν, αὐτοῦ καταλιπεῖν μεθ᾽ ὧν βούλεται. ἐὰν μὲν γὰρ αὐτῷ προχωρήσῃ ἃ λέγει, σὸν τὸ ἔργον, ὦ δέσποτα, γίγνεται. ἐὰν δὲ τὰ ἐναντία τῆς Μαρδονίου γνώμης γένηται, οὐδεμία συμφορὰ μεγάλη ἔσται, σοῦ περιόντος. πολλοὺς γὰρ πολλάκις ἀγῶνας δραμοῦνται περὶ ἑαυτῶν οἱ Ἕλληνες. Μαρδονίου δέ, ἐάν τι πάθῃ, λόγος οὐδεὶς γίγνεται.”
5 Ἥσθη δὴ τῇ συμβουλίᾳ Ξέρξης. λέγουσα γὰρ ἐτύγχανεν ἃ αὐτὸς ἐβούλετο. οὐδὲ γὰρ εἰ πάντες καὶ πᾶσαι συνεβούλευον αὐτῷ μένειν, ἔμενεν ἄν, ὡς ἐμοὶ δοκεῖ· οὕτως ἐφοβεῖτο. ἐπαινέσας δὲ Ἀρτεμισίαν ἀποστέλλει αὐτὴν ἄγουσαν αὐτοῦ τοὺς παῖδας εἰς Ἔφεσον.
6 Τῆς δὲ νυκτός, κελεύσαντος βασιλέως, τὰς ναῦς οἱ στρατηγοὶ ἐκ τοῦ Φαλήρου ἀπῆγον εἰς τὸν Ἑλλήσποντον, ὡς τάχους εἶχεν ἕκαστος, φυλαξούσας τὰς σχεδίας πορευθῆναι βασιλεῖ. ἐπεὶ δὲ ἐγγὺς ἦσαν Ζωστῆρος πλέοντες οἱ βάρβαροι — ἀνατείνουσι γὰρ ἄκραι λεπταὶ τῆς ἠπείρου — ταύτας ἐνόμιζον ναῦς εἶναι, καὶ ἔφευγον ἐπὶ πολύ. χρόνῳ δὲ μαθόντες ὅτι οὐ νῆες εἶεν, ἀλλ’ ἄκραι, συλλεχθέντες ἐκομίζοντο.

16 The crafty tactics of Themistocles

1 Ὡς δὲ ἔμαθεν ὅτι οὐ πείσει τούς γε πολλοὺς πλεῖν εἰς τὸν Ἑλλήσποντον ὁ Θεμιστοκλῆς, μεταβαλὼν πρὸς τοὺς Ἀθηναίους, ἔλεγε τάδε·
2 “Ἡμεῖς, ὦ ἄνδρες — εὕρημα γὰρ εὑρήκαμεν, νέφος τοσοῦτο ἀνθρώπων ἀπωθοῦντες — μὴ διώκωμεν φεύγοντας. τάδε γὰρ οὐχ ἡμεῖς διεπράξαμεθα, ἀλλὰ θεοί τε καὶ ἥρωες, οἳ ἐφθόνησαν ἄνδρα ἕνα τῆς τε Ἀσίας καὶ τῆς Εὐρώπης βασιλεύειν ὄντα ἀνόσιόν τε καὶ ὑβριστήν· ὃς καὶ τὴν θάλατταν ἐμαστίγωσε καὶ πέδας αὐτῇ ἐπέθηκεν. καλῶς οὖν ἔχει εἰς τὸ παρὸν ἡμῖν ἐν τῇ Ἑλλάδι μένειν. ἅμα δὲ τῷ ἦρι πλέωμεν ἐπὶ Ἑλλησπόντου καὶ Ἰωνίας.”
3 Ταῦτα ἔλεγεν, ἵνα, ἐὰν ἄρα τι ἑαυτὸν καταλαμβάνῃ πρὸς Ἀθηναίων πάθος, ἔχῃ ἀποστροφήν· ὃ καὶ ἐγένετο. ταῦτα οὖν λέγων διέβαλλεν· Ἀθηναῖοι δὲ ἐπείθοντο. αὐτίκα δὲ ὁ Θεμιστοκλῆς ἄνδρας ἀπέπεμπεν ἔχοντας πλοῖον· οἷς ἐπίστευε σιγᾶν, εἰς πᾶσαν βάσανον ἀφικομένοις, ἃ αὐτὸς ἐκέλευε βασιλεῖ λέγειν. ὧν καὶ Σίκιννος ὁ οἰκέτης αὖθις ἐγένετο. οἵ, ἐπεὶ ἦλθον πρὸς τὴν Ἀττικήν, οἱ μὲν ἔμενον ἐπὶ τῷ πλοίῳ, Σίκιννος δὲ ἀναβὰς πρὸς Ξέρξην ἔλεγε τάδε· “Ἔπεμψέ με Θεμιστοκλῆς, στρατηγὸς τῶν Ἀθηναίων, λέξοντα ὅτι αὐτὸς σοὶ βουλόμενος ὑπουργεῖν κάτεσχε τοὺς Ἕλληνας τὰς ναῦς βουλομένους διώκειν καὶ τὰς ἐν Ἑλλησπόντῳ γεφύρας λύειν. καὶ νῦν καθ᾽ ἡσυχίαν κομίζου.”

