FIRST PART
BIRTH AND INFANCY OF OUR LORD JESUS CHRIST.
1 Mary and Joseph.
1 Ἐν ταῖς ἡμέραις Ἡρώδου, τοῦ βασιλέως τῆς Ἰουδαίας, ἦν ἐν Ναζαρέτ, μικρᾷ πόλει τῆς Γαλιλαίας, παρθένος τις ἁγιωτάτη.
2 Αὕτη ἡ παρθένος ἐμνηστεύθη ἀνδρὶ ἀγαθῷ καὶ δικαίῳ, ᾧ τὸ ὄνομα Ἰωσήφ, καὶ τὸ ὄνομα τῆς παρθένου ἦν Μαρία.
3 Ἀμφότεροι δὲ ἦσαν ἐξ οἴκου τοῦ Δαβίδ.
2 Zachary and Elizabeth.
1 Ἐν τῷ αὐτῷ χρόνῳ ἦν ἐν Ἰουδαίᾳ ἱερεύς τις, ὀνόματι Ζαχαρίας, καὶ τὸ ὄνομα τῆς γυναικός αὐτοῦ ἦν Ἐλισάβετ.
2 Ἀμφότεροι ἦσαν δίκαιοι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου.
3 Ἦσαν ἤδη γεραιοί, ἀλλ᾽ οὐκ ἦν αὐτοῖς τέκνον· Τοῦτο ἐνόμιζον συμφορὰν μεγάλην.
3 The Annunciation of the Birth of St. John.
1 Καὶ ἐγένετο, ὅτε ἱεράτευεν ὁ Ζαχαρίας ἐν τῷ ναῷ, ὤφθη αὐτῷ ἄγγελος τοῦ Κυρίου καὶ εἶπε πρὸς αὐτόν·
2 Μὴ φοβοῦ, Ζαχαρία, εἰςηκούσθη ἡ δέησίς σου· ἡ γυνή σου Ἐλισάβετ γεννήσει σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην.
3 Ἔσται μέγας ἐνώπιον τοῦ Κυρίου καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν.
4 Τοῦ δὲ Ζαχαρίου ἀπιστοῦντος, εἶπεν ὁ ἄγγελος πρὸς αὐτόν· Ὅτι οὐκ ἐπίστευσας τοῖς λόγοις μου, ἔσῃ σιωπῶν καὶ μὴ λαλήσεις μεχρὶ τῆς ἡμέρας ᾗ πάντα ταῦτα γενήσεται.
4 The Annunciation of the Birth of Our Lord
1 Καὶ μετὰ ἓξ μῆνας ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ πρὸς τὴν παρθένον Μαρίαν εἰς Ναζαρέτ.
2 Καὶ εἰςελθὼν εἶπε πρὸς αὐτήν· Χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξίν,
3 Εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ· συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
4 Οὗτος ἔσται μέγας καὶ υἱὸς τοῦ Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβίδ, τοῦ πατρὸς αὐτοῦ.
5 Astonishment of Mary. — The Angel Relieves her Anxiety.
1 Ἡ δὲ Μαρία ταράσσεται καὶ λέγει πρὸς τὸν ἄγγελον· Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γιγνώσκω;
2 Ὁ ἄγγελος ἀποκρίνεται αὐτῇ· Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις τοῦ Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ τέκνον σου ἅγιον κληθήσεται υἱὸς Θεοῦ. Καὶ ἰδοὺ Ἐλισάβετ, ἡ συγγενής σου, καὶ αὐτὴ λήψεται υἱὸν ἐν τῷ γήρᾳ αὐτῆς, ὅτι οὐδέν ἐστιν ἀδύνατον παρὰ τῷ Θεῷ.
3 Τότε ἡ Μαρία εἶπεν· Ἰδοὺ ἡ δούλη τοῦ Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.
4 Καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος.
6 Mary visits Elizabeth.
1 Μετὰ ταῦτα Μαρία ἐπορεύθη μετὰ σπουδῆς πρὸς τὴν συγγενῆ αὐτῆς Ἐλισάβετ καὶ ἠσπάσατο αὐτήν.
2 Ἡ δὲ Ἐλισάβετ, ὡς ἤκουσε τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐπλήσθη Πνεύματος Ἁγίου καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
3 Καὶ εἶπε Μαρία· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαρίσουσί με πᾶσαι αἱ γενεαί.
4 Ἔμεινε δὲ Μαρία ἔτι τρεῖς μῆνας σὺν αὐτῇ καὶ ὑπέστρεψεν οἴκαδ᾽ εἰς Ναζαρέτ.
7 The Birth of John the Baptist.
1 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος καὶ ἐγέννησεν υἱόν.
2 Οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ἀκούσαντες συνέχαιρον αὐτῇ καὶ ἔθελον καλεῖν τὸ παιδίον κατὰ τὸ τοῦ πατρὸς ὄνομα Ζαχαρίαν.
3 Ζαχαρίας δὲ ὁ πατὴρ ἔγραψεν εἰς πινακίδιον λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· καὶ παραχρῆμα ἀνεῴχθη ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν.
4 Καὶ πλησθεὶς Πνεύματος Ἁγίου ἐπροφήτευσε λέγων· Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο, καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ.
8 The Angel explains to Joseph the Mysteries of God
1 Ὅτε ἡ Μαρία πάλιν ἦλθεν εἰς Ναζαρέτ, ὁ ἄγγελος τοῦ Κυρίου κατ᾽ ὄναρ ἐφάνη τῷ Ἰωσὴφ λέγων· Ἰωσήφ, υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν, τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν Ἁγίου.
2 Γεννήσει δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
3 Ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος τοῦ Κυρίου καὶ παρέλαβε τὴν Μαρίαν πρὸς ἑαυτόν.
9 The Nativity of Our Lord Jesus Christ.
1 Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, τοῦ πρώτου τῶν Ῥωμαίων αὐτοκράτορος, ἀπογράφεσθαι πάντας τοὺς πολίτας, ἕκαστον ἐν τῇ ἰδίᾳ πόλει.
2 Ὁ Ἰωσὴφ οὖν, ὅτι ἦν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ, ἐπορεύετο σὺν Μαρίᾳ ἐκ τῆς πόλεως Ναζαρὲτ εἰς τὴν πόλιν τοῦ Δαβίδ, ἣ ἐκαλεῖτο Βηθλεέμ.
3 Ἐκεῖ ἡ Μαρία ἐγέννησεν υἱὸν καὶ σπαργανώσασα αὐτὸν ἀνέκλινεν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
10 The Shepherds in the Field.
1 Ἐν τῇ αὐτῇ χώρᾳ ἦσαν ποιμένες φυλάσσοντες τὰ ποίμνια τῆς νυκτός.
2 Καὶ ἰδού, ὁ ἄγγελος τοῦ Κυρίου ἐφαίνετο αὐτοῖς καὶ εἶπεν· Μὴ φοβεῖσθε, εὐαγγελίζομαι γὰρ ὑμῖν χαρὰν μεγάλην, ἣ ἔσται παντὶ τῷ λαῷ.
3 Σήμερον γὰρ ἐγεννήθη ὑμῖν ὁ Σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ, καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε τὸ βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ.
4 Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ τῆς γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας.
11 The Shepherds at the Crib.
1 Ὡς δὲ οἱ ἄγγελοι ἀπῆλθον εἰς τὸν οὐρανόν, οἱ ποιμένες ἔλεγον πρὸς ἀλλήλους· Ἔλθωμεν εἰς Βηθλεὲμ καὶ ἴδωμεν, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.
2 Καὶ ἦλθον σπεύσαντες καὶ εὗρον τήν τε Μαρίαν καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ.
3 Τότε διεγνώρισαν τὰ ῥήματα τοῦ ἀγγέλου καὶ ὑπέστρεψαν δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεόν. Πάντες δέ, οἱ ἀκούσαντες τοῦτο, ἐθαύμασαν.
4 Τῇ δὲ ὀγδόῃ ἡμέρᾳ τὸ ὄνομα τοῦ παιδίου ἐκλήθη Ἰησοῦς, ὥσπερ προςέταξεν ὁ ἄγγελος πρὸ τῆς γενεᾶς αὐτοῦ.
12 The Magi with Herod at Jerusalem.
1 Τοῦ δὲ Ἰησοῦ γεννηθέντος, ἰδού, μάγοι ἀπ᾽ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες· Ποῦ ἐστιν ὁ γεννηθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
2 Ἀκούσας δὲ Ἡρώδης ὁ βασιλεὺς ἐταράχθη καὶ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ’ αὐτῶν, ποῦ ὁ Χριστὸς μέλλει γεννηθῆναι.
3 Οἱ δὲ εἶπον· Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου.
4 Τότε ὁ Ἡρώδης ἔπεμψε τοὺς μάγους εἰς Βηθλεὲμ καὶ εἶπεν· Πορεύεσθε, καὶ ἐπειδὰν εὕρητε τὸ παιδίον, ἀπαγγέλλετέ μοι, ὅπως καὶ ἐγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.
13 The Adoration of the Magi.
1 Οἱ δὲ μάγοι ἐπορεύθησαν, καὶ ἰδού, ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς ἄχρι τοῦ καταλύματος, οὗ ἦν τὸ παιδίον.
2 Ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν σφόδρα.
3 Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας, τῆς μητρὸς αὐτοῦ, καὶ προσκυνήσαντες ἐδωρήσαντο αὐτῷ χρυσὸν καὶ λίβανον καὶ σμύρναν.
4 Καὶ χρηματισθέντες κατ’ ὄναρ, μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
14 The Presentation in the Temple.
1 Τῶν μάγων ἀναχωρησάντων, Ἰωσὴφ καὶ Μαρία ἀνήγαγον τὸν Ἰησοῦν εἰς Ἱεροσόλυμα, παραστῆσαι αὐτὸν τῷ Κυρίῳ.
2 Καὶ ἰδού, ἦν ἐν τῷ ναῷ ἄνθρωπός τις δίκαιος καὶ εὐλαβής, ᾧ τὸ ὄνομα Συμεών, προσδεχόμενος τὴν παράκλησιν τοῦ Ἰσραήλ.
3 Οὗτος ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν, ἐδέξατο τὸ παιδίον Ἰησοῦν εἰς τὰς ἀγκάλας, εὐλόγησε τὸν Θεὸν καὶ εἶπεν·
4 Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, φῶς εἰς τὴν ἀποκάλυψιν τῶν ἐθνῶν, καὶ δόξαν τοῦ λαοῦ σου Ἰσραήλ.
15 The Flight into Egypt.
1 Καὶ ὅτε ἐποίησαν πάντα, ἃ προσέταξεν αὐτοῖς ὁ νόμος, ὁ ἄγγελος τοῦ Κυρίου φαίνεται κατ᾽ ὄναρ τῷ Ἰωσὴφ καὶ λέγει·
2 Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ μένε ἐκεῖ ἕως ἂν εἴπω σοι. Μέλλει γὰρ Ἡρώδης ζητεῖν τὸ παιδίον, ἵνα φονεύῃ αὐτό.
3 Ἰωσὴφ οὖν ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς τοῦ Ἡρώδου.
16 The Massacre of the Innocents.
1 Ἡρώδης ὁρῶν ὅτι ἐξηπατήθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν καὶ ἀποστέλλων στρατιώτας ἐκέλευσεν ἀναιρεῖν πάντας τοὺς παῖδας διετεῖς καὶ νεωτέρους, τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πάσῃ τῇ περικειμένῃ χώρᾳ.
2 Τότε ἐπληρώθη τὸ ῥῆμα, ὃ ἔλεγεν Ἱερεμίας ὁ προφήτης· Φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἠθέλησε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.
17 The Return to Nazareth.
1 Τελευτήσαντος δὲ τοῦ Ἡρώδου, ὁ ἄγγελος αὖθις κατ᾽ ὄναρ ἐφάνη τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ καὶ ἐπέταξεν αὐτῷ, ὑποστρέψαι εἰς τὴν πατρίδα λέγων·
2 Παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς τὴν γῆν Ἰσραήλ· τετελευτήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.
3 Ὁ δὲ ἐπείσθη καὶ παραλαβὼν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ πάλιν ὑπέστρεψεν εἰς τὴν γῆν Ἰσραὴλ καὶ κατῴκησεν ἐν Ναζαρέτ.
4 Καὶ οὕτως ἐπληρώθη τὸ ῥῆμα, ὃ ἔλεγεν ὁ Κύριος διὰ τοῦ προφήτου, ὅτι Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
18 The Child Jesus in the Temple.
1 Καὶ ὅτε ἐγένετο Ἰησοῦς ἐτῶν δώδεκα, οἱ γονεῖς ἤγαγον αὐτὸν μεθ’ ἑαυτῶν εἰς Ἱεροσόλυμα τῇ ἑορτῇ τοῦ Πάσχα.
2 Ἀναχωρησάντων δὲ αὐτῶν, ὑπέμεινεν ὁ παῖς Ἰησοῦς ἐν Ἱεροσόλυμα, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ.
3 Ὀδυνώμενοι οὖν ἐζήτουν αὐτὸν καὶ μεθ’ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ παρὰ τοῖς διδασκάλοις, ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς.
4 Καὶ εἶπεν ἡ μητὴρ αὐτοῦ· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδού, ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.
5 Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο· Τί ἐζητεῖτέ με; οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;
6 Καὶ τότ’ ἦλθε μετ’ αὐτῶν εἰς Ναζαρὲτ καὶ ἦν ὑποτασσόμενος αὐτοῖς, καὶ προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ παρὰ τοῖς ἀνθρώποις.
SECOND PART.
THE PUBLIC LIFE OF JESUS.
First YEAR.
JESUS COMMENCES HIS PUBLIC MINISTRY:
HE WORKS FIRST IN GALILEE, THEN IN JUDEA.
19 John The Baptist in the Desert.
1 Τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, ἐγένετο τὸ ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.
2 Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων τὸ βάπτισμα τῆς μετανοίας εἰς τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὡς γέγραπται διὰ Ἠσαΐου τοῦ προφήτου· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
3 Εἶχε δὲ ὁ Ἰωάννης τὸ ἔνδυμα ἐκ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφύν, καὶ ἡ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον.
4 Καὶ ἐκήρυσσε λέγων· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
20 The Preaching of John the Baptist.
1 Τότε ἐξεπορεύοντο οἱ ὄχλοι καὶ ἐβαπτίζοντο ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ὁμολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
2 Ἰδὼν δὲ Ἰωάννης πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φεύγειν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιεῖτε καρπὸν ἄξιον τῆς μετανοίας.
3 Ἤδη γὰρ κεῖται ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων· πᾶν δένδρον, μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται καὶ εἰς τὸ πῦρ βάλλεται.
21 John Bears Testimony to Jesus.
1 Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μή ποτε αὐτὸς εἴη ὁ Χριστός, ἔλεγεν αὐτοῖς· Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός.
2 Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων· Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν, αὐτὸς δὲ ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί.
3 Ἔχει γὰρ τὸ πτύον ἐν τῇ χειρί, καὶ διακαθαρίσει τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
4 Τοιαῦτα καὶ ἄλλα πολλὰ ἐδίδασκεν ὁ Ἰωάννης τὸν λαὸν ἐν τῇ ἐρήμῳ.
22 Baptism of Jesus.
1 Ἰησοῦς, ὢν ὡς ἐτῶν τριάκοντα, ἦλθεν ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, ἵνα καὶ αὐτὸς βαπτισθῇ.
2 Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;
3 Ὁ δὲ Ἰησοῦς ἔθελεν οὕτω πληρῶσαι πᾶσαν δικαιοσύνην. Βαπτισθεὶς οὖν, καὶ ἐκβαίνων ἐκ τοῦ ὕδατος, εἶδε τοὺς οὐρανοὺς σχιζομένους, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ σωματικῷ εἴδει καταβαῖνον ὡς περιστερὰν καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν.
4 Καὶ φωνὴ ἠκούσθη ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
23 Jesus is Tempted in the Desert.
1 Μετὰ ταῦτα ὁ Ἰησοῦς πλήρης τοῦ Ἁγίου Πνεύματος ἤγετο εἰς τὴν ἔρημον, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
2 Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, ὕστερον ἐπείνασεν.
3 Καὶ προςελθὼν ὁ διάβολος εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ, ἵνα γένηται ἄρτος. Ἀπεκρίθη ὁ Ἰησοῦς· Γέγραπται, ὅτι Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ ἐκ τοῦ στόματος τοῦ Θεοῦ.
4 Ἔτι δύο ἄλλους πειρασμοὺς ὑπέμεινεν ὁ Ἰησοῦς, καὶ τότε ἀφῆκεν αὐτὸν ὁ διάβολος, καὶ ἄγγελοι προςῆλθον καὶ διηκόνουν αὐτῷ.
24 John’s Second Testimony to Jesus.
1 Ἐκ τῆς ἐρήμου πάλιν ἦλθεν ὁ Ἰησοῦς πρὸς τὸν Ἰορδάνην, ὅπου ἦν Ἰωάννης βαπτίζων.
2 Ἰωάννης οὖν, ἰδὼν αὐτὸν ἐρχόμενον, λέγει πρὸς τοὺς ὄχλους· Ἰδού, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
3 Οὗτός ἐστι, περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων, ἵνα οὗτος φανερωθῇ τῷ Ἰσραήλ. Τεθέαμαι γὰρ τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ ἐπ’ αὐτὸν καὶ μαρτυρέω ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.
25 The First Disciples of Jesus.
1 Τῇ ἐπαύριον πάλιν εἶδεν ὁ Ἰωάννης τὸν Ἰησοῦν περιπατοῦντα καὶ λέγει· Ἰδέ, ὁ ἀμνὸς τοῦ Θεοῦ. Δύο ἐκ τῶν μαθητῶν αὐτοῦ ἤκουον αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
2 Εἷς ἐκ τῶν δύο, Ἀνδρέας ὀνόματι, εὑρίσκει τὸν ἀδελφὸν τὸν ἴδιον καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν, καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων, ὁ υἱὸς τοῦ Ἰωνᾶ. Ἀπὸ τοῦ νῦν σὺ κληθήσῃ Κηφᾶς, (ὃ ἑρμηνεύεται Πέτρος).
3 Τῇ ἐπαύριον ἰὼν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ὁ δὲ Φίλιππος εὑρίσκει τὸν φίλον αὐτοῦ Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς, καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν, τὸν υἱὸν τοῦ Ἰωσήφ, τὸν ἀπὸ Ναζαρέτ.
4 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμήν, ἀμὴν λέγω ὑμῖν· Ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
26 The Marriage at Cana.
1 Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἐκλήθη ὁ Ἰησοῦς μετὰ τῆς μητρὸς καὶ τῶν μαθητῶν αὐτοῦ εἰς γάμον ἐν Κανᾶ τῆς Γαλιλαίας.
2 Ὑστερήσαντος τοῦ οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν. Τοῖς δὲ διακόνοις λέγει· Ὅ,τι ἂν λέγῃ ὑμῖν ποιήσατε.
3 Καὶ ἐκέλευσεν ὁ Ἰησοῦς, ἓξ μεγάλας λιθίνας ὑδρίας, κειμένας ἐκεὶ, γεμίζειν καὶ φέρειν τῷ ἀρχιτρικλίνῳ. Ὁ δὲ ἀρχιτρίκλινος ἐγεύσατο, καὶ ἰδού, τὸ ὕδωρ γεγένηται οἶνος ἥδιστος καὶ χαριέστατος.
4 Ταύτην τὴν ἀρχὴν τῶν σημείων ἐποίησεν ὁ Ἰησοῦς ἐν Κανᾶ τῆς Γαλιλαίας, καί ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
27 First Passover. — Christ’s Zeal for the Sanctity of the Temple.
1 Ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα.
2 Ἐν τῷ ἱερῷ εὗρεν ἀνθρώπους πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ κερματίζοντας νομίσματα.
3 Καὶ ποιήσας φραγέλλιον ἐξέβαλε πάντας, αὐτούς τε καὶ τοὺς βόας καὶ τὰ πρόβατα, ἐκ τοῦ ἱεροῦ. Τοῖς δὲ τὰς περιστερὰς πωλοῦσιν ἔλεγεν· Αἴρετε ταῦτα ἐντεῦθεν καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.
4 Ἐμνήσθησαν δὲ οἱ μαθηταὶ ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου κατεσθίει με.
5 Καὶ ἔμενεν ὁ Ἰησοῦς ἐν τοῖς Ἱεροσολύμοις διὰ τῆς ἑορτῆς τοῦ Πάσχα, καὶ πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες τὰ σημεῖα, ἃ ἐποίει.
28 Nicodemus comes to see Jesus.
1 Ἦν ἐν Ἱεροσόλυμα ἄνθρωπός τις, Νικόδημος τὸ ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων.
2 Οὗτος ἦλθε πρὸς Ἰησοῦν τῆς νυκτὸς καὶ εἶπεν αὐτῷ Ῥαββί, οἴδαμεν, ὅτι εἶ διδάσκαλος ἀπὸ Θεοῦ ἐρχόμενος· οὐδεὶς γὰρ δύναται ποιεῖν ταῦτα τὰ σημεῖα, ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾽ αὐτοῦ.
3 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἀμήν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰςελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
4 Ἀπέστειλε γὰρ ὁ Θεὸς τὸν μονογενῆ υἱὸν εἰς τὸν κόσμον, ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ· ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ.