17 Siege of Andros. Escape of Xerxes to Asia

1 Οἱ δὲ Ἕλληνες, ἐπεὶ ἔδοξεν αὐτοῖς μήτε διώκειν ἔτι πορρωτέρω τῶν βαρβάρων τὰς ναῦς, μήτε πλεῖν πρὸς τὸν Ἑλλήσποντον λύσοντας τὸν πόρον, τὴν Ἄνδρον ἐπολιόρκουν. πρῶτοι γὰρ Ἄνδριοι νησιωτῶν αἰτηθέντες ὑπὸ Θεμιστοκλέους χρήματα οὐκ ἔδωκαν· ἀλλὰ λέγοντος αὐτοῦ ὡς ἥκοιεν Ἀθηναῖοι ἔχοντες δύο θεοὺς μεγάλους, Πειθώ τε καὶ Ἀνάγκην, ἀπεκρίναντο, θεῶν ἀχρήστων αὐτοὶ ἐπήβολοι ὄντες, Πενίας τε καὶ Ἀπορίας, οὐ δώσειν χρήματα. οὗτοι μὲν δὴ ταῦτα ἀποκρινάμενοι καὶ οὐ δόντες χρήματα ἐπολιορκοῦντο. Θεμιστοκλῆς δέ, ἐξ Ἄνδρου ὁρμώμενος, χρήματα παρὰ νησιωτῶν συνέλεγε λάθρᾳ τῶν ἄλλων στρατηγῶν.
2 Οἱ δὲ ἀμφὶ Ξέρξην ἐπισχόντες ὀλίγας ἡμέρας μετὰ τὴν ναυμαχίαν ἐξήλαυνον εἰς Βοιωτοὺς τὴν αὐτὴν ὁδόν. ἔδοξε γὰρ Μαρδονίῳ ἅμα μὲν προπέμψαι βασιλέα, ἅμα δὲ ἀωρίαν εἶναι τοῦ ἔτους πολεμεῖν, χειμάσαι δὲ ἄμεινον εἶναι ἐν Θετταλίᾳ, καὶ ἔπειτα ἅμα τῷ ἦρι πειρᾶσθαι τῆς Πελοποννήσου. Ξέρξης δὲ Μαρδόνιον ἐν Θετταλίᾳ καταλιπών, αὐτὸς ἐπορεύετο κατὰ τάχος εἰς τὸν Ἑλλήσποντον· καὶ ἀφίκετο εἰς τὸν πόρον ἐν πέντε καὶ τετταράκοντα ἡμέραις, ἀπάγων τῆς στρατιᾶς οὐδὲν μέρος ὡς εἰπεῖν. λοιμὸς γὰρ ἐπιλαβὼν πολλοὺς καθ᾽ ὁδὸν διέφθειρεν. οἱ δὲ λοιποὶ τὸν Ἑλλήσποντον ταῖς ναυσὶ διέβησαν εἰς Ἄβυδον· τὰς γὰρ σχεδίας οὐχ εὗρον ἔτι ἐντεταμένας, ἀλλ’ ὑπὸ χειμῶνος διαλελυμένας.

18 Division of the spoil. Honours for Themistocles

1 Οἱ δὲ Ἕλληνες, ἐπεὶ οὐχ οἷοί τε ἦσαν ἑλεῖν τὴν Ἄνδρον, τραπόμενοι εἰς Κάρυστον καὶ δῃώσαντες αὐτῶν τὴν χώραν, ἀπηλλάττοντο εἰς Σαλαμῖνα. πρῶτα μὲν οὖν τοῖς θεοῖς ἐξεῖλον ἀκροθίνια. τὴν δὲ λείαν διελόμενοι ἔπλεον οἱ Ἕλληνες εἰς τὸν Ἰσθμόν, ἀριστεῖα δώσοντες τῷ ἀξιωτάτῳ γενομένῳ ἐν τῷ πολέμῳ τούτῳ. ὡς δὲ ἀφικόμενοι οἱ στρατηγοὶ διενέμοντο τὰς ψήφους ἐπὶ τῷ βωμῷ τοῦ Ποσειδῶνος, τὸν πρῶτον καὶ τὸν δεύτερον κρίνοντες ἐκ πάντων, ἐνταῦθα πᾶς τις αὐτῶν ἑαυτῷ ἐτίθετο τὴν ψῆφον, αὐτὸς ἕκαστος δοκῶν ἄριστος γενέσθαι· δεύτερον δὲ οἱ πολλοὶ ὡμολόγουν Θεμιστοκλῆ κρίνοντες. οἱ μὲν δὴ ἐμονοῦντο· Θεμιστοκλῆς δὲ δευτερείοις ἐνίκα πολύ.
2 Ὅτι δὲ νικῶν οὐκ ἐτιμήθη ὑπὸ τῶν ἐν Σαλαμῖνι ναυμαχησάντων, αὐτίκα εἰς Λακεδαίμονα ἦλθε βουλόμενος τιμηθῆναι. καὶ οἱ Λακεδαιμόνιοι αὐτὸν καλῶς μὲν ἐδέξαντο, μεγάλως δὲ ἐτίμησαν. ἀριστεῖα μὲν οὖν ἔδωκαν Εὐρυβιάδῃ ἐλαίας στέφανον, διὰ δὲ σοφίαν καὶ δεξιότητα καὶ Θεμιστοκλεῖ στέφανον ἐλαίας. ἔδωκαν τε αὐτῷ τὸν ὄχον τὸν ἐν Σπάρτῃ κάλλιστον. ἐπαινέσαντες δὲ πολλὰ προύπεμψαν ἀπιόντα τριακόσιοι Σπαρτιατῶν λογάδες. ἐπεὶ δὲ ἦλθεν εἰς τὰς Ἀθήνας, ἐνταῦθα ὁ Τιμόδημος, τῶν ἐχθρῶν μὲν τῶν Θεμιστοκλέους ὤν, ἄλλως δὲ οὐ τῶν ἐπιφανῶν ἀνδρῶν, φθόνῳ πρὸς αὐτὸν ἐμαίνετο, λέγων ὅτι διὰ τὰς Ἀθήνας ἔχοι τὰ γέρα τὰ παρὰ Λακεδαιμονίων, ἀλλ’ οὐ δι’ ἑαυτόν. ὁ δέ, ἐπεὶ οὐκ ἐπαύετο ταῦτα λέγων Τιμόδημος, εἶπεν· “Οὕτως ἔχει· οὔτ᾽ ἂν ἐγὼ ὢν Βελβινίτης ἐτιμήθην οὕτω πρὸς Σπαρτιατῶν, οὔτ᾽ ἂν σύ, ὥνθρωπε, ὢν Ἀθηναῖος.”