29 The Disciples of Jesus Baptize in Judea. John’s Last Testimony to Jesus.
1 Μετὰ τὸ Πάσχα διέτριβεν ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ ἐν τῇ Ἰουδαίᾳ, κηρύσσων τὸ εὐαγγέλιον τοῦ Θεοῦ. Πολλοὶ ἠκολούθησαν αὐτῷ καὶ ἐβαπτίζοντο ὑπὸ τῶν μαθητῶν.
2 Οἱ δὲ Ἰόυδαῖοι ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ· Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, καὶ οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν.
3 Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν· Αὐτοὶ ὑμεὶς ἡκούσατε ὅτι εἶπον· Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός, ἀλλ᾽ ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου· Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
4 Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν.
30 Imprisonment of John the Baptist.
1 Κατ᾽ ἐκεῖνον τὸν χρόνον Ἡρώδης, ὁ τετράρχης τῆς Γαλιλαίας ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρωδιάδα, τὴν γυναῖκα Φιλίππου, τοῦ ἀδελφοῦ αὐτοῦ, ἣν ἐγάμησεν.
2 Ἔλεγε γὰρ αὐτῷ Ἰωάννης· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
3 Ἡ μὲν οὖν Ἡρωδίας ἐμίσει τὸν Ἰωάννην καὶ ἤθελε ἀποκτεῖναι αὐτόν· ὁ δὲ Ἡρώδης οὐκ ἐτόλμα τοῦτο ποεῖν, ἐφοβεῖτο γὰρ τὸν λαόν, οἳ ἐνόμιζον τὸν Ἰωάννην προφήτην. Καὶ Ἡρώδης αὐτὸς ἐνόμιζεν αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, ἡδέως αὐτοῦ ἤκουε, καὶ ἐποίει πολλάκις ἃ ἤκουε παρ᾽ αὐτοῦ.
4 Ὁ δὲ Ἰησοῦς ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, καὶ ἰδὼν ὅτι αὐτὸς ἐδιώκετο ὑπὸ τῶν Φαρισαίων, ἀφῆκε τὴν Ἰουδαίαν καὶ ἀπῆλθε πάλιν εἰς τὴν Γαλιλαίαν.
SECOND YEAR
JESUS WORKS PRINCIPALLY IN GALILEE.
31 Jesus at the Well of Jacob.
1 Καὶ ὁδοπορεύων διὰ τῆς Σαμαρείας ἦλθεν ὁ Ἰησοῦς πρὸς τὴν πηγὴν τοῦ Ἰακώβ, ἐγγὺς τῆς πόλεως Συχάρ.
2 Ὥρα ἦν ὡς ἕκτη καὶ ἔρχεται γυνὴ ἐκ τῆς πόλεως ἀντλῆσαι ὕδωρ. Ταύτῃ διαλεγόμενος ὁ Ἰησοῦς περὶ τοῦ ζῶντος ὕδατος τῆς αἰωνίου ζωῆς ἀπέφηνε πάσας τὰς ἁμαρτίας αὐτῆς· θαυμαζούσῃ δὲ αὐτῇ ἔλεξεν ὅτι ἐστὶ Μεσσίας, ὁ λεγόμενος Χριστός.
3 Ἡ δὲ ἀφῆκε τὴν ὑδρίαν καὶ ἔτρεχεν εἰς τὴν πόλιν καὶ ἔλεγε τοῖς ἀνθρώποις· Ἔλθετε καὶ ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;
4 Οἱ οὖν Σαμαρεῖται ἠρώτων αὐτὸν μένειν παρ᾽ αὐτοῖς, καὶ ἔμενεν ἐκεῖ δύο ἡμέρας, καὶ πολλοὶ ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ καὶ ἔλεγον· Οὗτός ἐστι ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου, ὁ Χριστός.
32 Jesus Returns to Cana in Galilee.
1 Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ὁ Ἰησοῦς ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν κηρύσσων καὶ λέγων· Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε τῷ εὐαγγελίῳ.
2 Οἱ δὲ Γαλιλαῖοι ἡδέως ἐδέξαντο αὐτόν· πολλοὶ γὰρ αὐτῶν εἶδον, ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ.
3 Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανᾶ, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. Ἐκεῖ ἄνθρωπός τις βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ, ἠρώτα αὐτὸν καταβαίνειν καὶ ἰᾶσθαι τὸν υἱὸν αὐτοῦ, ὃς ἔμελλεν ἀποθνήσκειν.
4 Ἔλεγεν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου, ὁ υἱός σου ζῇ. Καὶ πιστεύων ὁ ἄνθρωπος τῷ λόγῳ ἐπορεύετο καὶ εὕρισκεν, ὅτι ὁ πυρετὸς ἀφῆκε τὸν υἱὸν αὐτοῦ ἐκείνῃ τῇ ὥρᾳ, ἐν ᾗ εἶπεν ὁ Ἰησοῦς, ὅτι Ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
33 Jesus Preaches at Nazareth.
1 Καὶ ἥκων ὁ Ἰησοῦς εἰς τὴν Ναζαρέτ, εἰςῆλθε κατὰ τὸ εἰωθὸς ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν.
2 Δεξάμενος βιβλίον τοῦ προφήτου Ἠσαΐου ἀνεγίγνωσκε τόνδε τὸν τόπον· Πνεῦμα τοῦ Κυρίου ἐπ᾽ ἐμέ. Ἔχρισέ με καὶ ἀπέσταλκέ με εὐαγγελίζειν τοῖς πτωχοῖς καὶ ἰᾶσθαι τοὺς συντετριμμένους τὴν καρδίαν.
3 Καὶ πτύξας τὸ βιβλίον ἔλεγεν· Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.
4 Πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος, τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, ἀλλ᾽ ὅμως ἔλεγον πρὸς ἀλλήλους· Οὐχ οὗτός ἐστιν ὁ υἱὸς τοῦ Ἰωσήφ;
5 Τοῦ δὲ Ἰησοῦ ὀνειδίζοντος αὐτοῖς τὴν ἀπιστίαν καὶ λέγοντος, ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ, ἐπλήσθησαν θυμοῦ, ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἔθελον κατακρημνίσαι αὐτὸν κατ᾽ ὀφρύος τοῦ ὄρους, ἐφ’ οὗ ἡ πόλις ᾠκοδόμητο. Αὐτὸς δὲ διὰ μέσου αὐτῶν ἀπῆλθεν εἰς Καφαρναούμ.
34 The First Four Apostles.
1 Περιπατῶν οὖν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν ὁ Ἰησοῦς Σίμωνα, ὃν ἐκάλεσε Πέτρον, καὶ Ἀνδρέαν, τὸν ἀδελφὸν αὐτοῦ, ἀμφιβάλλοντας τὸ ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς.
2 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
3 Ὀλίγον ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον καὶ Ἰωάννην, μετὰ τοῦ πατρὸς αὐτῶν ἐν πλοίῳ καταρτίζοντας τὰ δίκτυα.
4 Καὶ τούτους ἐκάλεσε, καὶ ἀφέντες τὸν πατέρα αὐτῶν καὶ τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
35 Jesus at Capharnaum.
1 Εἰς δὲ Καφαρναοὺμ ἀφικόμενος ἐδίδαξεν ὁ Ἰησοῦς τοῖς σάββασιν ἐν τῇ συναγωγῇ, καὶ ἐξεπλήσσοντο πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Ἦν γὰρ διδάσκων ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.
2 Καὶ ἦν ἐν τῇ συναγωγῇ ἄνθρωπος ἔχων πνεῦμα ἀκάθαρτον. Οὗτος ἀνέκραξε φωνῇ μεγάλῃ λέγων· Τί ἡμὶν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε, τίς εἶ· ὁ Ἅγιος τοῦ Θεοῦ.
3 Ὁ δὲ Ἰησοῦς ἐπιτιμῶν τῷ δαιμονίῳ ἐξέβαλεν αὐτό, καὶ ἐθαμβήθησαν πάντες συλλαλοῦντες πρὸς ἀλλήλους καὶ λέγοντες· Τί ἐστι τοῦτο; τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.
4 Καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
36 Jesus in the House of Simon.
1 Ἐκ τῆς συναγωγῆς ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ Σίμωνος καὶ ἐθεράπευσε τὴν πενθερὰν αὐτοῦ, ἣ κατέκειτο πυρέσσουσα.
2 Τῇ δὲ ἑσπέρᾳ, ὅτε ἔδυσεν ὁ ἥλιος, ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν. Ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους.
3 Ὁ δὲ Ἰησοῦς ἐθεράπευσε τοὺς κακῶς ἔχοντας καὶ ἐξέβαλε τὰ δαιμόνια κράζοντα καὶ λέγοντα· Σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ.
4 Γενομένης δὲ ἡμέρας ἐξέλειπε τὴν πόλιν Καφαρναούμ, καὶ τότε περιῆγεν ἐν ὅλῃ τῇ Γαλιλαίᾳ, διδάσκων ἐν ταῖς συναγωγαῖς καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
37 The Miraculous Draught of Fishes
1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἦλθεν ὁ Ἰησοῦς πρὸς τὴν λίμνην Γεννησαρέτ, καὶ ἐδίδαξε τοὺς ὄχλους ἐκ πλοίου.
2 Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα (ἦν γὰρ τούτου τὸ πλοῖον)· Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.
3 Καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· Ἐπιστάτα, δι᾽ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον.
4 Τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων τοσοῦτο, ὥστε διαῤῥήγνυσθαι τὸ δίκτυον.
5 Κατένευσαν οὖν τοῖς μετόχοις αὐτῶν ἐν ἑτέρῳ πλοίῳ, ἐλθεῖν καὶ συλλαβέσθαι αὐτοῖς. Καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά.
6 Ἰδὼν δὲ ὁ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασι τοῦ Ἰησοῦ λέγων· Ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε. Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς παρόντας.
7 Ὁ δὲ Ἰησοῦς εἶπε πρὸς τὸν Σίμωνα· Μὴ φοβοῦ, ἀπὸ τοῦ νῦν ζωγρήσεις ἀνθρώπους.
38 Jesus Cures the Leper
1 Καὶ ἐγένετο, ὅτε ἦν ὁ Ἰησοῦς ἐν μιᾷ τῶν πόλεων, ἀνὴρ πλήρης λέπρας ἦλθε πρὸς αὐτὸν λέγων· Κύριε, ἂν θέλῃς, δύνασαί με καθαρίσαι.
2 Ὁ δὲ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι· Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ’ αὐτοῦ.
3 Καὶ λέγει αὐτῷ· Ὅρα, μηδενὶ μηδὲν εἴπῃς ἀλλ’ ἀπελθὼν δεῖξον σεαυτὸν τῶ ἱερεῖ καὶ πρόςφερε περὶ τοῦ καθαρισμοῦ σου, ἃ προςέταξε Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.
4 Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι Ἰησοῦν δύνασθαι φανερῶς εἰς τὴν πόλιν εἰσελθεὶν, ἀλλ᾽ ἔξω ἦν ἐν ἐρήμοις τόποις.
39 Jesus Cures the Paralytic
1 Ὀλίγῳ ὕστερον πάλιν εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Καφαρναούμ, καὶ εὐθέως συνήχθησαν εἰς τὸν οἶκον οἱ ὄχλοι, καὶ ἐν τούτοις πολλοὶ Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἱ ἦλθον ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας.
2 Καὶ ἰδού, προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. Καὶ ἰδὼν τὴν πίστιν αὐτῶν, εἶπε τῷ παραλυτικῷ· Θάρσει, τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι.
3 Οἱ δὲ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἶπον ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ, τίς γὰρ δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός;
4 Ὁ δὲ Ἰησοῦς· Ἵνα τί, ἔφη, ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Τί γάρ ἐστιν εὐκοπώτερον εἶπεῖν· Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· Ἔγειρε καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, (τότε λέγει τῷ παραλυτικῷ) Ἔγειρε, καὶ ἄρας τὴν κλίνην πορεύου εἰς τὸν οἶκόν σου.
5 Καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἰδόντες οἱ ὄχλοι ἐφοβήθησαν, καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
40 The Calling of St. Matthew
1 Μετὰ ταῦτα πάλιν ἐξῆλθεν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν, καὶ παράγων εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τῷ τελωνίῳ, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
2 Ὁ δὲ Ματθαῖος ἐποίησεν αὐτῷ μεγάλην δοχὴν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ.
3 Καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;
4 Ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι τοὺς δικαίους ἀλλὰ τοὺς ἁμαρτωλούς.
41 The Celebration of the Sabbath
1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον, ἐπείνασαν γὰρ σφόδρα. Οἱ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ· Ἰδού, οἱ μαθηταί σου ποιοῦσιν, ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ.
2 Ὁ δὲ εἶπεν αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε, τί ἐποίησε Δαβίδ, ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ; πῶς εἰςῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ ἔφαγε τοὺς ἄρτους τῆς προθέσεως, οὓς οὐκ ἐξῆν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσι μόνοις;
3 Εἰ δὲ ἐγνώκειτε, τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους· τὸ γὰρ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, ἀλλ᾽ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον. Ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
4 Ἑτέρῳ δὲ σαββάτῳ θεραπεύσων ἄνθρωπόν τινα ξηρὰν ἔχοντα τὴν χεῖρα, ἠρώτα τοὺς Φαρισαίους, οἳ παρετήρουν αὐτόν· Πότερον ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Ἢ τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ σώσει; Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; ὥστ᾽ ἔξεστι τοῖς σάββασιν ἀγαθοποιεῖν.
42 Jesus Chooses the Twelve Apostles.
1 Ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ὄρος προςεύχεσθαι, καὶ ἦν πᾶσαν τὴν νυκτὰ ἐν τῇ προςευχῇ τοῦ Θεοῦ.
1 Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ καὶ ἐξελέξατο ἀπ᾽ αὐτῶν δώδεκα, οὓς ἀποστόλους ὠνόμασεν.
2 Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· Πρῶτος Σίμων, ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, καὶ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου καὶ Θαδδαῖος, Σίμων ὁ Καναναῖος καὶ Ἰούδας ὁ Ἰσκαριώτης.
3 Τούτους ἐξελέξατο, ἵνα ὦσι μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν τὸ εὐαγγέλιον, ἐκβάλλειν δαιμόνια καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
43 The Sermon on the Mount
1 Μετὰ ταῦτα ἀνεχώρησεν ὁ Ἰησοῦς μετὰ τῶν ἀποστόλων εἰς τόπον πεδινόν, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος ἠκολούθησαν αὐτῷ, ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν.
2 Ἰδὼν δὲ τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος καὶ καθίσας ἐδίδασκεν αὐτοὺς λέγων τοιάδε·
44 The Eight Beatitudes
1 Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
2 Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
3 Μακὰριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
4 Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
5 Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἔλεηθήσονται.
6 Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
7 Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
8 Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
9 Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν καθ᾽ ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
45 Dignity and Duties of the Apostles
1 Τοῖς δὲ ἀποστόλοις εἶπεν ὁ Ἰησοῦς·
2 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
3 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.
4 Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
46 Duties of Christians
1 Καὶ πάλιν πρὸς τὸν λαὸν τραπόμενος ἔλεγεν·
2 Μὴ νομίζετε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· Οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι.
3 Λέγω γὰρ ὑμῖν, ὅτι ἐὰν μὴ περισσεύῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
4 Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ, ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾽ ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.
47 The Sanctity of Marriage
1 Ἠκούσατε, ὅτι ἐῤῥέθη· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ.
2 Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἕν τῶν μελῶν σοῦ, καὶ μή ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
3 Ἐῤῥέθη δέ· Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ δότω αὐτῇ ἀποστάσιον. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ ὃς ἂν ἀπολελυμένην γαμήσῃ, μοιχᾶται. Ὃ γὰρ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
48 Other Christian Perfections
1 Πάλιν ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Μὴ ὀμνύετε ὅλως. Ἔστω δὲ ὁ λόγος ὑμῶν· Ναὶ ναί, οὒ οὔ. Τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
2 Ἠκούσατε, ὅτι ἐῤῥέθη· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν· Μὴ ἀνταδικεῖτε ἠδικημένοι, ἀλλ᾽ ἐάν τις τύπτῃ ὑμᾶς εἰς τὴν δεξιὰν σιαγόνα, παρέχετε αὐτῷ καὶ τὴν ἑτέραν.
3 Ἠκούσατε, ὅτι ἐῤῥέθη· Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοὺς μισοῦντας ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ὑμᾶς διωκόντων, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὃς τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.
4 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὥςπερ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.
49 Purity of Intention
1 Προσέχετε τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.
2 Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου, τί ποιεῖ ἡ δεξιά, ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι.
3 Καὶ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν, προσεύχου τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι.
4 Καὶ ὡσαύτως ὅταν νηστεύῃς, ἄλειψαί σου τὴν κεφαλήν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς νηστεύων τοῖς ἀνθρώποις, ἀλλὰ τῷ πατρί σου, τῳ ἐν τῷ κρυφαίῳ, καὶ ὁ πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυφαίῳ, ἀποδώσει σοι.
50 The Christian's Solicitude
1 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν.
2 Θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν, οὐδὲ κλέπτουσιν. Ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου.
3 Μηδὲ μεριμνᾶτε λέγοντες· Τί ἐσθίωμεν ἢ τί πίνωμεν ἢ τί περιβαλλώμεθα; Οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
51 Duties towards Our Neighbor
1 Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· μὴ καταδικάζετε, ἵνα μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε. Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.
2 Πάντα, ὅσα ἂν θέλητε, ἵνα ποιῶσιν ὑμὶν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
3 Ταῦτα καὶ ἄλλα πολλὰ ἐδίδαξεν ὁ Ἰησοῦς ἐπὶ τοῦ ὄρους, καὶ ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ ἐν ἐξουσίᾳ ὁ λόγος αὐτοῦ.
52 The Centurion's Servant
1 Ἐπειδὴ ἐπλήρωσεν ὁ Ἰησοῦς πάντα τὰ ῥήματα ταῦτα, εἰσῆλθεν εἰς Καφαρναούμ.
2 Ἐκεῖ ἀπαντᾷ αὐτῷ ἑκατόνταρχος, παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου, ἀσθενεῖ καὶ μέλλει τελευτᾷν.
3 Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεράπεύσω αὐτόν. Ἀλλ’ ἐκεῖνος ἀπεκρίθη· Κύριε, οὐκ εἰμὶ ἄξιος, ἵνα εἰσέλθῃς ὑπὸ τὴν στέγην μου· ἀλλὰ μόνον εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου.
4 Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς μεθ᾽ ἑαυτοῦ· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
5 Τῷ δὲ ἑκατοντάρχῳ λέγει· Ὓπαγε, καὶ ὡς ἐπίστευσας, γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ.
53 The Widow’s Son
1 Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἡ ὁδὸς ἦν διὰ τῆς πόλεως Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ ὄχλος πολύς.
2 Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, ἐξεκομίζετο τεθνηκώς, υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη χήρα.
3 Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε. Τῆς δὲ σοροῦ ἁψάμενος εἶπε· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Εὐθὺς ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν ὁ Ἰησοῦς τῇ μητρὶ αὐτοῦ.
4 Ἔλαβε δὲ φόβος ἅπαντας, καὶ ἐδόξαζον τὸν Θεὸν λέγοντες· ὅτι Προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
54 The Messengers of John the Baptist
1 Ὅτε ἤκουσε πάντα ταῦτα ὁ Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ, προσεκάλεσε δύο τίνὰς τῶν μαθητῶν αὐτοῦ καὶ ἔπεμψεν αὐτοὺς πρὸς τὸν Ἰησοῦν λέξοντας· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;
2 Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε τῷ Ἰωάννῃ, ἃ εἴδετε καὶ ἠκούσατε· ὅτι τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται καὶ μακάριός ἐστιν, ὃς ἐν ἐμοὶ μὴ σκανδαλίζεται.
3 Ἀπελθόντων δὲ τῶν ἀγγέλων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου καὶ ἔφη· Προφήτης ἐστὶν οὗτος, καὶ περισσότερος προφήτου. Οὗτός ἐστι περὶ οὗ γέγραπται· Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου ἔμπροσθέν σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Καὶ λέγω ὑμῖν· Οὐκ ἔστιν ἐν γεννητοῖς γυναικῶν μείζων οὐδεὶς Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων ἐστὶν αὐτοῦ.
55 Jesus Cures a Man who had been Sick Thirty Eight Years
1 Ἔν δὲ τοῖς Ἱεροσολύμοις εἶδεν ὁ Ἰησοῦς ἐπὶ τῇ κρήνῃ τῇ ἐπιλεγομένῃ ἑβραϊστὶ Βηθεσδὰ ἄνθρωπόν τινα, ὃς ἤδη τριάκοντα καὶ ὀκτὼ ἔτη κατείχετο τῇ ἀσθενείᾳ αὐτοῦ.
2 Τοῦτον ἠρώτα· Θέλεις ὑγιὴς γενέσθαι; Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
3 Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἔγειρε, αἶρε τὸν κράββατόν σου καὶ περιπάτει. Εὐθὺς ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἀπῆλθε χαίρων.
56 Mary Magdalene
1 Φαρισαῖός τις, Σίμων ὀνόματι, ἐκάλεσε τὸν Ἰησοῦν εἰς δεῖπνον. Γυνὴ οὖν, ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, ἀκούσασα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ φαρισαίου, ἐκόμισεν ἀλάβαστρον μύρου, καὶ κλαίουσα ἤρξατο τοῖς δάκρυσι βρέχειν τοὺς πόδας αὐτοῦ, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν αὐτοὺς καὶ κατεφίλει, καὶ ἤλειφε τῷ μύρῳ.
2 Ἰδὼν δὲ αὐτὴν ὁ φαρισαῖος εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ ἦν προφήτης, ἐγίγνωσκεν ἄν, τίς καὶ ποταπὴ ἡ γυνή, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.
3 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Σίμων, ὁρᾷς τὰ ἔργα, τὴν πίστιν καὶ τὴν μετάνοιαν ταύτης τῆς γυναικός; Λέγω σοι, ἀφέωνται αὐτῇ αἱ ἁμαρτίαι αἱ πολλαί, ὅτι ἠγάπησε πολύ.
4 Τῇ δὲ γυναικὶ ἔλεγεν· Ἀφέωνταί σου αἱ ἁμαρτίαι, πορεύου εἰς εἰρήνην.
57 Jesus Returns to Galilee, Cures one Possessed, and Answers the Hostile Attacks of the Pharisees
1 Μετὰ ταῦτα ἐπανῆλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν καὶ ἐθεράπευσεν ἄνθρωπον δαιμονιζόμενον, τυφλὸν καὶ κωφόν.
2 Οἱ Φαρισαῖοι, οὐ δυνάμενοι ἐξαρνεῖσθαι τὸ θαῦμα, ἐζήτουν αὐτὸ ἐξηγεῖσθαι λέγοντες· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
3 Ταύτην τὴν βλασφημίαν ῥᾳδίως ἐξέλεγξεν. Οἱ δὲ Φαρισαῖοι εἰς τοῦτο προῆλθον τῆς ἀναιδείας, ὥστ’ ἀπαιτεῖν παρ’ αὐτοῦ σημεῖον ἐκ τοῦ οὐρανοῦ.
4 Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπὲν αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Καθὼς γὰρ ἐγένετο ὁ Ἰωνᾶς τοῖς Νινευΐταις σημεῖον, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ.
5 Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
6 Οἱ Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ. Καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. Ἡ βασίλισσα τοῦ νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεὶ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος. Πλεῖον Σολομῶνος ὧδε.
58 The Sermon at Sea
1 Ἔν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ἐκάθητο παρὰ τὴν θάλασσαν, καὶ ἰδὼν ὄχλους πολλοὺς συναχθέντας πρὸς αὐτόν, ἐνέβη εἰς πλοῖον καὶ ἐδίδασκεν αὐτοὺς τὰς ἑξῆς ἕπτα παραβολὰς τῆς βασιλείας τοῦ οὐρανοῦ·
59 Parable of the Sower
1 Ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν. Καὶ ὅτε ἔσπειρεν, ὁ μὲν σπόρος ἔπεσε παρὰ τὴν ὁδόν, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτόν. Ἄλλος δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη καὶ εὐθέως φυεὶς ἐξηράνθη, ὅτι οὐκ εἶχε ῥίζαν. Ἄλλος δὲ ἔπεσεν εἰς τὰς ἀκάνθας καὶ ἀπεπνίχθη ὑπ’ αὐτῶν. Ἄλλος δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα.
2 Ὁ σπόρος ἐν ταύτῃ τῇ παραβολῇ ἐστι, κατὰ τὴν ἐξήγησιν τοῦ Ἰησοῦ αὐτοῦ, ὁ λόγος τοῦ Θεοῦ, ὃν πολλοὶ μὲν ἀκουοντες παραδέχονται, ὀλίγοι δὲ κατέχουσιν ἐν ταῖς καρδίαις, ὥστε καρπὸν φέρειν ἐν ὑπομονῇ.
60 The Parable of the Cockle
1 Ἄνθρωπός τις ἔσπειρε καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· καὶ ὅτε ἐκάθευδεν, ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου. Ὅτε δὲ ἐβλάστησεν ἀμφότερα, εἷπεν ὁ οἰκοδεσπότης τοῖς δούλοις αὐτοῦ· Ἄφετε ἀμφότερα συναυξάνεσθαι ἕως τοῦ θερισμοῦ, καὶ ἐν τῷ καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ κατακαύσατε αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
2 Διώριζε καὶ ταύτην τὴν παραβολὴν Ἰησοῦς λέγων· Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· ὁ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ ἀγαθοί· τὰ δὲ ζιζάνιά εἰσιν οἱ πονηροί· ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνος· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσι τοῦ Θεοῦ, οἳ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τοὺς μὲν πονηροὺς συλλέξουσι καὶ βαλοῦσιν εἰς τὴν κάμινον τοῦ πυρός. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Οἱ δὲ δίκαιοι τότε ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν.
61 The Parable of the Mustard-Seed
1 Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃ μικρότατόν ἐστι πάντων τῶν σπερμάτων· ὅταν δὲ αὐξηθῇ, γίγνεται δένδρον καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐλθόντα κατασκηνεῖ ἐν τοῖς κλάδοις αὐτοῦ.
62 The Parable of the Leaven
1 Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμη, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ εζυμώθη ὅλον.
63 The Parable of the Treasure
1 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα, ὅσα ἔχει, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
64 The Parable of the Pearl
1 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ, ζητοῦντι καλοὺς μαργαρίτας. Εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν ἐπώλησε πάντα, ὅσα εἶχε, καὶ ἡγόρασεν αὐτόν.
65 The Parable of the Good and the Bad Fishes
1 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ, ἣ βάλλεται εἰς τὴν θάλασσαν καὶ συνάγει ἰχθῦς παντοδαπούς. Οἱ μὲν καλοὶ τούτων συλλέγονται εἰς ἀγγεῖα, οἱ δὲ σαπροὶ ἔξω βάλλονται. Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· Ἀφοριοῦσιν οἱ ἄγγελοι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων.
66 Following Christ.
1 Τῇ αὐτῇ ἡμέρᾳ, ὀψίας γενομένης, εἶπεν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ· Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης.
2 Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· Διδάσκαλε, ἀκολουθήσω σοι, ὅπου ἂν ἀπέρχῃ.
3 Λέγει αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει, ὅπου τὴν κεφαλὴν κλίνῃ.
4 Ἕτερος δὲ τῶν μαθητῶν εἶπεν αὐτῳ. Ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀπελθεὶν καὶ θάψαι τὸν πατέρα μου.
5 Ὁ δὲ Ἰησοῦς λέγει ἀὐτῷ· Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ. Ὅστις γὰρ ἐπιβάλλει τὴν χεῖρα ἐπ᾽ ἄροτρον, καὶ βλέπει εἰς τὰ ὀπίσω, οὐκ ἄξιός ἐστι τῆς βασιλείας τοῦ Θεοῦ.
6 Τότε ἐμβὰς εἰς τὸ πλοῖον ἀπέπλει μετὰ τῶν μαθητῶν αὐτοῦ.
67 The Tempest Calmed
1 Πλεόντων δὲ αὐτῶν ἐγένετο λαῖλαψ μεγάλη, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων. Αὐτὸς δὲ ἐκάθευδεν.
2 Φοβηθέντες οὖν οἱ μαθηταὶ προσῆλθον καὶ ἤγειρον αὐτὸν λέγοντες· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα.
3 Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; Τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ παραχρῆμα ἐγένετο γαλήνη μεγάλη.
4 Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
68 Jesus in the Country of the Gerasens
1 Πέραν δὲ τῆς θαλάσσης, ἐν τῇ χώρᾳ τῶν Γερασηνῶν, ὑπήντησαν τῷ Ἰησοῦ δύο δαιμονιζόμενοι, ἐκ τῶν μνημείων ἐξερχόμενοι. Ἦσαν δὲ χαλεποὶ λίαν, ὥστε μὴ ἰσχεύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
2 Οὗτοι ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
3 Ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη, καὶ οἱ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, πέμψον ἡμᾶς εἰς τὴν κάτω ἀγέλην χοίρων.
4 Καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους. Καὶ ἰδού, ὥρμησε πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
5 Οἱ δὲ βόσκοντες πάντα ταῦτα εἰς τὴν πόλιν ἀπήγγειλαν, καὶ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ Ἰησοῦ καὶ παρεκάλεσαν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. Φόβος γὰρ μέγας εἶχεν αὐτούς. Αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν εἰς τὴν Γαλιλαίαν.
69 Jesus Returns to Capharnaum
1 Καὶ ὅτε ἐξέβη ἐκ τῆς νεὼς ὁ Ἰησοῦς, ἀπεδέξατο αὐτὸν ὄχλος πολὺς παρὰ τὴν θάλασσαν. Ἐν τούτοις ἦν ἄρχων τις τῆς συναγωγῆς, ὀνόματι Ἰάειρος, ὃς παρεκάλει αὐτὸν λέγων· Κύριε, ἡ θυγάτηρ μου μονογενὴς ἄρτι ἐτελεύτησεν· Ἀλλ’ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτὴν καὶ ζήσεται. Καὶ ἐγερθεὶς ἠκολούθησεν αὐτῷ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ.
2 Ὅτε οὖν ἐπορεύετο διὰ τοῦ ὄχλου, γυνή τις, ἥτις ἦν ἐν ῥύσει αἵματος ἔτη ἔτι δώδεκα καὶ πολλὰ ἔπασχε παρὰ τῶν ἰατρῶν, οὐδὲν ὠφεληθεῖσα, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἰάθη ἀπὸ τῆς μάστιγος αὐτῆς.
3 Ὁ δὲ Ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπε· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκὲ σε· πορεύου εἰς εἰρήνην.
70 The Daughter of Jairus
1 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον λέγει αὐτοῖς· Ἀναχωρεῖτε, οὐ γὰρ ἐτελεύτησε τὸ κοράσιον, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ.
2 Αὐτὸς δὲ ἐκβαλὼν πάντας, παραλαμβάνει Πέτρον, Ἰάκωβον καὶ Ἰωάννην καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον.
3 Καὶ κρατήσας αὐτῆς τῆς χειρὸς λέγει αὐτῇ· Κοράσιον, σοὶ λέγω, ἔγειρε· καὶ αὐτίκα ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει διὰ τῆς οἰκίας.
4 Καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.
71 Jesus Cures Two Blind Men, and Returns a Second Time to Nazareth
1 Μετ’ ὀλίγον ἐξέλιπεν ὁ Ἰησοῦς τὴν Καφαρναοὺμ ἵνα περιοδεύοι τὴν Γαλιλαίαν, καὶ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ τοῦ Δαβίδ.
2 Ἠρώτησεν αὐτοὺς ὁ Ἰησοῦς· Ἆρα πιστεύετε, ὅτι τοῦτο δύναμαι ποιῆσαι; Λέγουσιν αὐτῷ· Ναί, Κύριε.
3 Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ παραυτίκα ἐγένοντο βλέποντες.
4 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
5 Τότε καὶ τὸ δεύτερον ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ, οἱ δὲ Ναζαρηνοὶ οὐχ ὑπεδέξαντο αὐτόν.
72 The Beheading of John the Baptist
1 Κατὰ τοῦτον τὸν χρόνον Ἡρώδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησε τοῖς μεγιστᾶσι καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας.
2 Διὰ τοῦ δείπνου ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ὠρχήσατο ἔμπροσθεν αὐτῶν, καὶ περιχαρὴς εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ Αἴτησόν με, καὶ ὃ ἂν αἰτήσῃς, δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου.
3 Ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς· Τί αἰτήσωμαι; Ἡ δὲ ἀπεκρίνατο· Τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.
4 Καὶ ἀκούσας ὁ βασιλεὺς περίλυπος ἐγένετο, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους εὐθέως ἐπέταξε, τὸν Ἰωάννην ἀποκεφαλίζεσθαι ἐν τῇ φυλακῇ, καὶ φέρεσθαι τὴν κεφαλὴν αὐτοῦ τῷ κορασίῳ ἐπὶ πίνακι. Τὸ δὲ ἀσεβὲς κοράσιον ἔδωκεν αὐτὴν τῇ ἔτι ἀσεβεστέρᾳ μητρὶ αὐτῆς.
73 The First Sending of the Apostles
1 Ὅτε οὖν ἀπεχώρησεν ὁ Ἰησοῦς ἀπὸ τῆς Ναζαρέτ, προσεκαλεῖτο τοὺς δώδεκα ἀποστόλους, ἀπέστελλεν αὐτοὺς σύνδυο καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια, καὶ θεραπεύειν πάσας τὰς νόσους.
2 Καὶ λέγει αὐτοῖς· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλεις Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα τοῦ οἴκου Ἰσραήλ, καὶ κηρύσσετε τὸ εὐαγγέλιον λέγοντες· ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.
3 Ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε. Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
74 The Apostles Receive Instructions for their Mission
1 Μηδὲν αἴρετε εἰς τὴν ὁδόν. Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ.
2 Εἰς ἣν δ᾽ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάζετε, τίς ἐν αὐτῇ ἄξιός ἐστιν· καὶ ἐκεῖ μένετε, ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.
3 Εἰς ἣν δ᾽ ἂν οἰκίαν εἰσέλθητε, πρῶτον λέγετε· Εἰρήνη τῇ οἰκίᾳ ταύτῃ. Καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐπαναπαύσεται ἐπ᾽ αὐτὴν ἡ εἰρήνη ὑμῶν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ἐφ᾽ ὑμᾶς ἀνακάμψει.
4 Καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάσσετε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.
75 Further Instructions
1 Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Ἐστὲ οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
2 Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων. Μισήσουσι γὰρ ὑμᾶς καὶ ἐκ πάντος τρόπου διώξουσι διὰ τὸ ὄνομά μου. Ἀλλὰ μὴ φοβεῖσθε τοὺς ἀνθρώπους. Ἀποκτείνουσι μὲν τὸ σῶμα, τὴν δὲ ψυχὴν οὐ δύνανται ἀποκτείνειν. Φοβεἶσθε μᾶλλον τὸν δυνάμενον καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα διαφθείρειν.
3 Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.
4 Καὶ ἐξελθόντες οἱ ἀπόστολοι ἐκήρυσσον μετάνοιαν, καὶ ἤγγελλον τὴν βασιλείαν ὅτι ἤγγικεν. Δαιμόνια δὲ καὶ πολλὰ ἐξέβαλλον καὶ ἀλείφοντες ἐλαίῳ πολλοῦς ἀῤῥώστους ἐθεράπευον αὐτούς.
76 The Multitudes Follow Jesus
1 Ἐγγὺς ἦν τὸ Πάσχα, καὶ ὑποστρέψαντες πρὸς τὸν Ἰησοῦν οἱ ἀπόστολοι ἀπήγγειλαν αὐτῷ, ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
2 Ὁ δὲ εἶπεν αὐτοῖς· Δεῦτε εἰς ἔρημον τόπον καὶ ἀναπαύεσθε ὀλίγον. Ἰδόντες δὲ αὐτοὺς οἱ ὄχλοι ὑπάγοντας ἠκολούθησαν αὐτοῖς.
3 Καὶ ἰδὼν ὁ Ἰησοῦς ἐλέησεν αὐτούς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλὰ καὶ θεραπεύειν τοὺς ἀῤῥώστους αὐτῶν.
77 The Miracle of the Loaves and Fishes
1 Ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· Ἐρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη πολλή· Ἀπόλυσον οὖν τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κύκλῳ κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
2 Ὁ δὲ λέγει· Πόσους ἄρτους ἔχετε; Ἀποκρίνονται· Πέντε, καὶ δύο ἰχθύας.
3 Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ ἔδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ ἐμέρισαν αὐτοὺς τοῖς ὄχλοις.
4 Καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς, κλασμάτων κόφινοι δώδεκα. Οἱ δὲ φαγόντες ἦσαν ἄνδρες ὡς πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.
5 Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἔλεγον· ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης, ὁ ἐρχόμενος εἰς τὸν κόσμον. Καὶ ἔθελον αὐτὸν βασιλέα ποιῆσαι. Ὁ δὲ εὐθέως ἐκέλευσε τοὺς μαθητὰς ἐμβαίνειν εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Καφαρναούμ. Αὐτὸς δὲ ἀνεχώρησεν εἰς ὄρος προσεύξασθαι.
78 Jesus Walks upon the Sea
1 Ἦσαν ἤδη οἱ μαθηταὶ ἐν μέσῳ τῆς θαλάσσης, καὶ ἐβασανίζετο τὸ πλοῖον ὑπὸ τῶν κυμάτων. Ἐναντίος ἦν ὁ ἄνεμος, οὐδ᾽ ἐδύναντο προχωρεῖν εἰ μὴ βραδέως καὶ μάλα χαλεπῶς.
2 Τῇ δὲ τετάρτῃ φυλακῇ τῆς νυκτὸς εἶδον τὸν Ἰησοῦν ἑπόμενον αὐτοῖς καὶ περιπατοῦντα ἐπὶ τῆς θαλάσσης. Ἐταράχθησαν δεινῶς νομίζοντες φάντασμα εἶναι καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
3 Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Τότε ἀνέβη εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος.
4 Οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς εἶ.
79 The Promise of the Blessed Sacrament
1 Τῇ δὲ ὑστεραίᾳ οἱ ὄχλοι, οὐ δυνάμενοι εὑρίσκειν τὸν Ἰησοῦν, ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες αὐτόν. Ὁ δὲ ἰδὼν αὐτοὺς ἔλεγεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε· Μὴ ἐργάζεσθε τὴν βρῶσιν τὴν ἀπολλυμέμην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει.
2 Τίς οὖν ὁ ἄρτος οὗτος ὁ σεμνός; Ἐνενόουν οἱ Ἰουδαὶοι ἄρτον τινὰ θαυμάσιον οἷον τὸ μάννα, ὃ ἔφαγον οἱ πατέρες αὐτῶν ἔν τῇ ἐρήμῳ.
3 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς ἔδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
4 Εἶπον οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.
5 Ἀπεκρίθη ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Ἀλλὰ πρῶτον δεὶ πιστεύειν εἰς ὃν ἀπέστειλεν ὁ Θεός. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς.
6 Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος, ὃν ἐγὼ δώσω ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
80 The Jews Murmur.
1 Ἐμάχοντο οὖν οἱ Ἰουδαῖοι πρὸς ἀλλήλους λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν ἑαυτοῦ σάρκα φαγεῖν;
2 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων µου τὴν σάρκα καὶ πίνων µου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρα.
3 Ἡ γὰρ σάρξ µου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά µου ἀληθής ἐστι πόσις. Ὁ τρώγων µου τὴν σάρκα καὶ πίνων µου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.
4 Καθὼς ἀπέστειλέ µε ὁ ζῶν πατήρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων µε κἀκεῖνος ζήσει δι' ἐμέ. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.
81 The Apostles are Scandalized
1 Πολλοὶ δὲ καὶ τῶν μαθητῶν ἀκούσαντες αὐτοῦ εἴπον· Σκληρός ἐστιν οὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν;
2 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; Τί οὖν φήσετε, ἐὰν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρότερον; Ἔτι καὶ τότε ἀπιστήσετε;
3 Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματα, ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι, καὶ ζωή ἐστιν. Ἀλλ' εἰσὶν ἐξ ὑμῶν τινες, οἳ οὐ πιστεύουσιν.
4 Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν ἀπῆλθον ἀπ' αὐτοῦ. Εἶπε δὲ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἀπεκρίθη Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαµεν, ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ Θεοῦ.
82 Second Passover. — The Woman of Chanaan
1 Διὰ τὰς ἐπιβουλὰς τῶν Ἰουδαίων οὐκ ἀνέβη ὁ Ἰησοῦς τούτῳ τῷ ἔτει εἰς Ἱεροσόλυμα ἐπὶ τὸ Πάσχα. Περιπατῶν οὖν τὴν Γαλιλαίαν ἦλθεν εἰς τὰ ὅρια Τύρου καὶ Σιδῶνος.
2 Ἐκεῖ γυνή τις, Ἑλληνίς, ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐκραύγασε λέγουσα· Ἐλέησόν µε, Κύριε, υἱὲ Δαβίδ· ἡ θυγάτηρ µου κακῶς δαιμονίζεται, Κύριε, βοήθει μοι.
3 Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐ καλόν ἐστι, λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
4 Ἡ δὲ εἶπε· Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
5 Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῃ· Ὦ γύναι, µεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
83 Cure of the Deaf and Dumb.
1 Ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος ἦλθεν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. Ἐκεῖ φέρουσιν αὐτῷ οἱ ὄχλοι χωλούς, κυλλούς, τυφλούς, κωφοὺς καὶ ἑτέρους πολλοὺς ἀσθενεῖς, καὶ ἐθεράπευσεν αὐτούς.
2 Ἐν τούτοις ἦν κωφός τις καὶ μογιλάλος. Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ' ἰδίαν, ἔβαλε τοὺς δακτύλους εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε, καὶ λέγει αὐτῷ· Ἐφφαθά, ὅ ἐστι διανοίχθητι. Καὶ ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.
3 Οἱ δὲ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν λέγοντες· Καλῶς πάντα πεποίηκε· τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν.
84 The Primacy Conferred on Peter
1 Ἐλθῶν ὁ Ἰησοῦς εἰς τὰ µέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς μαθητάς· Τίνα µε λέγουσιν οἱ ἄνθρωποι εἶναι; Οἱ δὲ εἶπον· Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστήν, οἱ δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν.
2 Καὶ αὖθις ἠρώτα· Ὑμεῖς δέ, τίνα µε λέγετε εἶναι; Ἀπεκρίνατο Σίμων Πέτρος· Σὺ εἶ ὁ Χριστός ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
3 Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Μακάριος εἶ, Σίμων, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι τοῦτο, ἀλλ' ὁ πατήρ µου, ὁ ἐν τοῖς οὐρανοῖς. Κἀγὼ δέ σοι λέγω· ὅτι Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω µου τὴν ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
4 Καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὃ ἂν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεµένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.