19 Movements of the hostile fleets in the spring of 479 B.C.

1 Ὁ δὲ ναυτικὸς ὁ Ξέρξου περιγενόμενος, ὡς προσέμιξε τῇ Ἀσίᾳ φεύγων ἐκ Σαλαμῖνος καὶ βασιλέα τε καὶ τὴν στρατιὰν ἐκ Χερσονήσου προύπεμψεν εἰς Ἄβυδον, ἐχείμαζεν ἐν Κύμῃ. ἦρος δὲ ἐπιγενομένου συνελέγετο εἰς Σάμον· αἱ δὲ τῶν νεῶν καὶ ἐχείμαζον αὐτοῦ. ἐν δὲ τῇ Σάμῳ καθήμενοι ἐφύλαττον τὴν Ἰωνίαν μὴ ἀποστῇ, ναῦς ἔχοντες τριακοσίας. οὐ μὴν οὐδὲ προσεδέχοντο τοὺς Ἕλληνας παρέσεσθαι εἰς τὴν Ἰωνίαν, ἀλλὰ τὴν ἑαυτῶν φυλάξειν, πεζῇ δὲ πολὺ κρατήσειν τὸν Μαρδόνιον.
2 Τοὺς δὲ Ἕλληνας τό τε ἔαρ γιγνόμενον ἤγειρε καὶ Μαρδόνιος ἐν Θετταλίᾳ ὤν. ὁ μὲν δὴ πεζὸς οὔπω συνελέγετο, ὁ δὲ ναυτικὸς ἀφίκετο εἰς Αἴγιναν, νῆες ἀριθμὸν δέκα καὶ ἑκατόν. ὡς δὲ παρεγένοντο πᾶσαι, ἦλθον Ἰώνων ἄγγελοι εἰς τὸ στρατόπεδον τῶν Ἑλλήνων δεόμενοι καταπλεῖν εἰς τὴν Ἰωνίαν· οἳ προήγαγον αὐτοὺς μόλις μέχρι Δήλου. τὸ γὰρ πορρωτέρω πᾶν δεινὸν ἦν τοῖς Ἕλλησιν οὐ τῶν τόπων οὖσιν ἐμπείροις· στρατιᾶς τε πάντα μεστὰ ἐδόκει εἶναι· τὴν δὲ Σάμον ἐνόμιζον καὶ τὰς Ἡρακλείας στήλας ἴσον ἀπέχειν.