85 Jesus Foretells His Passion
1 Ἀπὸ τούτου ἤρξατο Ἰησοῦς δεικνύναι τοῖς μαθηταῖς αὐτοῦ, ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν, καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμµατέων, καὶ ἀποκτανθῆναι, και τῇ τρίτη ἡμέρᾳ ἐγερθῆναι.
2 Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος λέγει αὐτῷ ἐπιτιμῶν· Ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο.
3 Ὁ δὲ Ἰησοῦς ἐπετίμησε τῷ Πέτρῳ τὴν ἀφροσύνην ταύτην, καὶ προσκαλεσάµενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς εἶπεν αὐτοῖς· Εἴ τις θέλει ὀπίσω µου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω µοι.
4 Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, εὑρήσει αὐτήν. Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσµον ὅλον κερδήσῃ, τὴν δὲ ψυχἠν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυφῆς αὐτοῦ; Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
86 The Transfiguration.
1 Μεθ' ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον, τὸν Ἰωάννην καὶ τὸν Ἰάκωβον καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλόν.
2 Ἐκεῖ µετεμορφώθη ἔμπροσθεν αὐτῶν· Τὸ πρόσωπον αὐτοῦ ἔλαμψεν ὡς ὁ ἥλιος, τὰ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς χιών, καὶ ἰδού, ὤφθησαν αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες μετ' αὐτοῦ.
3 Ὁ Πέτρος ἐκπεπληγμένος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωµεν ὧδε σκηνὰς τρεῖς, µίαν σοὶ καὶ μίαν Μωϋσῇ καὶ μίαν Ἠλίᾳ.
4 Καὶ ἔτι αὐτοῦ λαλοῦντος νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτοὺς καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός µου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε.
5 Οἱ μαθηταὶ ταῦτα ἀκούσαντες κατέπεσον ἐπὶ τὸ πρόσωπον καὶ ἐφοβήθησαν σφόδρα.
6 Και προσῆλθεν ὁ Ἰησοῦς, καὶ ἁψάμενος αὐτῶν εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν µόνον.
7 Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐπέταξεν αὐτοῖς ὁ Ἰησοῦς μηδενὶ λέγειν ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ τῶν νεκρῶν ἀναστῇ.
87 Jesus Cures the Lunatic Child.
1 Τῇ δὲ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησε τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησε λέγων· Κύριε, ἐλέησόν µου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ ὑπὸ πνεύματος ἀλάλου κακῶς πάσχει. Προσήνεγκον αὐτὸν τοῖς μαθηταῖς σου, ἀλλ’ οὐκ ἐδυνήθησαν αὐτὸν θεραπεῦσαι.
2 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Εἰ δύνῃ πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. Καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· Πιστεύω, Κύριε, βοήθει µου τῇ ἀπιστίᾳ.
3 Τότε ἐπετίμησεν ὁ Ἰησοῦς τῷ ἀκαθάρτῳ πνεύματι, καὶ ἐθεραπεύθη ὁ παῖς.
4 Τοῖς δὲ μαθηταῖς ἔλεγεν· Ὦ γενεὰ ἄπιστος, ἕως πότε μεθ' ὑμῶν ἔσομαι; Διὰ τὴν ἀπιστίαν ὑμῶν οὐκ ἐδυνήθητε ἐκβαλεῖν αὐτό. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· Μετάβηθι ἔνθεν ἐκεῖσε, καὶ µεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
THIRD YEAR
JESUS WORKS CHIEFLY IN SAMARIA AND JUDEA.
88 Jesus goes to Jerusalem for the Feast of Tabernacles.
1 Ἐγγὺς ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, ἡ σκηνοπηγία, καὶ εἶπον οἱ ἀδελφοὶ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσί σου τὰ ἔργα, ἃ ποιεῖς. Φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
2 Πορευόμενος οὖν ὁ Ἰησοῦς πρὸς Ἱεροσόλυμα ἀπέστειλεν ἀγγέλους πρὸ ἑαυτοῦ εἰς κώμην τινὰ τῶν Σαμαρειτῶν, ἵνα ἑτοιμάσαιεν αὐτῷ.
3 Οἱ δὲ ἐνοικοῦντες οὐκ ἐβουλήθησαν προσδέχεσθαι αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόµενον εἰς Ἱεροσόλυμα.
4 Τοῦτο ἰδόντες οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἐκ τοῦ οὐρανοῦ καὶ τρυχῶσαι ταύτην τὴν κώµην, ὡς καὶ Ἠλίας ἐποίησεν;
5 Στραφεὶς δὲ ὁ Ἰησοῦς ἐπετίμησεν αὐτοῖς λέγων· Οὐκ οἴδατε οἵου πνεύµατός ἐστε ὑμεῖς. Ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου οὖκ ἦλθεν ἀνθρώπους ἀπολέσαι, ἀλλὰ σῶσαι.
6 Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώµην.
89 The Sending of the Seventy-two Disciples
1 Μετὰ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον, οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι.
2 Ἔλεγε δὲ πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.
3 Ὑπάγετε· ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. Μὴ βαστάζετε βαλάντιον, μὴ πήραν, μηδὲ ὑποδήματα, καὶ µηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.
4 Εἰς ἥν δ' ἂν οἰκίαν εἰσέλθητε, πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν ἐκεῖ ᾖ υἱὸς εἰρήνης, επαναπαύσεται ἐπ' αὐτὸν ἡ εἰρήνη ὑμῶν· ἐὰν δὲ μή γε, ἐφ' ὑμᾶς ἀνακάμψει.
5 Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν, ἀλλ' ἐν τῇ αὐτῇ οἰκίᾳ µένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ' αὐτῶν· ἄξιος γὰρ ὁ εργάτης τοῦ μισθοῦ αὐτοῦ.
6 Εὶς ἣν δ' ἂν πόλιν εἰσέλθητε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέµενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· Ἤγγικεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.
7 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ, ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά µε.
90 The Disciples Return from Their First Mission.
1 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα δύο μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.
2 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δέ, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.
3 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι τῷ ἁγίῳ ὁ Ἰησοῦς καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις.
4 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. Λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, ἀλλ' οὐκ εἶδον, καὶ ἀκοῦσαι, ἃ ἀκούετε, ἀλλ᾽ οὐκ ἤκουσαν.
91 The Greatest Commandment
1 Καὶ ἰδού, νομικός τις, ἐκπειράζων αὐτὸν λέγει· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
2 Ἠρώτησεν αὐτὸν ὁ Ἰησοῦς· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγιγνώσκεις;
3 Ὁ δὲ ἀπεκρίνατο· Ἀγαπήσεις τὸν Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐν ὅλῃ τῃ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν.
4 Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Ὀρθῶς ἀπεκρίθης. Τοῦτο ποίει, καὶ ζήσῃ.
5 Ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστιν ὁ πλησίον µου;
92 The Good Samaritan.
1 Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες καὶ πλήξαντες αὐτὸν ἀπῆλθον, ἡμιθανῆ ἀφέντες.
2 Κατὰ συγκυρίαν ἱερεύς τις, ὁμοίως δὲ καὶ λευΐτης, κατέβαινον ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδόντες αὐτὸν ἀντιπαρῆλθον.
3 Σαμαρείτης δέ τις ὁδεύων ἐκεῖσε ἐλέησεν αὐτόν, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον· καὶ ἐπιβιβάσας αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ.
4 Τῇ ὑστεραίᾳ, ἀποχωρήσων, δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγώ, ὅταν ἐπανέλθω, ἀποδώσω σοι.
5 Τίς οὖν τούτων τῶν τριῶν δοκεῖ σοι πλησίον γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Ὁ δὲ ἀπεκρίνατο· Ὁ ἐλεήσας αὐτόν. Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου, καὶ σὺ ποίει ὁμοίως.
93 Mary and Martha
1 Πορευόμενος ὁ Ἰησοῦς πρὸς Ἱεροσόλυμα ἦλθεν εἰς κώμην τινὰ Βηθανίαν καλουμένην. Ἐκεῖ ἀδελφαὶ δύο, Μαρία καὶ Μάρθα, ἠδέως ὑπεδέξαντο αὐτὸν εἰς τὴν οἰκίαν αὐτῶν.
2 Ἡ μὲν Μαρία παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Κυρίου, ἤκουσε τὸν λόγον αὐτοῦ, ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν, καὶ εἶπε· Κύριε, οὐ µέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην µε καταλείπει διακονεῖν; Εἰπὲ οὖν αὐτῇ, ἵνα µοι συναντιλάβηται.
4 Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία. Μαρία δὲ τήν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς.
94 The Lord's Prayer
1 Εὐξαμένου ποτὲ τοῦ Ἰησοῦ ἐν τόπῳ τινὶ ἐρημῷ, εἶπεν αὐτῷ τις τῶν μαθητῶν αὐτοῦ· Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ.
2 Καὶ εἶπεν αὐτοῖς ὁ Ιησοῦς· Ὅταν προσεύχησθε, λέγετε· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ επὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
3 Ἀμήν.
4 Καὶ προσέθηκεν ὁ Ἰπσοῦς· Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν. ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει. καὶ τῷ κρούοντι ἀνοίγεται.
95 Jesus at the Feast of Tabernacles.
1 Ἀφίκετο ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, µεσούσης ἤδη τῆς ἑορτῆς. Ἀναβὰς εἰς τὸ ἱερὸν ἐδίδασκε, καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος γράμματα οἶδε, μὴ µεμαθηκώς;
2 Ἔλεγον δέ τινες ἐκ τῶν Ἱερσολυμιτῶν· Οὐχ οὗτός ἐστιν, ὃν ζητοῦσιν ἀποκτεῖναι, καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Μή ποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες, ὅτι οὗτός ἐστιν ὁ Χριστός; Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευον εἰς αὐτὸν καὶ ἔλεγον ὅτι Ὁ Χριστός, ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν. Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης.
96 The Woman Taken in Sin.
1 Ὄρθρου δὲ τῆς ὑστεραίας πάλιν ἦν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ διδάσκων, καὶ ἄγουσιν αὐτῷ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκά τινα ἐπὶ ἁμαρτίᾳ εἰλημμένην, καὶ λέγουσιν· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατείληπται ἐπαυτοφώρῳ µοιχευοµένη. Μωϋσῆς δὲ ἐν τῷ νόμῳ ἐκέλευσε, τὰς τοιαύτας λιθάζειν· σὺ οὖν τί λέγεις;
2 Ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ κατέγραφεν εἰς τὴν γῆν. Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνέκυψε καὶ εἶπεν αὐτοῖς· Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος ἐπ' αὐτὴν βαλέτω λίθον, καὶ πάλιν κατακύψας ἔγραψεν εἰς τὴν γῆν.
3 Οἱ δὲ ἀκούσαντες ἐξήρχοντο, εἷς καθ' εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων. Τότ' ἠρώτα ὁ Ἰησοῦς τὴν γυναῖκα· Ποῦ εἰσιν οἱ κατήγοροί σου; οὐδείς σε κατέκρινεν; Ἡ δὲ εἶπεν· Οὐδείς, Κύριε. Καὶ ὁ Ιησοῦς· Οὐδ' ἐγώ σε κατακρινῶ. Πορεύου, καὶ μηκέτι ἁμάρτανε.
97 The Cure of the Man Born Blind.
1 Σαββάτῳ τινὶ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
2 Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.
3 Ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν εκ τοῦ πτύσματος, καὶ ἐπέθηκε τὸν πηλὸν ἐπὶ τοὺς ὀφλαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὴν κολυµβήθραν τοῦ Σιλωάµ. Ἀπῆλθεν ὁ τυφλὸς καὶ ἐνίψατο, καὶ ἐπανῆλθε βλέπων.
4 Οἱ δὲ Φαρισαῖοι ἐξετάσαντες πῶς ἀνέβλεψεν ὁ τυφλὸς ἔλεγον οἱ μὲν ὅτι Οὐκ ἔστι παρὰ Θεοῦ οὗτος ὁ ἄνθρωπος Ἰησοῦς, ὅτι τὸ σάββατον οὐ τηρεῖ, οἱ δὲ Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ ἦν σχίσμα ἐν αὐτοῖς.
5 Ὁ δὲ τυφλὸς ἀπεκρίθη· Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ἦν, καὶ ἄρτι βλέπω. Οἴδαμεν δὲ καὶ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. Ἐγὼ οὖν φημι, ὅτι οὗτος προφήτης ἐστίν. Εἰ γὰρ μὴ ἦν παρὰ Θεοῦ, οὐκ ἂν ἠδύνατο ποιεῖν οὐδέν.
6 Ἀκούσαντες τούτους τοὺς λογισμοὺς εἶπον οἱ Φαρισαῖοι· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω.
98 Jesus the Good Shepherd.
1 Ἰδὼν ὁ Ἰησοῦς, ὅτι οἱ Φαρισαῖοι ἐξέβαλον τὸν τυφλογενῆ διὰ τῆς πίστεως αὐτοῦ ἔλεγεν αὐτοῖς ταύτην τὴν παραβολήν·
2 Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ οὗ οὐκ ἔστι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει καὶ σκορπίζει τὰ πρόβατα.
3 Εγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς καὶ γιγνώσκω τὰ ἐμὰ καὶ γιγνώσκουσί µε τὰ ἐμά, καθὼς γιγνώσκει με ὁ πατὴρ κἀγὼ γιγνώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν µου τίθηµι ὑπὲρ τῶν προβάτων.
4 Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ µε ἀγαγεῖν, καὶ τῆς φωνῆς µου ἀκούσουσι, καὶ γενήσονται μία ποίµνη, εἷς ποιμήν.
99 Jesus at the Feast of Dedication.
1 Ἔμεινεν ὁ Ἰησοῦς ἐν τοῖς Ἱεροσολύμοις μέχρι τῆς ἑορτῆς τῶν ἐγκαινίων, ἥ ἐνιαυτὸν κατ' ἐνιαυτὸν χειμῶνος ὥρᾳ ἐγένετο ἡμέρας ὀκτώ.
2 Περιπατοῦντα οὖν αὐτὸν ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ Σολομῶνος ἐκύκλωσαν οἱ Ἰουδαῖοι καὶ ἔλεγον· Ἕως πότε τὴν ψυχἠν ἡμῶν αἴρεις; Εὶ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παῤῥησίᾳ.
3 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν, ἀλλ' οὐ πιστεύετε. Τὰ ἔργα, ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός µου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ. Ἀλλ' ὑμεῖς οὐ πιστεύετε· Ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμεν.
4 Ἀκούσαντες ταῦτα ἐβάστασαν οἱ Ἰουδαῖοι λίθους, ἵνα λιθάσωσιν αὐτόν. Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς· Πολλὰ ἔργα ἔδειξα ὑμῖν καλὰ ἐκ τοῦ πατρός· διὰ ποῖον ἔργον ἐμὲ λιθάζετε;
5 Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι· Περὶ καλοῦ ἔργου οὐ λιθάζοµέν σε, ἀλλὰ περὶ βλασφημίας καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν.
6 Ὁ δὲ Ἰησοῦς ἔλεγεν· Ὃν ὁ πατήρ ἡγίασεν ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς; Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός µου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε, καὶ γνώσεσθε, ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί.
7 Τότε ἐζήτουν οἱ Ἰουδαῖοι πιάσαι αὐτόν. Ὁ δὲ Ἱησοῦς ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον, ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων.
100 Jesus Pays the Temple Tax.
1 Ἦν ἡ ὁδὸς διὰ Σαμαρείας καὶ Γαλιλαίας. Καὶ ἐλθόντος τοῦ Ἰησοῦ μετὰ τῶν μαθητῶν εἰς Καφαρναούμ, προσῆλθον οἱ τὰ δίδραχµα λαμβάνοντες τῷ Πέτρῳ καί εἶπον· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχµα;
2 Ἀπεκρίθη ὁ Πέτρος· Ναί. Καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη; ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;
3 Ἀπεκρίνατο Πέτρος· Ἀπὸ τῶν ἀλλοτρίων, καὶ ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἄρα γε ἐλεύθεροί εἰσιν ὁ υἱοί. Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν, βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόµα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
101 Humility
1 Ἐν τῇ αὐτῇ ὥρᾳ προσῆλθον τῷ Ἰησοῦ οἱ μαθηταί, καὶ ἐπηρώτα αὐτούς· Τί ἐν τῇ ὁδῷ διελογίζεσθε; Οἱ δὲ ἐσιώπων. Πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίς ἂν εἴη µείζων αὐτῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
2 Καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα, καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. Καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν µέσω αὐτῶν καὶ εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
102 Scandal
1 Καὶ ἔτι περὶ τοῦ παιδίου λέγων εἶπεν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ· Ὃς ἂν δέξηται ἓν παιδίον τοιοῦτον ἐπὶ τῷ ὀνόματί µου, ἐμὲ δέχεται.
2 Ὃς δ' ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
3 Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. Ἀνάγκη γάρ ἐστιν, ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ, δι' οὗ τὸ σκάνδαλον ἔρχεται.
4 Εἰ δὲ ἡ χείρ σου, ἢ ὁ ὀφθαλμὸς σκανδαλίζει σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ. Καλόν σοί ἐστι, κυλλόν, χωλὸν ἢ μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεὶν, ἢ δύο χεῖρας, δύο πόδας ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
5 Ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς Βλέπουσι τὸ πρόσωπον τοῦ πατρός µου, τοῦ ἐν οὐρανοῖς.
103 Fraternal Correction.
1 Διέμενεν ὁ Ἰησοῦς διδάσκων τοὺς μαθητὰς καὶ ἔλεγεν· Ἐὰν ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου. Ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα.
2 Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ. Ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Ἀμῆν λέγω ὑμῖν· Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεµένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς, ἒσται λελυμένα ἐν τῷ οὐρανῷ.
3 Πάλιν ἀμὴν λέγω ὑμῖν, ὅτι Ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγµατος, οὗ ἂν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός µου, τοῦ ἐν οὐρανοῖς.
4 Οὗ γάρ εἰσι δύο ἡ τρεῖς συνηγµένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν µέσῳ αὐτῶν.
104 The Pardon of Injuries.
1 Τότε προσελθὼν ὁ Πέτρος ἠρώτησεν αὐτόν· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός µου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;
2 Λέγει αὐτῷ ὁ Ἰησοῦς. Οὐ λέγω σοι, ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά. Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀγθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν.
105 The Unforgiving Servant.
1 Καὶ ταῦτα παραινέσας ἐπέλεγεν ὁ Ἰησοῦς τήνδε τὴν παραβολήν· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἀφῆκε τῷ δούλῳ αὐτοῦ τὸ δάνειον µυρίων ταλάντων.
2 Οὗτος δὲ ἐξελθὼν εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια· καὶ κρατήσας αὐτὸν ἔπνιγε καὶ ἔβαλεν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.
3 Ἀκούσας ταῦτα ὁ κύριος καὶ προσκαλεσάµενος τὸν σκληρὸν καὶ ἀγνώμονα δοῦλον λέγει αὐτῷ· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς µε· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Καὶ ὀργισθεὶς παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον.
4 Οὕτω καὶ ὁ πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν.
106 The Ten Lepers.
1 Καὶ ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ιουδαίας, πέραν τοῦ Ἰορδάνου.
2 Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώµην, ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόῤῥωθεν, καὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν εἶπεν αὖτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. Οἱ δὲ πορευθέντες ἐκαθαρίσθησαν.
3 Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ. Καὶ οὗτος ἦν Σαμαρείτης.
4 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ, εἰ μἡ ὁ ἀλλογενής οὗτος; Καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.
107 Sickness and Death of Lazarus.
1 Ἦν ἔτι ὁ Ἰησοῦς πέραν τοῦ Ἰορδάνου, ὅτε αἱ δύο ἀδελφαὶ Μαρία καὶ Μάρθα ἀπὸ Βηθανίας ἀπέστειλαν πρὸς αὐτὸν λέγουσαι· Κύριε, ὁ ἀδελφὸς ἡμῶν, ὃν φιλεῖς, ἀσθενεῖ. Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι' αὐτῆς. Μετὰ δὲ ἡμέρας δύο λέγει τοῖς μαθηταῖς αὐτοῦ· Λάζαρος ὁ φίλος ἡμῶν ἀπέθανεν, ἀλλ' ἄγωμεν πρὸς αὐτόν.
2 Καὶ ὅτε προσεπέλαζεν ὁ Ἰησοῦς τῇ βηθανίᾳ, ὑπήντησαν αὐτῷ Μάρθα καὶ Μαρία λέγουσαι· Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφὸς ἡμῶν.
3 Λέγει αὐταῖς ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφὸς ὑμῶν. Ἐγὼ γάρ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα.
4 Ἰδὼν δὲ αὐτάς τε καὶ τοὺς συνελθόντας Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι, καὶ εἶπεν· Ἀλλὰ ποῦ τεθείκατε αὐτόν; Λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. Καὶ ἤγαγον αὐτὸν πρὸς τὸ μνημεῖον.
108 The Resurrection of Lazarus.
1 Τὸ δὲ μνημεῖον ἦν σπήλαιον καὶ λίθος ἐπέκειτο ἐπ' αὐτῷ. Λέγει οὖν ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. Ἡ δὲ Μάρθα λέγει αὐτῷ· Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. Ὁ δὲ Ἰησοῦς· Οὐκ εἶπόν σοι, ἔφη, ὅτι, ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ;
2 Ἦραν οὖν τὸν λίθον, καὶ ὁ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς µου. Ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ µου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν, ὅτι σύ µε ἀπέστειλας.
3 Ταῦτα εἰπὼν φωνῇ µεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω. Καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεµένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Καὶ ἔλεγεν ὁ Ἰησοῦς· Λύσατε αὐτόν, καὶ ἄφετε ὑπάγειν. Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, θεασάµενοι ἃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν.
109 The Jews Seek to Kill Jesus.
1 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνήγαγον συνέδριον καὶ ἔλεγον· Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
2 Εἷς δέ τις ἐξ αὐτῶν, Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Συμφέρει ἡμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
3 Καὶ ἀπ' ἐκείνης τῆς ἡμέρας συνεβουλεύσαντο, ἵνα ἀποκτείνωσιν αὐτόν. Ἰησοῦς οὖν οὐκέτι παῤῥησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλ' ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν.
110 Jesus the Friend of the Little Children.
1 Τότε προσέφερον τῷ Ἰησοῦ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται. Οἱ δὲ μαθηταὶ ἐπετίμησαν τοῖς προσφέρουσιν.
2 Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός µε, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
3 Καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ' αὐτά.
111 The Rich Young Man.
1 Καὶ ἐκπορευομένου τοῦ Ἰησοῦ εἰς ὁδόν, προσέδραµε νεανίσκος τις καὶ ἐπηρώτησεν αὐτόν· Διδάσκαλε ἀγαθέ, τί ποιήσω, ἵνα ζωήν αἰώνιον κληρονομήσω;
2 Ἀπεκρίνατο αὐτῷ ὁ Ἰησοῦς· Τήρησον τὰς ἐντολάς· Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδοµαρτυρήσεις. Τίμα τὸν πατέρα καὶ τὴν μητέρα σου καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
3 Τοῦ δὲ νεανίου εἰπόντος ὅτι Ταῦτα πάντα ἐτήρησα ἐκ νεότητός µου, ἔλεγεν ὁ Ἰησοῦς· Εἰ θέλεις εἶναι τέλειος, πάντα ὅσα ἔχεις πώλησον καὶ δὸς τοῖς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
4 Ἐκεῖνος δὲ ἀκούσας ταῦτα ἀπῆλθε λυπούµενος, ἦν γὰρ πλούσιος σφόδρα. Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπεν ὁ Ἰησοῦς· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
112 The Reward in Heaven.
1 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Ιδού, ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν:
2 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές µοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τοῦ θρόνου τῆς δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
3 Καὶ πᾶς, ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς ἢ ἀδελφάς, ἢ πατέρα ἢ μητέρα, ἢ γυναῖκα ἢ τέκνα, ἢ ἀγροὺς ἕνεκα τοῦ ὀνόματός µου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωήν αἰώνιον κληρονομήσει.
113 The Laborers in the Vineyard.
1 Μετὰ ταῦτα ἔλεγεν ὁ Ἰησοῦς ταύτην τὴν παραβολήν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας, καὶ συμφωνήσας μετ' αὐτῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
2 Καὶ ἐξελθὼν περὶ τὴν τρίτην ὥραν, καὶ πάλιν περὶ τὴν ἕκτην, τὴν ἐννάτην καὶ τὴν ἑνδεκάτην, καὶ εὑρὼν ἑκάστοτε ἄλλους ἐργάτας ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, ἀπέστειλε καὶ τούτους εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
3 Ὀψίας δὲ γενομένης ὁ κύριος συγκαλεσάµενος τοὺς ἐργάτας ἀπέδωκεν αὐτοῖς τὸν µισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων, καὶ ἔλαβον οἵ τε ἔσχατοι καὶ οἱ πρῶτοι ἀνὰ δηνάριον.
4 Τῶν δὲ πρώτων γογγυζόντων περὶ ταύτης ὡς ἀδικίας, εἶπεν ὁ οἰκοδεσπότης ἑνὶ αὐτῶν· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς µοι; Ἆρον τὸ σὸν καὶ ὕπαγε· ἢ οὐκ ἔξεστί µοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι;
5 Οὗτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
114 Jesus Returns to Jerusalem
1 Ἐν τούτῳ πάλιν ἤγγιζε τὸ πάσχα, καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβε τοὺς δώδεκα μαθητὰς κατ' ἰδίαν ἐν τῇ ὁδῷ καὶ εἶπεν αὐτοῖς· Ιδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ τοῖς γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν.
2 Οὗτοι ἐμπαίξουσιν αὐτῷ καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ µαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
3 Αὐτοὶ δὲ οὐδὲν τούτων συνῆκαν, καὶ οὐκ ἐγίγνωσκον τὰ λεγόμενα.
115 The Blind Men of Jericho.
1 Καὶ ὅτε ἤγγιζεν ὁ Ἰησοῦς εἰς Ἱεριχώ, δύο τυφλοὶ ἐκάθηντο παρὰ τὴν ὁδὸν προσαιτοῦντες.
2 Καὶ πυθόμενοι ὅτι Ἰησοῦς ὁ Ναζαραῖος παρέρχεται ἔκραξαν λέγοντες· Κύριε, ἐλέησον ἡμᾶς, υἱὸς Δαβίδ.
3 Ὁ ὄχλος ἐπετίμησεν αὐτοῖς, ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραζον λέγοντες· Κύριε, ἐλέησον ἡμᾶς, υἱὸς Δαβίδ. Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν; Οἱ δὲ λέγουσι· Κύριε, ἵνα ἀναβλέψωμεν.
4 Καὶ ἐλεήσας ὁ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ δοξάζοντες τὸν Θεόν. Καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
116 Zacheus.
1 Ἐν τῇ Ἱεριχὼ ἦν ἀνήρ τις, Ζακχαῖος ὀνόματι, ἀρχιτελώνης, πλούσιος μὲν χρημάτων, μικρὸς δὲ τῇ ἡλικίᾳ.
2 Οὗτος ζητῶν ἰδεῖν τὸν Ἰησοῦν, τίς ἐστιν, μὴ δυνάµενος δὲ ἀπὸ τοῦ ὄχλου, προέδραµε ἔμπροσθεν καὶ ἀνέβη ἐπὶ συκοµωρέαν ὅπου ἔμελλεν ὁ Ἰησοῦς διέρχεσθαι.
3 Ὁ δὲ Ἰησοῦς ἐλθὼν ἐπὶ τὸν τόπον καὶ ἀναβλέψας κατεκάλει αὐτόν, καὶ εἰσῆλθε καταλῦσαι παρ' αὐτῷ.
4 Καὶ πάντων περὶ τούτου γογγυζόντων καὶ λεγόντων ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε, εἶπεν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
117 The Parable of the Ten Talents.
1 Ἐντεῦθεν ἐξῆλθεν ὁ Ἰησοῦς πρὸς Ἱεροσόλυμα, καὶ ὅτι πολλοὶ ἐδόκουν ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι, ἔλεγε τήνδε τὴν παραβολήν.
2 Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὕποστρέψαι. Καλέσας δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπε· Πραγματεύσασθε ἐν ᾧ ἔρχομαι.
3 Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτὸν καὶ ἁπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· Οὐ θέλοµεν τοῦτον βασιλεῦσαι ἐφ' ἡμᾶς.
4 Καὶ ὅτε ἐπανῆλθε λαβὼν τὴν βασιλείαν ἐφώνησε τοὺς δούλους καὶ συνῆρε λόγον μετ' αὐτῶν. Τοῖς ἐν ἐλαχίστῳ πιστοῖς γενοµένοις ἐξουσίαν ἔδωκεν ἐπάνω δέκα ἢ πέντε πόλεων κατὰ τὴν πραγµατείαν αὐτῶν· τὸν δὲ ὀκνηρὸν δοῦλον, ὃς ἀποκειμένην εἶχε τὴν μνᾶν αὐτοῦ ἐν σουδαρίῳ, ἐκέλευσε ταύτην ἀφαιρεῖσθαι καὶ βάλλεσθαι εἰς τὸ σκότος τὸ ἐξώτερον.
5 Πλὴν τοὺς ἐχθροὺς τοὺς μὴ θελήσαντας αὐτὸν βασιλεῦσαι ἐπ' αὐτούς, ἐκέλευσεν ἄγεσθαι καὶ κατασφάζεσθαι ἔμπροσθεν αὐτοῦ. Ταῦτα εἰπὼν προῆγεν ὁ Ἰησοῦς καὶ ἦλθεν εἰς Βηθανίαν, ἐγγὺς τῶν Ἱεροσολύμων.
6 [Πολλὰς ἔτι καὶ ἄλλας παραβολὰς ἔλεγεν ὁ Ἰησοῦς κατὰ τὸν βιὸν αὐτοῦ, ἐξ ὧν ἐστιν ἃς ἐνταῦθα ἀναφέρειν οὐκ ἄτοπον.]
118 The Fig Tree.
1 Πυθόμενός ποτε ὁ Ἰησοῦς ὅτι Γαλιλαίων τινῶν τὸ αἷμα ἔμιξε Πιλάτος μετὰ τῶν θυσιῶν αὐτῶν, ἔλεγε τοῖς παροῦσιν· Δοκεῖτε, ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; Οὐχί, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ µετανοήσητε, πάντες ὁμοίως ἀπολεῖσθε.
2 Ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτώ, ἐφ' οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε, ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας ἀνθρώπους τοὺς κατοικοῦντας Ἱερουσαλήμ; Οὐχί, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ µετανοήσητε, πάντες ὁμοίως ἀπολεῖσθε.
3 Ἔλεγε δὲ ταύτην τὴν παραβολήν· Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ· Ζητήσας καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὑρὼν εἶπε πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω. Ἔκκοψον αὐτήν, ἵνα τί καὶ τὴν γῆν καταργεῖ;
4 Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια. Κἂν μὲν ποιήσῃ καρπόν — Εἰ δὲ μή γε, ἐκκόψεις αὐτήν.
119 The Supper.
1 Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς. Τῇ δὲ ὥρᾳ τοῦ δείπνου ἀπέστειλε τὸν δοῦλον αὐτοῦ εἰπεῖν τοῖς κεκληµένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα.
2 Τούτων δὲ πάντων παραιτουµένων ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε. Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός µου. Λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκληµένων γεύσεταί µου τοῦ δείπνου.
120 The Lost Sheep.
1 Ἤγγιζον τῷ Ἰησοῦ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ, καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. Ὁ δὲ Ἰησοῦς εἶπε πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων·
2 Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἕν, οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, ἕως εὗρῃ αὐτό; Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους χαίρων, καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς· Συγχάρητέ µοι, ὅτι εὗρον τὸ πρόβατόν µου τὸ ἀπολωλός.
3 Λέγω ὑμῖν, ὅτι οὕτω χαρὰ ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι µετανοίας.
4 Ἢ ὥσπερ συγχαίρονται φίλαι τε καὶ γείτονες γυναικὶ εὑρούσῃ τὴν δραχμὴν ἣν ἁπώλεσεν, οὕτως, λέγω ὑμῖν, χαρὰ γίγνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
121 The Prodigal Son.
1 Ἄνθρωπός τις εἶχε δύο υἱούς. Ὁ νεώτερος αὐτῶν αἰτήσας τὸν πατέρα τὸ ἐπιβάλλον µέρος τῆς οὐσίας καὶ τυχὼν ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.
2 Δαπανήσας δὲ πάντα καὶ ὑστερήσας τῶν ἐπιτηδείων, λιμοῦ ἰσχυροῦ γενοµένου κατὰ τὴν χώραν ἐκείνην, ἐθήτευε πολιτῇ τινι, ὃς ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ, βόσκειν χοίρους.
3 Εἰς τοῦτο ἀφίκετο τῆς ἀπορίας, ὥστ' ἐπιθυμεῖν γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων, ὧν ἤσθιον οἳ χοῖροι. Ἀλλ' οὐδείς ἐδίδου αὐτῷ.
4 Καὶ ἐλθὼν εἰς ἑαυτὸν ἀνέστη καὶ ἐπανῆλθε πρὸς τὸν πατέρα λέγων· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνωπιόν σου· οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν µε ὡς ἕνα τῶν µισθίων σου.
5 Ὁ δὲ πατὴρ ἐλεήσας αὐτὸν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, κατεφίλησεν αὐτὸν καὶ ἐκέλευσε τοὺς δούλους αὐτοῦ ἐνδύειν αὐτὸν τὴν στολὴν τὴν πρώτην, διδόναι δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας· θύειν δὲ προσέτι τὸν μόσχον τὸν σιτευτόν, καὶ φαγόντας εὐφρανθῆναι.
6 Τοῦ δὲ υἱοῦ αὐτοῦ τοῦ πρεσβυτέρου ὀργισθέντος περὶ τούτου, ἀπεκρίθη αὐτῷ ὁ πατήρ· Τέκνον, καὶ σέ δεῖ εὐφρανθῆναι καὶ χαρῆναι, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν, καὶ ἀνέζησε· ἦν ἀπολωλώς, καὶ εὑρέθη.
122 The Unjust Steward.
1 Ἀνθρωπός τις πλούσιος, ἀκούσας ὅτι ὁ οἰκονόμος αὐτοῦ διεσκόρπιζε τὰ ὑπάρχοντα αὐτοῦ, ἐφώνησεν αὐτὸν καὶ ἐζήτησε λόγον τῆς οἰκονοµίας παρ' αὐτοῦ.
2 Ὁ δὲ οἰκονόμος πρὶν ἀφαιρεῖσθαι τὴν οἰκονοµίαν προσεκαλέσατο ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου αὐτοῦ καὶ ἀφῆκεν αὐτοῖς μέρος τι συχνὸν τῶν χρεῶν αὐτῶν, ἐλπίζων ὅτι, ἐὰν µετασταθῇ τῆς οἰκονομίας, δέξονται αὐτὸν εἰς τοὺς οἴκους αὐτῶν.
3 Καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι φρονίµως ἐποίπσεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρoνιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν.
4 Ποιήσατε καὶ ὑμεῖς ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
123 The Rich Man and Lazarus.
1 Ἄνθρωπός τις ἦν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν, ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου, ἀλλ' οὐδεὶς ἐδίδου αὐτῷ. Μόνον οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ.
2 Καὶ νῦν ἀπέθανεν ὁ πτωχὸς καὶ ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ.
3 Ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη ἐν τῷ ᾅδῃ. Ἐπάρας δὲ τοὺς ὀφθαλμούς, ὢν ἐν βασάνοις, εἶδεν Ἀβραὰμ ἀπὸ µακρόθεν καὶ τὸν λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ, καὶ φωνήσας εἶπε· Πάτερ Ἀβραάμ, ἐλέησόν µε, καὶ πέμψον λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν µου. Ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.
4 Ὁ δὲ λάζαρος ἀναμνήσας αὐτὸν τῶν πρόσθεν ἐν τῇ ζωῇ αὐτοῦ ἀγαθῶν καὶ τῆς νῦν δικαίας ἀντιδόσεως ἔλεγεν· Μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἑστήρικται, ὅπως μηδεὶς δύναται ἔνθεν διαβῆναι πρὸς ὑμᾶς, μηδὲ εκεῖθεν πρὸς ἡμᾶς.
5 Τὸ τελευταῖον ἠρώτησεν ὁ πλούσιος τὸν Ἀβραάμ, ἵνα πέμψῃ τὸν Λάζαρον πρὸς τοὺς πέντε ἀδελφοὺς αὐτοῦ διαμαρτυρῆσαι αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Ὁ δὲ Ἀβραὰμ ἀπένευσε λέγων· Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. Εἰ γὰρ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδ' ἐάν τις ἐκ τῶν νεκρῶν ἀναστῇ πεισθήσονται.
124 The Unjust Judge.
1 Ἵνα δὲ πάντοτε προσεύχωνται οἱ μαθηταὶ καὶ μὴ ἐγκακῶσιν ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς τήνδε τήν παραβολήν.
2 Κριτής τις τὸν Οεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος ᾐτήθη ὑπὸ χήρας τινός, ἵνα ἐκδικήσῃ αὐτὴν ἀπὸ τοῦ ἀντιδίκου αὐτῆς.
3 Πολὺν χρόνον ἐξαρνησάμενος τὸ τελευταῖον εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, ἀλλ' ὅμως, ὅτι κόπον μοι παρέχει, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ µε.
4 Καὶ ἐπέθηκεν ὁ Ἰησοῦς· Ἀκούσατε, τί ὁ κριτὴς τῆς ἀδικίας λέγει; Ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ, τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός; Λέγω ὑμῖν, ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει.
125 The Pharisee and the Publican.
1 Εἶπε δὲ Ἰησοῦς καὶ πρός τινας, τοὺς πεποιθότας ἐφ' ἑαυτοῖς, ὅτι εἰσὶ δίκαιοι, καὶ ἐξουθενοῦντας τοὺς λοιπούς, τὴν παραβολἠν τήνδε.
2 Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης.
3 Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· Ὁ Θεός, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ ἢ καὶ ὡς οὗτος ὁ τελώνης. Νηστεύω δὶς τοῦ σαββάτου καὶ ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
4 Ὁ δὲ τελώνης µακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ' ἔτυπτε τὸ στῆθος αὐτοῦ λέγων· Ὁ Θεός, ἱλάσθητί µοι τῷ ἁμαρτωλῷ.
5 Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωµένος εἰς τὸν οἶκον αὐτοῦ παρ' ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
THIRD PART
THE PASSION OF OUR LORD.
First Day Of Holy Week.
126 Jesus is Anointed by Mary.
1 Ἀϕίκετο ὁ Ἰησοῦς εἰς τὴν Βηθανίαν πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα. Ἐκεῖ ἐποίησαν αὐτῷ δεῖπνον ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων.
2 Ἡ δὲ Μαρία λαβοῦσα ἀλάβαστρον µύρου βαρυτίμου συνέτριψε καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. Ἐξέμαξε δὲ καὶ τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς καὶ ἤλειψεν αὐτούς. Πᾶσα ἡ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
3 Ἔνιοι οὖν ἐκ τῶν μαθητῶν ἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; Ὁ δὲ Ἰούδας Ἰσκαριώτης ἔλεγεν· Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη τοῖς πτωχοῖς; Εἶπε δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ' ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε, καὶ τὰ βαλλόμενα ἐβάσταζεν.
4 Ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε αὐτήν, τί αὐτῃ κόπους παρέχετε; Πάντοτε τοὺς πτωχοὺς ἔχετε μεθ' ἑαυτῶν, καὶ ὅταν θέλητε, δύνασθε αὐτοὺς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί· Προέλαβε μυρίσαι τὸ σῶμά µου εἰς τὸν ἐνταφιασμόν.
5 Ἀμην δὲ λέγω ὑμῖν, ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη, λαληθήσεται εἰς τὸ μνημόσυνον αὐτῆς.
6 Οἱ μὲν οὖν Ἰουδαῖοι πυθόµενοι ὅτι ὁ Ἰησοῦς ἐν Βηθανίᾳ ἐστίν, πολλοὶ ἐκεῖ συνῆλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδοιεν, ὃν ἤγειρεν ἐκ νεκρῶν. Οἱ δὲ ἀρχιερεῖς ἐβουλεύσαντο, ἵνα καὶ τὸν λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
Second Day of Holy Week
127 Christ's Triumphant Entry into Jerusalem.
1 Τῇ ἐπαύριον ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἐλθὼν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν ἀπέστειλε δύο μαθητὰς εἰς τὴν κώμην τὴν κατέναντι αὐτῶν, Βηθφαγῆ καλουµένην, καὶ ἐκέλευσεν αὐτοὺς ἀγαγεῖν αὐτῷ τὴν ὄνον, ἣν εὑρίσκοιεν δεδεμένην ἐν τῇ κώμῃ, καὶ μετ' αὐτῆς τὸν πῶλον αὐτῆς, ἐφ' ὃν οὐδεὶς ἀνθρώπων οὔπω κεκάθικε.
2 Ἐπάνω τούτων οὖν οἱ μαθηταὶ ἐπέθησαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπικαθίσαντες τὸν Ἰησοῦν ἐπάνω ἤγαγον αὐτὸν εἰς Ἱεροσόλυμα.
3 Καὶ ἐπληρώθη τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδού, ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.
4 Ὁ δὲ ὄχλος, ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ. Πολλοὶ καὶ ἔστρωσαν τὰ ἑαυτῶν ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.
5 Οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λἐγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαβίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι τοῦ Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
6 Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἴπον πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· λέγω ὑμῖν ὅτι Εὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κράξονται.
128 Jesus Weeps over Jerusalem
1 Καὶ ὡς ἤγγισεν ὁ Ἰησοῦς, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτὴν λέγων ὅτι Εἰ ἔγνως καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ ταύτῃ, τὰ πρὸς εἰρήνην· νῦν δὲ ἐκρύβη ἀπὸ τῶν ὀφθαλμῶν σου.
2 Ἡξουσιν ἡμέραι ἐπὶ σέ, καὶ ἐπιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι, καὶ περικυκλώσουσί σε, καὶ συνέξουσί σε πάντοθεν, καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσι ἐν σοὶ λίθον ἐπὶ λίθῳ, ἀνθ' ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
3 Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα εσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; Οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν Ἰησοῦς ὁ προφήτης, ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς.
4 Ὀψίας δὲ γενομένης ἐξῆλθε μετὰ τῶν δώδεκα ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ.
Third Day of Holy Week.
129 Jesus Curses the Barren Fig Tree.
1 Τῇ ἐπαύριον, ἐζελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασεν ὁ Ἰησοῦς. Καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν ἐπ' αὐτήν, εἰ ἄρα εὑρήσει καρπούς, ἀλλ' οὐδὲν εὗρεν ἐν αὐτῇ, εἰ μὴ φύλλα.