20 Mardonius sends Alexander of Macedon to Athens with an offer of alliance

1 Οἱ μὲν δὴ Ἕλληνες ἔπλεον εἰς τὴν Δῆλον. ὁ δὲ Μαρδόνιος περὶ τὴν Θετταλίαν ἐχείμαζεν. ἄγγελον δὲ ἔπεμψεν εἰς Ἀθήνας Ἀλέξανδρον ἄνδρα Μακεδόνα, ἅμα μὲν ὅτι προσκηδεῖς αὐτῷ οἱ Πέρσαι ἦσαν, ἅμα δὲ Μαρδόνιος πυθόμενος ὅτι πρόξενός τε εἴη καὶ εὐεργέτης Ἀλέξανδρος ἔπεμπε. τοὺς γὰρ Ἀθηναίους οὕτως ἐδόκει μάλιστα προσκτήσεσθαι, λεών τε πολὺν ἄρα ἀκούων εἶναι καὶ ἰσχυρόν· τὰ δὲ κατὰ τὴν θάλατταν συντυχόντα αὐτοῖς παθήματα κατεργασαμένους μάλιστα Ἀθηναίους ἔγνω. τούτων δὲ προσγενομένων ἤλπιζε ῥαδίως τῆς θαλάττης κρατήσειν, πεζῇ τε ἐδόκει πολὺ εἶναι κρείττων. Ἀλέξανδρος οὖν ἀφίκετο εἰς τὰς Ἀθήνας ἀποπεμφθεὶς ὑπὸ Μαρδονίου, καὶ ἔλεγε τοιάδε·
2 “Ἄνδρες Ἀθηναῖοι, Μαρδόνιος τάδε λέγει· Ἓμοὶ ἀγγελία ἥκει παρὰ βασιλέως λέγουσα οὕτως· Ἀθηναίοις τὰς ἁμαρτίας τὰς ἐξ ἐκείνων εἰς ἐμὲ γενομένας πάσας μεθίημι. τὴν μὲν γῆν αὐτοῖς ἀπόδος· ἄλλην δὲ πρὸς ταύτῃ ἐλέσθων αὐτοί, ἥντινα ἂν ἐθέλωσι, ὄντες αὐτόνομοι. ἱερά τε πάντα αὐτοῖς, ἐὰν δὴ βούλωνται ἐμοὶ ὁμολογεῖν, ἀνόρθωσον, ὅσα ἐγὼ κατέκαυσα.’ λέγω δὲ ὑμῖν τάδε νῦν· ‘Τί μαίνεσθε, βασιλεῖ μαχόμενοι; οὔτε γὰρ ἂν ὑπερβάλλοισθε, οὔτε οἷοί τε ἔστε ἀντέχειν τὸν πάντα χρόνον. πάρεστι δὲ ὑμῖν κάλλιστα καταλύσασθαι, βασιλέως ταύτῃ ὡρμημένου. ἔστε ἐλεύθεροι, ἡμῖν συμμαχίαν συνθέμενοι ἄνευ δόλου καὶ ἀπάτης.’ Μαρδόνιος μὲν ταῦτα, ὦ Ἀθηναῖοι, ἐκέλευσέ με εἰπεῖν πρὸς ὑμᾶς. ἐγὼ δὲ περὶ μὲν εὐνοίας τῆς πρὸς ὑμᾶς οὔσης ἐξ ἐμοῦ οὐδὲν λέξω· δέομαι δὲ ὑμῶν πείθεσθαι Μαρδονίῳ. καὶ γὰρ δύναμις ὑπὲρ ἄνθρωπον ἡ βασιλέως ἐστὶ καὶ χεὶρ ὑπερμήκης· ὑμεῖς δὲ ἐξαίρετόν τι μεταίχμιον ἔχετε τὴν γῆν.”