2 Οὐκ ἦν ὁ καιρὸς σύκων, ἀλλ' ὅμως κατήρατο Ἰησοῦς τὴν συκῆν λέγων· Μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι. Καὶ παραχρῆμα εξηράνθη ἡ συκῆ.
3 Τῶν δὲ μαθητῶν θαυμαζόντων, ἔλεγεν ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν, καὶ μὴ διακριθῆτε, οὐ µόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται. Καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προςευχῇ πιστεύοντες λήψεσθε.
130 Jesus Cleanses the Temple.
1 Μετὰ ταῦτα ἔρχονται εἰς Ἱεροσόλυμα. Καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν πάντας τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας, τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν τὰς περιστερὰς πωλούντων κατέστρεψε καὶ οὐκ ἤφιεν, ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ.
2 Καὶ ἔλεγεν· Οὐ γέγραπται ὅτι Ὁ οἶκός µου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν; Ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν.
3 Ταῦτα ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν, πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
4 Ὅτε ὀψὲ ἐγένετο ἐπανῆλθεν εἰς Βηθανίαν.
Fourth Day of Holy Week
131 The Tribute Due to Caesar.
1 Τῇ ὑστεραίᾳ ἐπανελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἐδίδασκε τὸν λαὸν καὶ ἔλεγε παραβολὰς δύο, τὴν μὲν τὸν ἑαυτοῦ θάνατον, τὴν δὲ τὴν τῶν Ιουδαίων ἀποδοκιμασίαν προσημαινούσας.
2 Ἔγνωσαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὅτι περὶ αὐτῶν ἔλεγε, καὶ πορευθέντες συμβούλιον ἔλαβον, ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
3 Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρωδιανῶν λέξοντας· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. Εἰπὲ οὖν ἡμῖν· Ἔξεστι δοῦναι φόρον Καίσαρι, ἢ οὔ;
4 Ὁ δὲ Ἰησοῦς εἰδὼς τὴν πονηρίαν αὐτῶν εἶπε· Τί µε πειράζετε, ὑποκριταί; Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ φόρου, ἵνα ἴδω. Καὶ προσήνεγκαν αὐτῷ δηνάριον. Ὃ λαβὼν ἠρώτησεν αὐτούς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Εἶπον αὐτῷ ὅτι Καίσαρος, καὶ ἀπεκρίθη ὁ Ἰησοῦς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
5 Ταῦτα ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
132 The Widow's Mite.
1 Καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος χαλκὸν εἰσέβαλλεν. — Πολλοὶ μὲν πλούσιοι εἰσέβαλλον πολλά, χήρα δέ τις πτωχὴ ἐλθοῦσα ἔβαλε λεπτὰ δύο.
2 Καὶ προσκαλεσάµενος ὁ Ἰησοῦς τοὺς µαθητὰς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔβαλε τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον.
3 Οὗτοι γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· ἐκείνη δ' ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
133 The Destruction of Jerusalem.
1 Ἐκπορευομένου τοῦ Ἰησοῦ ἐκ τοῦ ἱεροῦ, προσῆλθον οἱ μαθηταὶ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς καὶ τὴν λαμπρότητα τοῦ ἱεροῦ, καὶ εἷς ἐξ αὐτῶν ἔλεξε· Διδάσκαλε, ἰδέ, ποταποὶ λίθοι, καὶ ποταπαὶ οἰκοδομαί.
2 Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται ὧδε λίθος ἐπὶ λίθῳ, ὃς οὐ καταλυθήσεται.
3 Καὶ καθηµένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ' ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας λέγοντες· Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον, ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι;
4 Ἀπεκρίθη ὁ Ἰησοῦς· Ὅταν ἴδητε κυκλουµένην ὑπὸ στρατοπέδων Ἱερουσαλήμ, τότε γνῶτε, ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν µέσῳ αὐτῆς τῆς πόλεως ἐκχωρείτωσαν, καὶ γὰρ ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν.
5 Πολλοὶ μὲν πεσοῦνται στόµατι µαχαίρας, πολλοὶ δὲ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη, καὶ ἡ Ἱερουσαλήμ καταλυθήσεται πατουμένη ὑπὸ τῶν ἐθνῶν.
6 Τριάκοντα καὶ ἕπτα ἔτεσιν ὕστερον, στράτευµα μέγα ἐπάγοντος τοῦ Ῥωμαίου στρατηγοῦ Τίτου, ἀκριβῶς ἐπληρώθη τὸ ῥηθὲν τοῦτο.
7 Τότε γὰρ κατεβλήθη τὰ τείχη, ἐρημώθη ἡ πόλις, κατεκαύθη τὸ ἱερὸν καὶ ᾐχμαλωτίσθησαν οἱ Ἰουδαῖοι εἰς πάντα τὰ ἔθνη, μηδέποτε εἰς ἓν ἔθνος συγγενησόµενοι.
134 Jesus Foretells the End of the World.
1 Ἐρωτηθεὶς δ’ ἐν τῷ αὐτῷ καιρῷ καὶ περὶ τῆς ἑαυτοῦ παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος εἶπεν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ· Bλέπετε, µή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί µου λέγοντες· Ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσιν.
2 Ὑμεῖς δὲ μὴ πιστεύσητε αὐτοῖς. Τάδε σημεῖα ὑμῖν·
3 Πρῶτον κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ, εἰς µαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος.
4 Μελλήσετε δ' ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους, φόβηθρά τε καὶ ἀπ' οὐρανοῦ σημεῖα μεγάλα. Πάντα δὲ παῦτα ἀρχὴ ὠδίνων.
5 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ. Ἐπὶ τῆς γῆς ἔσται συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
6 Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ ὄψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς µεγάλης, καὶ οὗτοι ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπὸ τῶν ἄκρων τῶν οὐρανῶν ἕως τῶν ἄκρων αὐτῶν.
135 The Last Judgement.
1 Ἔλεγε δ' ὁ Ἰησοῦς καὶ τὴν κρίσιν τὴν ἐσχάτην, ὅπως γενήσεται. Καθήσεται γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τοῦ θρόνου τῆς δόξης αὐτοῦ, περιεστώτων τῶν ἀγγέλων αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη.
2 Τὰ μὲν πρόβατα, τοὺς ἀγαθούς, στήσει ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια, τοὺς κακούς, ἐξ εὐωνύμων.
3 Τότε ὁ κριτής τῶν μὲν ἀγαθῶν τὰ καλά, τῶν δὲ κακῶν τὰ πονηρὰ ἔργα ἀνακαλύψει, καὶ τοῖς μὲν ἐκ δεξιῶν αὐτοῦ ἐρεῖ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός µου, κληρονοµήσατε τὴν βασιλείαν, τὴν ἡποιμασμένην ὑμῖν ἀπὸ τῆς καταβολῆς τοῦ κόσμου.
4 Τοῖς δ' ἐξ εὐωνύμων αὐτοῦ ἐρεῖ· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
5 Καὶ ἀπελεύσονται, οὗτοι μὲν εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
136 The Wise and the Foolish Virgins.
1 Τὴν μὲν ὥραν καὶ τὴν ἡμέραν τῆς ἑαυτοῦ παρουσίας καὶ τῆς ἐσχάτης κρίσεως οὐκ ἀπεκάλυψεν ὁ Ἰησοῦς, ἐκέλευσε δὲ τοὺς μαθητὰς αὐτοῦ πάντοτε ἀγρυπνεῖν, καὶ προσδοκᾶν τὴν ἡμέραν τοῦ κυρίου πίστιν τε καὶ τὰ ἔργα τῆς πίστεως περιβεβληµένους.
2 Ὁμοιωθήσεται γάρ, ἔφη, ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε ἐξ αὐτῶν ἦσαν µωραί, καὶ πέντε φρόνιμοι· Αἱ μὲν μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθ' ἑαυτῶν ἔλαιον, αἱ δὲ φρόνιμοι ἔλαβον καὶ ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων αὐτῶν.
3 Χρονίζοντος τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς παρῆσαν οἱ ἄγγελοι τοῦ νυμφίου, καὶ ἐγερθεῖσαι αἱ παρθένοι ἑκόσμησαν τὰς λαμπάδας αὐτῶν.
4 Αἱ δὲ μωραὶ εὗρον τὰς ἑαυτῶν ἐσβεσμένας, καὶ ἐν ᾧ ἀπῆλθον ἀγοράσαι ἔλαιον, ἦλθεν ὁ νυμφίος, καὶ αἱ φρόνιμοι εἰσῆλθον µετ' αὐτοῦ εἰς τοὺς γάμους.
5 Ὕστερον ἦλθον καὶ αἱ λοιπαὶ παρθένοι, εὑροῦσαι δὲ κλεισθεῖσαν τὴν θύραν ἔκρουον αὐτὴν καὶ ἐκάλουν· Κύριε, κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ νυμφίος ἀπεκρίθη· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.
6 Γρηγορεῖτε οὖν, αὕτη ἡ παραβολὴ δηλοῖ, διότι οὐκ οἴδατε τὴν ὥραν οὐδὲ τὴν ἡμέραν ἐν αἷς ὁ υἱὸς τοῦ ἀνθρώπου ελεύσεται.
137 Judas Offers Himself to the Jews to Betray Jesus.
1 Καὶ ὅτ' ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίγνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
2 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ συνήχθησαν εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύσαντο, πῶς τὸν Ἰησοῦν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. Ἔλεγον δέ· Μἠ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
3 Ἠπόρουν ἔτι τὸ πῶς τε καὶ πότε κρατήσωσιν αὐτόν, ὅτε ὁ Ἰούδας Ἰσκαριώτης, εἷς τῶν δώδεκα, εἰσῆλθεν εἰς αὐτοὺς καὶ εἶπεν αὐτοῖς· Τί θέλετέ µοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτὸν ἄτερ ὄχλου.
4 Οἱ δὲ µέγα χαρέντες ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια, καὶ ἀπὸ τούτου ἐζήτει ὁ Ἰούδας εὐκαιρίαν, τὴν τοῦ παραδοῦναι αὐτοῖς τὸν Ἰησοῦν, τὸν κύριον καὶ σωτῆρα αὐτοῦ.
Fifth Day of Holy Week.
138 The Last Supper.
1 Τῇ ὑστεραίᾳ, τῇ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι τὸ Πάσχα;
2 Ὁ δ' ἀπέστειλε δύο ἐξ αὐτῶν, Πέτρον καὶ Ἰωάννην, καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὴν πόλιν συναντήσετε ἀνθρώπῳ κεράµιον ὕδατος βαστάζοντι· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται, καὶ ὁ οἰκοδεσπότης ὑμῖν δείξει ἀνώγεων μέγα ἐστρωμένον, ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα.
3 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἦλθεν ὁ Ἰησοῦς, καὶ ἀνακειμένος μετὰ τῶν δώδεκα ἔλεγεν· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ µε παθεῖν. Λέγω γὰρ ἡμῖν ὅτι Οὐ μὴ φάγω ἐξ αὐτοῦ, ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
4 Τὸ δὲ Πάσχα, ἤγουν ἓν πρόβατον, τέλειον, ἄρσεν, ἐνιαύσιον καὶ ὀπτὸν πυρὶ οἱ τρεῖς καὶ δέκα νῦν ἔφαγον περιεζωσµένοι τὰς ὀσφῦς καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ἔχοντες καὶ βακτηρίας ἐν ταῖς χερσίν, καθὼς ἐπέταξεν ὁ Κύριος τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Αἰγύπτου.
139 Jesus Washes His Apostles' Feet.
1 Μετὰ τὸ Πάσχα εἰωθότως ἐγένετο δεῖπνον λάμπρον. Τοῦ δ' οὖν Πάσχα γενοµένου κατέθηκεν ὁ Ἰησοῦς τὰ ἱμάτια, καὶ λέντιον διεζωσμένος ἔβαλεν ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ, ᾧ ἦν διεζωσµένος.
2 Ταῦτα ποιῶν σημαίνειν ἐβούλετο, ὅτι τὸ ἑπόμενον δεῖπνον, κεὶ μὴ νόμῳ ἐπιτεταγμένον, τοῦ δὲ Πάσχα ὅμως ἔσται ἁγιώτερον, καὶ σεμνότερον πολύ, δεῖπνον, ὡς ἀληθῶς, εἰς ὃ πάντας ἔδει καθαροὺς εἶναι τὴν καρδίαν.
3 Τὸ αὐτὸ τοῦτο καὶ λόγοις ἐδήλου πρὸς Σίµωνα Πέτρον ἀφικόμενος. Ὁ γὰρ Πέτρος θαυµάζων ἐβόα· Κύριε, σύ µου νίπτεις τοὺς πόδας; Οὐ μὴ νίψῃς τοὺς πόδας µου εἰς τὸν αἰῶνα.
4 Ἀπεκρίθη ὁ Ιησοῦς· Ἐὰν μὴ νίψω σε, οὐχ ἕξεις µέρος μετ' ἐμοῦ. Καὶ ὁ Πέτρος· Κύριε, ἔφη, μὴ τοὺς πόδας µου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
5 Λέγει αὐτῷ ὁ Ιησοῦς· Ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ' ἔστι καθαρὸς ὅλος. Καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες.
6 Παρῆν γὰρ Ἰούδας ὁ ἄθλιος προδότης, καὶ τοῦτον τῆς ἁμαρτίας ἀποτρέπειν ἐβούλετο· διὰ τοῦτο εἶπεν· Οὐχὶ πάντες καθαροί ἐστε.
7 Ὅτ' οὖν ἔνιψε τοὺς πόδας τῶν μαθητῶν καὶ ἀνέλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν εἶπεν αὐτοῖς· Γιγνώσκετε, τί πεποίηκα ὑμῖν· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα, καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε.
140 Institution of the Blessed Sacrament.
1 Καὶ τί διαφέρειν λέγωμεν τὸ νόμιμον καὶ κοινὸν δεῖπνον τοῦ πρὸς τοῦ Θεοῦ αὐτοῦ ἐπιτεταγµένου Πάσχα; Τί εἰς ἐκεῖνο πάντας ἔδει καθαροὺς εἶναι μᾶλλον ἢ εἰς τὸ ἱερὸν Πάσχα; Καὶ τοῦ ἕνεκα ἡ ἐπιθυμία αὗτη ἡ διαφέρουσα τοῦ Ἰησοῦ εἰς τοῦτο τὸ Πάσχα, μείζων τῆς εἰς πάντα τὰ πρότερον γενόµενα;
2 Ἀκούωμεν τοῦ Ἰωάννου λέγοντος· Ἀγαπήσας ὁ Ἰησοῦς τοὺς ἰδίους τοὺς ἐν τῷ κόσµῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. Τὴν ἀγάπην ταύτην τὴν τελευταῖαν καὶ ἐσχάτην ὁ Ἰησοῦς ἔμελλε διὰ τούτου τοῦ δείπνου διατελεῖν, καὶ ἀποδιδόναι τὴν ὑπόσχεσιν ἣν ἐποιεῖτο τοῖς µαθηταῖς αὐτοῦ τῷ ἔμπροσθεν ἐνιαύτῳ ἐν Καφαρναύμ. Ὑπέσχετο δ' αὐτοῖς οὐδὲν ἧττον, ἢ δώσειν αὐτοῖς τὴν ἑαυτοῦ σάρκα καὶ τὸ ἑαυτοῦ αἷμα ὑπὲρ τῆς τοῦ κόσµου ζωῆς.
3 Ἐσθιόντων γὰρ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον, εὐχαριστήσας καὶ εὐλογήσας, ἔκλασε καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ λέγων· Λάβετε, Φάγετε· τοῦτό ἐστι τὸ σῶμά µου, τὸ ὑπὲρ ὑμῶν διδόµενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
4 Ὡσαύτως ἔλαβε καὶ τὸ ποτήριον, καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· Τοῦτο γάρ ἐστι τὸ αἷμά µου, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ταῦτα ποιεῖτε, ὀσάκις ἂν ποιῆτε, εἰς τὴν ἐμὴν ἀνάµνησιν.
5 Τοῖς ῥήμασι τούτοις µετεποίησεν ὁ εὐλογημένος ἡμῶν σωτὴρ τὸν ἄρτον εἰς τὸ σῶμα, καὶ τὸν οἶνον εἰς τὸ αἷμα αὐτοῦ, ἔδωκεν ἡμῖν τὸ τῆς Ἐὐχαριστίας μυστήριον καὶ κατέστησε τοὺς ἀποστολοὺς ἱερεῖς τῆς καινῆς διαθήκης, διδοὺς αὐτοῖς τὴν ἐντολὴν καὶ τὴν ἐξουσίαν τὴν τοῦ ποιεῖν ταὐτὸ τοῦτο, ὃ ἐποίησεν αὐτός.
141 Jesus Foretells the Treason of Judas.
1 Μετὰ ταῦτα ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύµατι καὶ εἶπεν· Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι Εἷς ἐξ ὑμῶν παραδώσει µε. Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· Οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
2 Λυπούμενοι οὖν οἱ μαθηταὶ ἔβλεπον εἰς ἆλλήλους ἀποροῦντες περὶ τίνος ἔλεγεν. Ὁ δὲ Ἰωάννης, νουθετηθεὶς ὑπὸ τοῦ Πέτρου ἠρώτησε· Κύριε, τίς ἐστι, περὶ οὗ λέγεις;
3 Ἀπεκρίθη ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν, ᾧ ἐγὼ βάψας τὸ ψωμίον τοῦτο ἐπιδώσω. Καὶ ἐμβάψας ἔδωκεν αὐτὸ Ἰούδᾳ, τῷ Σίμωνος, Ἰσκαριώτῃ.
4 Μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ σατανᾶς εἰς τὸν Ἰούδαν, καὶ ὃς ἀναστὰς προσῆλθε τῷ Ἰησοῦ καὶ ἠρώτησε· Μήτι ἐγώ εἰμι, ῥαββί; Ὁ δὲ Ἰησοῦς· Σὺ εἶπας, ἔφη, ὃ δὲ ποιεῖς, ποίησον τάχιον.
142 Jesus Foretells the Denial of Peter.
1 Ὅτ’ οὖν ἐξῆλθεν ὁ Ἰούδας, ἔλεγεν ὁ Ἰησοῦς· Τεκνία, µόνον ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι. Ὅπου δ’ ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε µοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσετε δὲ ὕστερον.
2 Ὁ δὲ Πέτρος· Κύριε, ἔφη, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; Μετὰ σοῦ ἔτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. Τὴν ψυχήν µου ὑπὲρ σοῦ θήσω.
3 Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμήν, ἀμὴν λέγω σοι, ὅτι σὺ σήμερον, ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ µε.
4 Ταύτῃ δὲ τῇ νυκτὶ πάντες ὑμεῖς σκανδαλισθήσεσθ' ἐν ἐμοί. Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίµνης. Μετὰ δὲ τὸ ἐγερθῆναί µε προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
5 Σίμων, Σίµων, ἰδέ, ὁ σατανᾶς ἐξῃτήσαθ' ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον. Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου· καὶ σύ ποτ' ἐπιστρέψας, στήρισον τοὺς ἀδελφούς σου.
6 Ὁ δὲ Πέτρος ἐκ περισσοῦ ἔλεγε μᾶλλον· Κἄν µε δέῃ συναποθανεῖν σοι, οὐ µή σε ἀρνήσομαι. Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
143 The Promise of the Holy Ghost.
1 Ἰδὼν δὲ ὁ Ἰησοῦς τοὺς μαθητὰς λυπουμένους, ἔλεγεν αὐτοῖς· Τεκνία, μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, διότι λελάληκα ὑμῖν, ὅτι ὑπάγω πρὸς τὸν πατέρα. Πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.
2 Ἀπιὼν γὰρ ἀφίημι ὑμῖν εἰρήνην· τὴν εἰρήνην τὴν ἐμὴν δίδωµι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωµι ὑμῖν. Πρὶν δ' ἢ ὑπάγειν, ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς.
3 Ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω πρὸς τὸν πατέρα. Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὖκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέµψω αὐτὸν πρὸς ὑμᾶς.
4 Ἐν τῇ οἰκίᾳ τοῦ πατρός µου μοναὶ πολλαί εἰσιν, καὶ πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν. Καὶ ἐὰν ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα, ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε.
5 Οὐκ ἀφήσω ὑμᾶς ἐν κόσμῳ ὀρφανούς, ἀλλ' ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας, ὅ ὁ κόσμος οὐ δύναται λαβεῖν. Ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί µου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα, ἃ εἶπον ὑμῖν.
6 Τοῦ δὲ Θωμᾶ ἐρωτῶντος τὴν ὁδὸν τὴν πρὸς τὸν πατέρα, ἀπεκρίθη Ἰησοῦς· Εγώ εἰμι ἡ ὁδός, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι' ἐμοῦ.
144 Christ's Last Discourse to His Disciples.
1 Πολλὰ καὶ ἄλλα παραμυθησάµενος ὁ Ἰησοῦς τοὺς μαθητὰς εἶπεν αὐτοῖς· Ἐγείρεσθε νῦν, ἄγωμεν ἐντεῦθεν· ἔρχεται γὰρ ὁ τοῦ κόσµου ἄρχων. Ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν, ἀλλ' ἵνα γνῷ ὃ κόσμος, ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατό µοι ὁ πατὴρ οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
2 Καὶ ὑμνήσαντες ἐξῆλθον πρὸς τὸ ὄρος τῶν ἐλαιῶν.
3 Ἐν τῇ ὁδῷ διετέλεσεν ὁ Ἰησοῦς λέγων· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὁ πατήρ µου ὁ γεωργός, καὶ ὑμεῖς τὰ κλήματα. Μείνατε ἐν ἐμοί, κἀγὼ μενῶ ἐν ὑμῖν.
4 Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ' ἑαυτοῦ, ἐὰν μὴ µείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ µείνητε.
5 Ἐάν μείνητε ἐν ἐμοί, καὶ τὰ ῥήματά µου ἐν ὑμῖν µείνῃ, ὃ ἂν θέλητε, αἰτήσασθε, καὶ γενήσεται ὑμῖν.
6 Ἀμήν, ἀμὴν λέγω ὑμῖν· ὅτι Ἄν τι αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί µου δώσει ὑμῖν. Αἰτεῖτε καὶ λήψεσθε ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
7 Ὁ γὰρ πατὴρ αὐτὸς φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε, ὅτι ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον, καὶ πάλιν πρὸς πὸν πατέρα πορεύομαι.
8 Καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν εἶπεν· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασον τὸν υἱόν σου, ἵνα ὁ υἱός σου δοξάσῃ σε. Πάτερ ἅγιε, τήρησον ἐν τῷ ὀνόματί σου οὓς δέδωκάς µοι, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς. Τήρησον αὐτοὺς ἐκ τοῦ πονηροῦ, καὶ ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ.
9 Οὐ περὶ τούτων δ' ἐρωτῶ µόνον, ἀλλὰ καὶ περὶ τῶν διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμὲ πιστευσόντων, ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, πάτερ, ἐν ἐμοί, κἀγὼ ἐν σοί.
145 The Agony in the Garden.
1 Ταῦτ' εἰπὼν ὁ Ἰησοῦς ἦλθε σὺν τοῖς µαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάῤῥου Κεδρὼν εἰς τὸ ὄρος τῶν ἐλαιῶν. Ἀφικόμενος εἰς κῆπόν τινα λεγόμενον Γεθσημανῆ εἶπεν αὐτοῖς· Καθισατ' αὐτοῦ, ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ.
2 Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην μεθ' ἑαυτοῦ, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν, καὶ ἔλεγεν· Περίλυπός ἐστιν ἡ ψυχή µου ἕως θανάτου· µείνατε ὧδε, γρηγορεῖτε μετ' ἐμοῦ, καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασµόν.
3 Καὶ προελθὼν μικρὸν ἀπ' αὐτῶν ἔπεσε τὸ πρόσωπον ἐπὶ τῆς γῆς, καὶ προσηύχετο λέγων·
4 Πάτερ µου, εἰ δυνατόν ἐστιν, παρελθέτω τὸ ποτήριον τοῦτ' ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ θέληµά µου, ἀλλὰ τὸ σὸν γενέσθω.
5 Τοῦτον τὸν αὐτὸν λόγον ἐκ δευτέρου καὶ ἐκ τρίτου προσηύξατο, καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο, καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. Καὶ ὤφθη αὐτῷ ἄγγελος ἀπὸ τοῦ οὐρανοῦ ἐνισχύων αὐτόν.
6 Μεθ' ἑκάστην μίαν προσευχἠν ἀνέστη, καὶ ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιµωµένους ἀπὸ τῆς λύπης. Τὸ μὲν γὰρ πνεῦμα αὐτῶν ἦν πρόθυµον, ἡ δὲ σὰρξ ἀσθενής.
7 Τὸ δὲ τρίτον ἐλθὼν πρὸς τοὺς μαθητὰς καὶ εὑρὼν αὐτοὺς ἔτι καθεύδοντας ἔλεγεν αὐτοῖς· Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε. Ἀλλ' ἀπέχει· ἐλήλυθ' ἡ ὥρα, καὶ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. Ἀλλ' ἐγείρεσθε, ἄγωμεν· ἰδού, ὁ παραδιδούς µε ἤγγικεν.
146 The Treason.
1 Οὐκ ἐπαύσατο Ἰησοῦς λαλῶν, ὅτε παρεγίγνετο σπεῖρα αὐτοῖς τοῖς τῶν ἀρχιερέων καὶ τῶν φαρισαίων καὶ τῶν πρεσβυτέρων ὑπηρέταις μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
2 Ἰούδας ἡμέτερος ὁ πάνυ προήρχετο αὐτῶν. ᾜδει γὰρ τὸν τόπον, ὅτι πολλάκις συνήχθη ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἔδωκε δ' αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω, οὗτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς.
3 Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ κατεφίλησεν αὐτὸν καὶ εἶπεν· Χαῖρε, ῥαββί. Ὁ δὲ Ἰησοῦς· Ἰούδα, ἔφη, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; Ἑταῖρε, ἐφ᾽ ὃ πάρει;
147 Jesus is Apprehended.
1 Τὸν δὲ προσάγοντα ὄχλον ὁ Ἰησοῦς ἠρώτα· Τίνα ζητεῖτε; Ἀπεκρίθησαν αὐτῷ ὅτι Ἰησοῦν τὸν Ναζαραῖον. Τοῦ δὲ Ἰησοῦ εἰπόντος ὅτι Εγώ εἰμι, οἱ πάντες ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί.
2 Πάλιν οὖν ἐπηρώτησεν αὐτούς· Τίνα ζητεῖτε; Τῶν δὲ πάλιν εἰπόντων ὅτι Ἰησοῦν τὸν Ναζαραῖον, ἀπεκρίθη Ἰησοῦς· Εἶπον ἡμῖν ὅτι Ἐγώ εἰμι. Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν.
3 Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν.
4 Σίμων δὲ Πέτρος σπασάµενος τὴν µάχειραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως, Μάλχον ὀνόματι, παὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν.
5 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Βάλε τὴν µάχειραν εἰς τὴν θήκην. Οὐ δυναίµην ἂν αἰτεῖσθαι τὸν πατέρα µου πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; πλὴν ἀλλά, τὸ ποτήριον, ὃ δέδωκέ μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό; Καὶ ἁψάμενος τὸ τοῦ Μάλχου ὠτίον ἰάσατο αὐτόν.
6 Τοῖς δ' ὄχλοις εἶπεν· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ' ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην, διδάσχων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ µε· ἀλλ' αὕτη ὑμῶν ἐστιν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
7 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον, καὶ οἱ μαθηταὶ πάντες ἔφυγον.
148 Jesus before Annas.
1 Ὁ ὄχλος πρῶτον ἀπήγαγον τὸν Ἰησοῦν πρὸς Ἄνναν, τὸν πενθερὸν τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου. Ὁ Ἄννας ἠρώτησε τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
2 Ὁ δὲ Ἰησοῦς εὐκόλως ἀπεκρίθη· Ἐγὼ παῤῥησίᾳ ἐδίδαξα ἐν τῇ συναγωγῇ, καὶ ἐν τῷ ἱεϱῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. Τί ἐμὲ ἐρωτᾷς; ἐπερώτησον τοὺς ἀκηκοότας µου. Οὗτοι οἴδασιν, ἃ εἶπον ἐγώ.
3 Ἐπὶ τούτῳ εἷς τῶν ὑπηρετῶν παραστηκὼς ἔδωκε ῥάπισμα τῷ Ἰησοῦ εἰπών· Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; Ὁ Ἰησοῦς πράως ἀπεκρίθη· Εἰ κακῶς ἐλάλησα, µαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί µε δέρεις;
4 Πρὸς ταῦτα ἀπέστειλεν αὐτὸν ὁ Ἄννας δεδεµένον πρὸς Καϊάφα τὸν ἀρχιερέα, ὅπου πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς συνήχθησαν.
149 Jesus before Caiaphas
1 Οἱ δ' ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν θανατώσωσιν, ἀλλ' οὐχ εὗρον, πολλῶν ψευδομαρτύρων προσελθόντων. Αἱ γὰρ µαρτυρίαι αὐτῶν ἶσαι οὐκ ἦσαν.
2 Ὕστερον δὲ προσῆλθον δύο λέγοντες· Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. Ἀλλ' οὐδὲ τούτων ἡ μαρτυρία ἴση ἦν.
3 Τότ' ἀναστὰς ὁ ἀρχιερεὺς εἰς µέσον ἐπηρώτησε τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν; Ὁ δὲ Ἰησοῦς ἐσιώπα καὶ ἀπεκρίνατο οὐδέν.
4 Καὶ ὁ ἀρχιερεύς· Ἐξορκίζω σε, ἔφη, κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας. Καὶ λέγω ὑμῖν ὅτι Ἀπ' ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήµενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
5 Ἐκ τούτου ὁ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ λέγων· Ἐβλασφήμησεν. Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἠκούσατε τὴν βλασφημίαν. Τί ὑμῖν δοκεῖ; Καὶ ἀνέκραξαν πάντες ὅτι Ἔνοχός ἐστι θανάτου.
150 Peter Denies Jesus.
1 Τῶν μὲν ἄλλων μαθητῶν φευγόντων, οἱ δὲ Πέτρος καὶ Ἰωάννης ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ µακρόθεν, ἰδεῖν τὸ τέλος. Ἀφικόμενοι εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, ὁ Πέτρος ἐκάθητο μετὰ τῶν ὑπηρετῶν πρὸς τὸ πῦρ θερμανούµενος. Ψύχος γὰρ ἦν.
2 Ἐκεῖ προσεφωνεῖτο ὑπὸ μίας τῶν παιδισκῶν τοῦ ἀρχιερέως λεγούσης· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. Ὁ δ' ἠρνήσατο ἔμπροσθεν πάντων καὶ ἔλεγεν· Γύναι, οὐκ οἶδα αὐτόν, οὐδ' ἐπίσταμαι, τί σὺ λέγεις. Καὶ παραχρῆμα ἐφώνησεν ὁ ἀλέκτωρ.
3 Μετὰ βραχὺ ἄλλη τις εἶδε τὸν Πέτρον καὶ ἔλεγε τοῖς παρεστηκόσιν· Καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζαραίου. Καὶ πάλιν ἠρνήσατο μεθ' ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Ἕτερός τις ἰδὼν αὐτὸν ἔφη· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; Ἠρνήσατο ὁ Πέτρος καὶ εἴπεν· Ἄνθρωπε, οὐκ εἰμί.
4 Καὶ διαστάσης ὡσεὶ ὥρας µίας, λέγει αὐτῷ εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενἠς ὢν οὗ ἀπέκοψε Πέτρος τὸ ὠτίον· Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ' αὐτοῦ; Πάλιν ἠρνήσατο Πέτρος, οἱ δὲ παρεστῶτες ἀντεῖχον καὶ ἔλεγον· Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ· ἡ λαλιά σου δῆλόν σε ποιεῖ. Τότ' ἤρξατο Πέτρος ἀναθεματίζειν καὶ ὀμνύναι λέγων ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. Καὶ εὐθὺς ἐκ δευτέρου ὁ ἀλέκτωρ ἐφώνησεν.
5 Ἐκ τούτων τῶν πολλαπλασίων διώξεων κατὰ τρεῖς ἀλλοίους καιροὺς γενοµένων, ἔστιν ὁρᾶν, οἵᾳ ὁρμῇ ὁ σατανᾶς ἐφέρετο ἐπὶ τὸν ἄρχοντα τῶν ἀποστόλων. Ὁ μὲν σατανᾶς ἀληθῶς ἐξῃτήσατ' αὐτούς, ὁ δὲ Ἰησοῦς ἐδεήθη περὶ τοῦ Πέτρου. Στραφεὶς γὰρ ὁ κύριος ἐνέβλεψε τῷ Πέτρῳ, καὶ Πέτρος ἀνεμνήσθη τὸ ῥῆμα, ὡς εἶπεν αὐτῷ Ἰησοῦς, ὅτι Πρὶν ἀλέκτορα δὶς φωνῆσαι, τρίς µε ἀπαρνήσῃ. Καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς, οὐδὲ τελευτῶν, ἡ διάδοσις λέγει, ἐπαύσατο κλαίων.
151 Jesus is Mocked and Outraged.
1 Διὰ πάσης τῆς νυκτὸς ταύτης φόβου καὶ δειµάτων ἔμπλεω οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ δέροντες. Ἄλλοι μὲν ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, ἄλλοι δὲ ἐκολάφισαν αὐτόν, καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐῤῥάπισαν λέγοντες· Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;
2 Καὶ ἕτερα µυρία ἐλυμαίνοντο αὐτόν, καὶ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
Sixth Day of Holy Week.
152 Jesus before the Sanhedrin.
1 Προΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, καὶ ἀγαγόμενοι τὸν Ἰησοῦν ἔμπροσθεν ἑαυτῶν εἰς τὸ συνέδριον ἔλεγον αὐτῷ· Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν.
2 Ἀτεχνῶς ἀπεκρίθη ὁ Ἰησοῦς· Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ µοι, ἢ ἀπολύσητε. Ἀπὸ δὲ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήµενος ἐκ δεξιῶν τῆς δυνάµεως τοῦ Θεοῦ.
3 Οἱ πάντες νῦν ἠρώτησαν· Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; Καὶ ὁ Ἰησοῦς ἀπεκρίθη· Ὑμεῖς λέγετε, ὅτι ἐγώ εἰμι.
4 Τὸ δὲ συνέδριον ἅπαν ἀναστὰν εἶπον· Τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ. Καὶ δήσαντες αὐτὸν παρέδωκαν Ποντίῳ Πιλάτῳ, τῷ ἡγεμόνι. Ἀὐτοὶ δ' οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ Πάσχα.
5 Τιμήσασθαι μὲν ἐξήρκεσαν οἱ Ἰουδαῖοι τῷ Ἰησοῦ θανάτου, τοῦ δὲ ἀποκτεῖναι οὐδένα ἄκυροι ἦσαν.
153 Judas Despairs
1 Ἰδὼν Ἰούδας ὁ ἄθλιος, ὅτι κατεκρίθη ὁ Ἰησοῦς ὑπὸ τοῦ συνεδρίου μεταμελεθεὶς ἁπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; Σὺ ὄψει.
2 Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησεν. Ἀπελθὼν ἀπήγξατο, καὶ πρηνὴς γενόµενος ἐλάκησε µέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
3 Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια, καὶ μὴ ἀξιοῦντες βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματος ἦν, ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραµέως εἰς ταφὴν τοῖς ξένοις, καὶ οὕτως ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεµίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τὴν τοῦ τετιµηµένου, ὃν ἐτιμήσαντο ἀπὸ τῶν υἱῶν Ἰσραήλ, καὶ ἔδωκαν εἰς τὸν ἀγρὸν τοῦ κεραµέως, καθὰ συνέταξέ µοι Κύριος.
154 Jesus before Pilate.
1 Πιλάτος ὁ ἡγεμὼν ἰδὼν τὸν ὄχλον ἑστῶτα ἔμπροσθεν τοῦ πραιτωρίου αὐτοῦ ἐξῆλθε πρὸς αὐτοὺς καὶ εἶπεν· Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;
2 Αὐθάδεις ἀπεκρίθησαν καὶ εἶπον· Εὶ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαµεν αὐτόν. Τῇ αὐτῇ αὐθαδίᾳ ὁ Πιλάτος· Λάβετε αὐτὸν ὑμεῖς, ἔφη, καὶ κατὰ τὸν νόµον ὑμῶν κρίνατε αὐτόν.
3 Οὕτως ὑφειμένοι ἤρξαντο οἱ Ἰουδαῖοι µετριώτερον λέγειν, καὶ νομίμως κατηγόρουν τοῦ Ἰησοῦ λέγοντες· Τοῦτον εὕρομεν, πρῶτον μέν, διαστρέφοντα τὸ ἔθνος, δεύτερον δέ, κωλύοντα Καίσαρι φόρους διδόναι, καὶ εἶτα λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.
4 Τὴν μὲν πρώτην καὶ τὴν δευτέραν κατηγορίαν Πιλάτος τοῖς Ἰουδαίοις εἶχε πίστιν οὐδεμίαν, τὴν δὲ τρίτην ἐδίσταζε. Ἐφώνησεν οὖν τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον καὶ ἠρώτησεν· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
5 Ἀπεκρίθη ὁ Ἰησοῦς· Εὶ τοῦτό µου κατηγοροῦσιν, ὁμολογῶ ὅτι Βασιλεύς εἰμι ἐγώ. Ἀλλ' ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Ἐγὼ εἰς τοῦτο γεγέννηµαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσµον, ἵνα µαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει µου τῆς φωνῆς.
6 Τί ἐστιν ἀλήθεια; ἔσκωπτε Πιλάτος, τί µοι μέλει τῶν τοιούτων; Ἐγὼ Ἰουδαῖος οὔκ εἰμι. Ἀλλὰ τί ποιήσαντα, πρὸς θεῶν, τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί;
7 Ταῦτα εἰπὼν ἐξῆλθε πρὸς τοὺς ἀρχιερέας καὶ τοὺς ὄχλους καὶ ἔλεγεν αὐτοῖς· Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.
8 Οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ' ὅλης τῆς Ἰουδαίας ἀρξάµενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. Καὶ πολλὰ ἄλλα κατηγόρησαν κατ' αὐτοῦ.
9 Ὁ δὲ Ἰησοῦς οὐκ ἀπεκρίθη πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν. Ἀκούσας δὲ ὅτι ὁ Ἰησοῦς Γαλιλαῖός ἐστιν, τῆς ἐξουσίας τοῦ Ἡρώδου, ἀνέπεμψεν αὐτὸν πρὸς τὸν Ἡρώδην, ὃς καὶ αὐτὸς ἔτυχεν ἐν Ἱεροσολύμοις ὢν ἐν ταύταις ταῖς ἡμέραις.
155 Jesus before Herod.
1 Ὁ δὲ Ἡρώδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· καὶ γὰρ ἐξ ἱκανῶν χρόνων ἐθέλησεν αὐτὸν ἰδεῖν, θαυµάσια πολλὰ περὶ αὐτοῦ ἀκούσας. Ἤλπιζε δὲ καί τι σημεῖον ἰδεῖν ὑπ' αὐτοῦ γιγνόµενον. Διὰ τοῦτο ἐπηρώτα αὐτὸν ἐν λόγοις ἱκανοῖς.
2 Ἠρώτα αὐτόν, δήπου, εἴ ποτ' εἴη οὗτος ὁ παῖς, οὗ γεννηθέντος ἐκεῖνοι οἱ μάγοι παρεῖεν ἐκ τῆς ἀνατολῆς, οἳ τοσαῦτα πράγματα παρέχοιεν τῷ πατρὶ αὐτοῦ. Πῶς ποτε οἱ γονεῖς αὐτοῦ λαθεῖν οἷοί τε εἴησαν τοὺς δηµοσίους καὶ φυγεῖν τὸν φόνον. Ἤ καί· Εἴ ποτε εἴη Ἰωάννης Βαπτιστής, ὃν αὐτὸς μὲν ἀποκεφαλίσαι, ὃς δέ, ὡς λέγοιεν, ἀναβεβιώκοι τοῦ θαύματα ποιεῖν. Καὶ ἄλλα τοιαῦτα πολλά τε καὶ μάταια ἔστιν ὑπολαβεῖν τὸν Ἡρώδην ἂν ἐρωτῆσαι. Θαυμαστὸν οὖν οὐδέν, τὸν Ἰησοῦν μηδὲν ἀποκρίνασθαι αὐτῷ.
3 Τοῖς μὲν ἀρχιερεῦσι καὶ τοῖς γραμματεῦσιν εὐτόνως κατηγοροῦσι τοῦ Ἰησοῦ Ἠρώδης οὔτε πίστιν παρεῖχεν οὐδεμίαν, οὔτε τὴν ἀρχὴν προσεῖχε τὸν νοῦν· βαρέως δὲ φέρων καὶ ὀργισθείς, ὅτι οὐδ' ἀποκρίσεως ἠξιώθη, ἐξουδένισεν αὐτὸν σὺν τοῖς στρατεύµασι, καὶ ἐμπαίξας περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀπέπεμψε τῷ Πιλάτῳ. Ἐγένοντο δὲ φίλοι ὅ τε Πιλάτος καὶ ὁ Ἡρώδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ' ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.
156 Jesus is Led Back to Pilate.
1 Πιλάτος δὲ συγκαλεσάµενος τοὺς ἀρχιερέας καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἶπε πρὸς αὐτούς· Προσηνέγκατέ µοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίσας οὐδὲν εὗρον ἔν αὐτῷ αἴτιον, ὧν κατηγορεῖτε κατ' αὐτοῦ, οὐδὲ Ἡρώδης. Οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγµένον αὐτῷ. Ἔστι δὲ συνήθεια ὑμῖν, ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ Πάσχα. Τίνα οὖν θέλετε ἀπολύσω ὑμῖν, Βαραββᾶν, ἢ Ἰησοῦν τὸν λεγόµενον Χριστόν;
2 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀποδεξοµένου τὴν προαίρεσιν αὐτῶν, ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ' ὄναρ δι' αὐτόν.
157 Barabbas is Preferred to Jesus.
1 Ἐν ᾧ Πιλάτος προσεῖχε τῷ τῆς γυναῖκος αὐτοῦ ἀγγέλῳ, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους, ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.
2 Ὅτ' οὖν ὁ Πιλάτος προσεφώνησεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν, ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν.
3 Ὁ δὲ Πιλάτος θέλων ἀπολῦσαι τὸν Ἰησοῦν ἀπεκρίθη πάλιν, καὶ εἶπεν αὐτοῖς· Τί οὖν θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν Ἰουδαίων, τὸν καλούμενον Χριστόν; Καὶ πάλιν ἔκραξαν· Σταύρωσον αὐτόν, σταύρωσον αὐτόν.