21 The Spartans send envoys to Athens to counteract the influence of Alexander

1 Ἀλέξανδρος μὲν ταῦτα ἔλεξε. Λακεδαιμόνιοι δὲ ἐπύθοντο ἥκειν αὐτὸν εἰς Ἀθήνας, εἰς ὁμολογίαν ἄξοντα τῷ βαρβάρῳ Ἀθηναίους. ἀναμνησθέντες τε τῶν λογίων ὡς δεῖ σφᾶς ἅμα τοῖς ἄλλοις Δωριεῦσιν ἐκπίπτειν ἐκ Πελοποννήσου ὑπὸ Μήδων τε καὶ Ἀθηναίων, μάλιστα ἐφοβοῦντο μὴ ὁμολογήσωσι τῷ Πέρσῃ Ἀθηναῖοι. αὐτίκα δὲ ἔδοξεν αὐτοῖς πέμπειν ἀγγέλους. καὶ συνέπιπτεν ὥστε ταῦτα ὁμοῦ γίγνεσθαι. ἔμειναν γὰρ οἱ Ἀθηναῖοι διατρίβοντες, εὖ ἐπιστάμενοι ὅτι ἔμελλον Λακεδαιμόνιοι πευσεσθαι ἥκοντα παρὰ τοῦ βαρβάρου ἄγγελον ἐφ᾽ ὁμολογίᾳ, πυθόμενοί τε πέμψειν κατὰ τάχος ἀγγέλους. ἐπίτηδες οὖν ἐποίουν, ἀποδεικνύμενοι τοῖς Λακεδαιμονίοις τὴν ἑαυτῶν γνώμην.
2 Ὡς δε ἐπαύσατο λέγων Ἀλέξανδρος, ἔλεγον οἱ ἀπὸ Σπάρτης ἄγγελοι·
3 “Ἡμᾶς ἔπεμψαν Λακεδαιμόνιοι δεησομένους ὑμῶν μήτε νεώτερον ποιεῖν μηδὲν κατὰ τὴν Ἑλλάδα μήτε λόγους δέχεσθαι παρὰ τοῦ βαρβάρου. οὔτε γὰρ δίκαιον οὐδαμῶς, οὔτε κόσμον φέρει τοῖς ἄλλοις Ἕλλησιν, ὑμῖν δὲ δὴ ἥκιστα πολλῶν ἕνεκα. ἠγείρατε γὰρ τόνδε τὸν πόλεμον ὑμεῖς, οὐδὲν ἡμῶν βουλομένων. καὶ περὶ τῆς ὑμετέρας ἀρχὴν ὁ ἀγὼν ἐγένετο· νῦν δὲ φέρεται καὶ εἰς πᾶσαν τὴν Ἑλλάδα. καὶ μὴν αἰτίους γενέσθαι δουλείας τοῖς Ἕλλησιν Ἀθηναίους οὐδαμῶς ἀνασχετόν, οἵτινες ἀεὶ φαίνεσθε πολλοὺς ἐλευθερώσαντες ἀνθρώπων. πιεζομένοις μέντοι ὑμῖν συναχθόμεθα. ἀντὶ δὲ τούτων ὑμῖν Λακεδαιμόνιοί τε καὶ οἱ σύμμαχοι ἐπαγγέλλονται γυναῖκάς τε καὶ τὰ εἰς πόλεμον ἄχρηστα πάντα θρέψειν, ἕως ἂν ὁ πόλεμος ὅδε συνεστήκῃ. μηδὲ ὑμᾶς Ἀλέξανδρος ὁ Μακεδὼν ἀναπείσῃ. τούτῳ μὲν γὰρ ταῦτα ποιητέα ἐστί· τύραννος γὰρ ὢν τυράννῳ συγκατεργάζεται. ὑμῖν δὲ οὐ ποιητέα, εἴπερ εὖ τυγχάνετε φρονοῦντες· ἐπίστασθε γὰρ ὡς βαρβάροις ἐστὶν οὔτε πιστὸν οὔτε ἀληθὲς οὐδέν.”

22 Answer of the Athenians to Alexander and to the Spartan envoys

1 Ταῦτα ἔλεξαν οἱ ἄγγελοι. Ἀθηναῖοι δὲ πρὸς μὲν Ἀλέξανδρον ἀπεκρίναντο τοιάδε·
2 “Καὶ αὐτοί τοῦτό γε ἐπιστάμεθα, ὅτι πολλαπλασία ἐστὶ τῷ Μήδῳ δύναμις ἢ ἡμῖν· ὥστε οὐδὲν δεῖ τοῦτό γε ὀνειδίζειν. ἀλλ᾽ ὅμως ἐλευθερίας ἐπιθυμοῦντες ἀμυνούμεθα οὕτως, ὅπως ἂν καὶ δυνώμεθα ὁμολογῆσαι δὲ τῷ βαρβάρῳ μήτε σὺ ἡμᾶς πειρῶ ἀναπείθειν, οὔτε ἡμεῖς πεισόμεθα. νῦν δὲ ἀπάγγελλε Μαρδονίῳ ὡς Ἀθηναῖοι λέγουσιν, ἕως ἂν ὁ ἥλιος τὴν αὐτὴν ὁδὸν ἴῃ ᾗ καὶ νῦν, μήποτε ὁμολογήσειν ἡμᾶς Ξέρξῃ· ἀλλὰ θεοῖς τε συμμάχοις πεποιθότες ἐπέξιμεν ἀμυνόμενοι καὶ τοῖς ἥρωσιν, ὧν ἐκεῖνος οὐ φροντίζων κατέκαυσε τούς τε οἴκους καὶ τὰ ἀγάλματα. σὺ δὲ τοῦ λοιποῦ λόγους ἔχων τοιούσδε μὴ φαίνου Ἀθηναίοις, μηδὲ δοκῶν χρηστὰ ὑπουργεῖν κάκιστα ποιεῖν παραίνει. οὐ γάρ σε βουλόμεθα οὐδὲν ἄχαρι πρὸς Ἀθηναίων παθεῖν, ὄντα πρόξενόν τε καὶ φίλον.”
3 Πρὸς μὲν Ἀλέξανδρον ταῦτα ἀπεκρίναντο, πρὸς δὲ τοὺς ἀπὸ Σπάρτης ἀγγέλους τάδε·
4 “Τὸ μὲν φοβεῖσθαι Λακεδαιμονίους μὴ ὁμολογήσωμεν τῷ βαρβάρῳ μάλιστα ἀνθρωπεῖον ἦν. ἀλλὰ αἰσχρῶς γε δοκεῖτε, ἐπιστάμενοι τὸ Ἀθηναίων φρόνημα, ὀρρωδεῖν· ὅτι οὔτε χρυσός ἐστι γῆς οὐδαμοῦ τοσοῦτος οὔτε χώρα κάλλει καὶ ἀρετῇ οὕτως ὑπερβάλλουσα, ἃ ἡμεῖς δεξάμενοι ἐθέλοιμεν ἂν καταδουλῶσαι τὴν Ἑλλάδα. πολλά τε γὰρ καὶ μεγάλα ἐστὶ τὰ κωλύοντα ταῦτα μὴ ποιεῖν,— πρῶτα μὲν καὶ μέγιστα τῶν θεῶν τὰ ἀγάλματα καὶ τὰ οἰκήματα κατακαυθέντα, οἷς ἡμᾶς ἀναγκαίως ἔχει τιμωρεῖν εἰς τὰ μέγιστα· ἔπειτα δὲ τὸ Ἑλληνικόν, ὃν ὅμαιμόν τε καὶ ὁμόγλωττον, καὶ θεῶν ἱερὰ κοινὰ καὶ θυσίαι ἤθη τε ὁμότροπα· ὧν προδότας γενέσθαι Ἀθηναίους οὐκ ἂν εὖ ἔχοι. ἐπίστασθέ τε τοῦτο, εἰ μὴ πρότερον ἐτυγχάνετε ἐπιστάμενοι, ἕως ἂν καὶ εἷς περιῇ Ἀθηναίων, οὐδαμῶς ὁμολογήσοντας ἡμᾶς Ξέρξῃ. ὑμῶν μέντοι ἐπαινοῦμεν τὴν πρόνοιαν, ὅτι προείδετε ἡμῶν, ὥστε τρέφειν βούλεσθαι ἡμῶν τοὺς οἰκέτας. καὶ ὑμῖν μὲν ἡ χάρις ἐκπεπλήρωται· ἡμεῖς μέντοι ἀντιστησόμεθα ὅπως ἂν ἔχωμεν. νῦν δέ, τούτων οὕτως ἐχόντων, στρατιὰν ὡς τάχιστα ἐκπέμπετε. ὡς γὰρ ἡμεῖς εἰκάζομεν, οὐ πολλοῦ χρόνου πάρεσται ὁ βάρβαρος εἰσβάλλων εἰς τὴν ἡμετέραν. πρὶν οὖν παρεῖναι ἐκεῖνον εἰς τὴν Ἀττικήν, ἡμᾶς καιρός ἐστι βοηθεῖν εἰς τὴν Βοιωτίαν.”
5 Οἱ μέν, ταῦτα ἀποκριναμένων τῶν Ἀθηναίων, ἀπηλλάττοντο εἰς Σπάρτην.



This work is licensed under a Creative Commons Attribution-ShareAlike 4.0 International License.

The source is available at https://github.com/sleeptillseven/edwards-salamis-in-easy-attic-greek.