4 Ὁ δὲ τὸ τρίτον εἶπε πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
5 Οἱ δὲ ἐπέκειντο φωναῖς µεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν. Ὁ γὰρ Πιλάτος, ἰδὼν ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίγνεται, λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε.
6 Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Ὁ δὲ Πιλάτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακήν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν ἐμαστίγωσεν.
158 Jesus is Scourged and Crowned with Thorns.
1 Ὅπη μὲν καὶ ὅπως ἐμαστιγώθη ὁ Ἰησοῦς, οἱ Εὐαγγελισταὶ µακρότερον ἐνόμισαν ἢ λόγοις συγγράφειν, καὶ στυγερώτερον ἢ καθ' ἡμᾶς ἀκοῦσαι. Ἴσμεν δὲ τὴν µαστίγωσιν γενοµένην ὑπὸ τῶν Ῥωμαίων στρατιωτῶν οὔτε τοῦ τῶν πληγῶν ἀριθμοῦ τοῦ ὑπὸ τῶν Ἰουδαίων τεταγµένου ἐχομένων, οὔτε πραότητι οὐδεμίᾳ χρωµένων.
2 Ὅτε οὖν ἐμαστίγωσαν τὸν Ἰησοῦν, παρέλαβον αὐτὸν εἰς τὸ πραιτώριον καὶ συνήγαγον ἐπ' αὐτὸν ὅλην τὴν σπεῖραν. Οὗτοι ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλἠν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιάν. Καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων.
3 Καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα.
159 Jesus is Condemned to Death.
1 Παραλαβὼν τὸν Ἰησοῦν παρὰ τῶν στρατιωτῶν καὶ τῆς ἄλλης σπείρας ὁ Πιλάτος ἐξῆλθε πάλιν ἔξω πρὸς τοὺς ὄχλους καὶ ἔλεγεν· Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε, ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.
2 Καὶ βουλόμενος τὴν διάνοιαν αὐτῶν μαλάξαι καὶ εἰς ἔλεον ἐπισπάσασθαι, ἐπέδειξεν αὐτοῖς τὸν Ἰησοῦν πεπηρωμένον ὅλον τὸ σῶμα καὶ φοροῦντα τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον λέγων· Ἴδε, ὁ ἄνθρωπος.
3 Οἱ δ' ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἀλλ' οὐκέτι ὁ λαός, ἐκραύγασαν· Σταύρωσον, σταύρωσον αὐτόν.
4 Πιλάτος ἰδὼν τὸν λαὸν εἰς συμπάθειαν µαλαχθέντα θαῤῥῶν ἀπεκρίθη τοῖς ἀρχιερεῦσιν· λάβετε αὐτὸν ὑμεῖς, καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
5 Οἱ δ' ἀρχιερεῖς, ἡττηθέντες ὑπὸ τοῦ Πιλάτου, καὶ δὲ ὑπὸ τοῦ λαοῦ µονωθέντες νῦν κατηγόρουν αὐτοῦ τετάρτην κατηγορίαν λέγοντες· Ἡμεῖς νόµον ἔχομεν καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Υἱὸν τοῦ Θεοῦ ἐποίησεν.
6 Πρὸς τοῦτον τὸν λόγον ὁ Πιλάτος μᾶλλον ἐφοβήθη. Ἀνάγκη αὐτῷ τῷ νόμῳ ὑπακούειν· καὶ ἔνθεν ἡ περαιτέρω ἀνάκρισις· Πόθεν εἶ σύ, ἠρώτα τὸν Ἰησοῦν, πάλιν εἰς τὸ πραιτώριον αὐτὸν εἰσαγαγών. Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
7 Ἐμοὶ οὐ λαλεῖς; ἠκολούθει Πιλάτος, οὖκ οἶσθα, ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;
8 Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὐκ ἂν εἶχες ἐξουσίαν οὐδεμίαν κατ' ἐμοῦ, εἰ μὴ ἦν σοι δεδοµένον ἄνωθεν. Διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
9 Ἐκ τούτου ἐζήτει ὁ Πιλάτος ἀπολῦσαι αὐτόν. Οἱ δ' ἀρχιερεῖς ἐπέκειντο λέγοντες· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς γὰρ ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.
10 Ὅτε οὖν ἤκουσεν ὁ Πιλάτος τοῦτον τὸν λόγον πάλιν ἤγαγεν ἔξω τὸν Ἰησοῦν. Καὶ καθίσας ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ, ὡς καταφρονῶν καὶ κατασκώπτων τῆς κατηγορίας, ἔλεγε τοῖς Ιουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν.
11 Οἱ δέ, οὐδὲν αἰσχυνθέντες, ἐκραύγασαν· Ἆρον, ἆρον· σταύρωσον αὐτόν. Λέγει τὸ ὕστατον αὐτοῖς ὁ Πιλάτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; Καὶ ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ τὸν Καίσαρα.
12 Τότε οὖν ἐπέκρινεν ὁ Πιλάτος, γενέσθαι τὸ αἴτημα αὐτῶν, καὶ παρέδωκεν αὐτοῖς τὸν Ἰησοῦν, ἵνα σταυρωθῇ.
160 Jesus Carries His Cross.
1 Εὐθέως μετὰ τὴν κατάκρισιν οἱ στρατιῶται ἐμπαίξαντες τῷ Ἰησοῦ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια. Τότ' ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν καὶ ἐξήγαγον αὐτόν, ἵνα σταυρώσωσιν.
2 Σὺν αὐτῷ ἦγον ἐπὶ θάνατον ἑτέρους δύο, κακούργους.
3 Ἰδόντες δὲ τὸν Ἰησοῦν καταπίπτοντα ὑπὸ τοῦ βάρους τοῦ σταυροῦ, καὶ φοβούμενοι μὴ ἀποθάνῃ ἐν τῇ ὁδῷ καὶ αὐτοὶ στερηθῶσι τῆς ἀπολαύσεως ἀγρίου του καὶ σκληροῦ θεάµατος, ἠγγάρευσαν παράγοντά τινα, Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ' ἀγροῦ, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
4 Ἠκολούθει δὲ καὶ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν, αἱ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
5 Στραφεὶς πρὸς ταύτας ὁ Ἰησοῦς εἶπε· Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ' ἐμέ, πλὴν ἐφ' ἑαυτὰς κλαίετε, καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. Ἔρχονται γὰρ ἡμέραι ἐν αἷς ἄρξονται λέγειν τοῖς ὄρεσι· Πέσετε ἐφ' ἡμᾶς· καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς, ὅτι, εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
161 Τhe Crucifixion.
1 Ἀφικόμενοι οὖν εἰς τὸν τόπον τὸν λεγόμενον Κρανίου, ἑβραϊστὶ Γολγοθᾶ, οἱ στρατιῶται, ἵν' ἐκπλήσσοιεν τὴν αἴσθησιν καὶ ἐξέλοιεν τὰς φρένας τοῦ Ἰησοῦ, ἔδωκαν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον μετὰ χολῆς μεμιγμένον, αὐτὸς δὲ γευσάµενος οὐκ ἤθελε πιεῖν.
2 Ἦν δὲ περὶ µεσημβρίαν, καὶ ἐξέδυσαν αὐτὸν τὰ ἱμάτια, ἢ μᾶλλον πρὸς βίαν ἀπέῤῥηξαν, οὕτως ἀναξαίνοντες πάντα τὰ ἕλκη τοῦ σώµατος αὐτοῦ. Ἔπειτ' ἐκτείνοντες ἐπὶ τὸν σταυρὸν προσήλουν αὐτὸν τάς τε χεῖρας καὶ τοὺς πόδας, καὶ ὀρθώσαντες ἔπηξαν τὸν σταυρόν.
3 Σὺν αὐτῷ σταυροῦσι τοὺς δύο λῃστάς, τὸν μὲν ἐκ δεξιῶν, τὸν δὲ ἐξ εὐωνύμων, καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· Καὶ μετὰ ἀνόμων ἐλογίσθη.
4 Ἐπὶ τοῦ σταυροῦ, καὶ ἐπάνω τῆς κεφαλῆς τοῦ Ἰησοῦ, ὁ Πιλάτος ἐπέθηκε τήνδε τὴν ἐπιγραφὴν ὡς σηµαίνουσαν τὴν αἰτίαν τοῦ θανάτου, γεγραμµένην δὲ ἑβραϊστί, ἑλληνιστὶ καὶ ῥωμαϊστί·
ΙΗΣΟΥΣ Ο ΝΑΖΑΡΑΙΟΣ, Ο ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ.
5 Ἀντέστησαν οἱ ἀρχιερεῖς πρὸς τοῦτον τὸν τίτλον λέγοντες· Μὴ γράφε· Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ' ὅτι Ἐκεῖνος εἶπε· Βασιλεύς εἰμι τῶν Ἰουδαίων. Ὁ δὲ Πιλάτος ἀπεκρίθη· Ὃ γέγραφα, γέγραφα.
6 Ἔμπροσθεν τοῦ σταυροῦ καὶ ἐπὶ τῆς γῆς κάθηνται οἱ στρατιῶται διαμερίζοντες τὰ ἱμάτια αὐτοῦ. Ποιοῦσι δὲ τέσσαρα µέρη, ἑκάστῳ στρατιώτῃ µέρος. Τὸν δὲ χιτῶνα, ἄῤῥαφον ὄντα καὶ ἐκ τῶν ἄνωθεν ὑφαντὸν δι' ὅλου, οὐ σχιστέον ἡγοῦνται. Ἐπὶ τοῦτον βάλλουσι κλῆρον. Καὶ πεπλήρωται ἡ γραφὴ ἡ λέγουσα· Διεμερίσαντο τὰ ἱμάτιά µου ἐν ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν µου ἔβαλον κλῆρον.
The Holy Coat.
7 Οὗτος ὁ χιτὼν τοῦ Κυρίου Ἡμῶν Ἰησοῦ Χριστοῦ µέχρι τοῦδε εὐσεβῶς σώζεται ἐν Αὐγούστῃ Τριβιρῶν. Ὑφ' ἕνος τῶν στρατιωτῶν λέγεται δοθῆναι τῷ Πιλάτῳ· ὁ δὲ Πιλάτος, ὥσπερ ἡ γυνὴ ἡ αἱμοῤῥοοῦσα θιγοῦσα τοῦ κρασπέδου τοῦ ἁγίου χιτῶνος θεραπευθῆναι, οὕτω φορῶν αὐτὸν πρὸς τὴν τοῦ Καίσαρος ὀργὴν καὶ τὰς τῶν Ἰουδαίων ἐπιβουλὰς συχνὸν χρόνον στῆναι ἀμυνθείς, ὕστατον δὲ τυχὼν αὐτὸν ἐκδευθεὶς καταδικασθῆναι, καὶ φυγὰς εἰς Οὐΐενναν ἔκπεπτωκέναι, ἐκεῖ δὲ αὐτόχειρι φόνῳ τελευτῆσαι.
162 Jesus Prays for His Enemies.
1 Ἀνθ' ὧν ἐκεῖ ἔπαθεν ἁπάντων τῶν κακῶν ὁ Ἰησοῦς ηὔχετο· Πάτερ, ἄφες αὐτοῖς, οὐ γαρ ἴσασι τί ποιοῦσιν.
2 Οἱ δὲ παραπορευόµενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς καὶ λέγοντες· Ὁ καταλύων τὸν ναόν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.
3 Ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμµατέων καὶ πρεσβυτέρων ἔλεγον ὅτι Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Ὁ Χριστός, ὁ τοῦ Θεοῦ ἐκλεκτός, ὁ βασιλεὺς Ἰσραήλ καταβήτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. Καὶ πάλιν· Πέποιθεν ἐπὶ τὸν Θεόν· ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμὶ υἱός.
4 Ἐνέπαιζον δ' αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόµενοι, ὄξος προσφέροντες καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ιουδαίων, σῶσον σεαυτόν.
163 The Penitent Thief.
1 Εἷς δὲ καὶ τῶν σὺν αὖτῳ σταυρουµένων κακούργων ἐβλασφήμει τὸν Ἰησοῦν λέγων· Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.
2 Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ καὶ ἔλεγεν· Οὐδὲ φοβῇ καὶ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίµατι εἶ; Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· Οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.
3 Καὶ στραφεὶς ἔλεγε τῷ Ἰησοῦ· Μνήσθητί µου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
4 Μετὰ πολλῆς τῆς φιλοστοργίας ὁ Ἰησοῦς, ὁ ποιμὴν ὁ ἀγαθὸς ὁ ζητήσων καὶ σώσων ἐρχόµενος τὸ ἀπολωλός, ὁ δὲ ἀμνὸς τοῦ Θεοῦ ὁ καταβὰς ἀφαιρήσων τὰ ἁμαρτήματα τοῦ κόσμου· Ἀμήν, εἶπεν αὐτῷ, λέγω σοι ὅτι Σήµερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ.
164 Behold Thy Mother.
1 Παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ εἱστήκεισαν Μαρία ἡ µήτηρ αὐτοῦ, καὶ Μαρία ἡ τοῦ Κλεωπᾶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, καὶ Μαρία ἡ Μαγδαληνή, καὶ Ἰωάννης ὁ µαθητὴς ὁ ἀγαπητός·
2 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν µαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· Γύναι, ἴδε ὁ υἱός σου.
3 Εἶτα λέγει τῷ µαθητῇ· Ἰδοὺ ἡ µήτηρ σου. Καὶ ἀπ' ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν ὁ μαθητὴς εἰς τὰ ἴδια.
165 Jesus Expires on the Cross.
1 Ἐσταυρώθη ὁ Ἰησοῦς ὥρᾳ ὡσεὶ τῇ ἕκτῃ, καὶ ὁ ἥλιος ἐσκοτίσθη, καὶ τὸ σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν ἕως ὥρας τῆς ἐννάτης.
2 Τῇ δὲ ὥρᾳ τῇ ἐννάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ µεγάλῃ λέγων· Ἐλωΐ, Ἐλωΐ, λαμμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον· Ὁ Θεός µου, ὁ Θεός µου, εἰς τί µε ἐγκατέλιπες;
3 Τινὲς τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· Ἰδού, Ἠλίαν φωνεῖ.
4 Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφὴ λέγει· Δίψω. Δραμὼν εἷς καὶ γεμίσας σπόγγον ὄξους περιθείς τε καλάμῳ ἐπότιζεν αὐτόν. Οἱ δὲ λοιποὶ ἔλεγον· Ἀφες, ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.
5 Ὅτ' οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν· Τετέλεσται. Καὶ πάλιν φωνήσας φωνῇ µεγάλῃ εἶπεν· Πάτερ, εἰς τὰς χεῖράς σου παραθήσοµαι τὸ πνεῦμά µου. Ταῦτ' εἰπὼν καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.
166 The Signs Which Followed.
1 Ἐκπνοῦντος δὲ τοῦ Ἰησοῦ, ἰδού, τὸ καταπέτασµα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ' ἄνωθεν ἕως κάτω, ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, τὰ μνημεῖα ἀνεῴχθη καὶ πολλὰ σώματα τῶν κεκοιµηµένων ἁγίων ἠγέρθησαν καὶ ἐξελθόντες ἐκ τῶν μνημείων εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.
2 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ σὺν αὐτῷ στρατιῶται ἰδόντες τὰ γενόµενα ἐφοβήθησαν σφόδρα καὶ ἔλεγον· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος.
3 Καὶ πάντες οἱ ἐπὶ τὴν θεωρίαν ταύτην συμπαραγενόµενοι ὄχλοι, θεωρήσαντες τὰ γενόμενα, ὑπέστρεφον, τύπτοντες τὰ ἑαυτῶν στήθη κατηφεῖς τε καὶ σιγῶντες.
167 The Heart of Jesus is Pierced.
1 Παρασκευὴ ἦν τῆς μεγάλης ἡμέρας ἐκείνης τοῦ Πάσχα. Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῇ ἑορτῇ, ἠρώτησαν τὸν Πιλάτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν.
2 Κατένευσεν ὁ Πιλάτος, καὶ οἱ στρατιῶται τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη, καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ.
3 Ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ἀλλ' εἷς αὐτῶν λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἔνυξε, καὶ εὐθὺς ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
4 Ἐγένετο ταῦτα, ἵνα ἡ γραφὴ πληρωθῇ· Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.
168 Jesus is Buried.
1 Ὀψίας δὲ γενομένης καὶ τοῦ σαββάτου ἤδη ἐπιφώσκοντος, ἄνθρωπός τις πλούσιος ἀπ' Ἀριµαθαίας, Ἰωσὴφ τοὔνομα, τολμήσας εἰσῆλθε πρὸς τὸν Πιλάτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
2 Οὗτος ὁ Ἰωσὴφ εὐσχήμων ἦν βουλευτής, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ, κεκρυμµένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων. Οὐδὲ συγκατέθετο τῇ βουλῇ οὐδὲ τῇ πράξει τῶν Ἰουδαίων, προσεδέχετο μᾶλλον καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ.
3 Πιλάτος εὐμενῶς ἐδέξατ' αὐτόν, καὶ μαθὼν παρὰ τοῦ ἑκατοντάρχοντος ὅτι ἤδη πάλαι ἀπέθανεν ὁ Ἰησοῦς, ἐδωρήσατο τὸ σῶμα.
4 Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν τῆς νυκτὸς τὸ πρῶτον, φέρων μίγμα σµύρνης καὶ ἁλόης ὡσεὶ λίτρας ἑκατόν. Ὁ Ἰωσὴφ ἠγόρασε σινδόνα.
5 Οἱ δύο οὖν καθεῖλον τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ τοῖς ὀθονίοις μετὰ τῶν ἀρωµάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν.
6 Ἐγγὺς τοῦ τόπου, ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς, ἦν κῆπος ἐν ᾧ Ἰωσὴφ ἐν τῇ πέτρᾳ ἐλατόμησε μνημεῖον ὑπὲρ ἑαυτοῦ καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη.
7 Ἐκεῖ οὖν, διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ προσκυλίσαντες λίθον µέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθον.
Seventh Day of Holy Week.
169 The Sepulchre is Sealed and Guarded.
1 Τῇ ἐπαύριον συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι πρὸς τὸν Πιλάτον λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτ' ἑλθόντες οἱ µαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ λαῷ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν. Καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
2 Καὶ ὁ Πιλάτος· Ἔχετε, ἔφη, κουστωδίαν· ὑπάγετε καὶ ἀσφαλίσασθε ὡς οἴδατε.
3 Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.
FOURTH PART.
THE GLORIFIED LIFE OF JESUS
170 The Resurrection.
1 Διαγενομένου τοῦ σαββάτου, λίαν πρωῒ τῆς τρίτης ἡμέρας, σκοτίας ἔτι οὔσης, ὁρῶμεν Μαρίαν τὴν Μαγδαληνήν, Μαρίαν τὴν τοῦ Ἰακώβου μητέρα καὶ Σαλώμην φερούσας ἃ ἠγόρασαν ἀρώματα, ἵνα ἀλείψωσι τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἀκούομεν αὐτῶν λεγουσῶν πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν πὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;
2 Καὶ ἰδού, σεισμὸς ἐγένετο μέγας· Ἄγγελος γὰρ Κυρίου, καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπεκύλισε τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ, ὡς ἀστραπὴ τὴν ἰδέαν, καὶ τὸ ἔνδυμα ὡσεὶ χιών. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί.
171 The Holy Women at the Sepulchre.
1 Ἀφικομέναις δὲ ταῖς γυναιξὶ πρὸς τὸ µνημεῖον καὶ μὴ εὑρούσαις τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ, καὶ διὰ τοῦτο διαπορουµέναις, ἄγγελος ἕτερος καθήμενος ἐν τοῖς δεξιοῖς ἔλεγεν· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
2 Οὐκ ἔστιν ὧδε, ἠγέρθη, καθὼς εἶπεν ὑμῖν. Μνήσθητε, ὡς ἐλάλησεν ὑμῖν ὅτι Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτη ἡμέρᾳ ἀναστῆναι. Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔθηκαν αὐτόν.
3 Ταχὺ δὲ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι ἠγέρθη, καὶ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε.
172 Peter and John at the Sepulchre.
1 Ἡ δὲ Μαρία Μαγδαληνή, ἅμα κενὸν εὑροῦσα τὸν τάφον ἔδραμε καὶ ἀπήγγειλε τῷ Σίµωνι Πέτρῳ καὶ τῷ Ἰωάννῃ ὅτι Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν, ποῦ ἔθηκαν αὐτόν.
2 Καὶ εὐθὺς Πέτρος καὶ Ἰωάννης ἔτρεχον πρὸς τὸ μνημεῖον. Ἔτρεχον ὁμοῦ. Ὁ Ἰωάννης, ὡς νεώτερος ὤν, προέδραµε ταχίον τοῦ Πέτρου καὶ ἀφίκετο πρῶτος, εἰσελθεῖν δ' οὐκ ἐτόλμα.
3 Ὁ δὲ Πέτρος, εὐτολμότερος ὅσῳ βραδύτερος, ἀφικόμενος εἰσῆλθεν, καὶ νῦν οἱ δύο τὰ μὲν ὀθόνια ἐθεώρουν κείµενα, καὶ χωρὶς τῶν ὀθονίων τὸ σουδάριον καλῶς ἐντετυλιγμένον, τὸν δὲ Ἰησοῦν αὐτὸν οὐχ εὗρον.
4 Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτούς, ὁ μὲν Ἰωάννης πιστεύων, ὁ δὲ Πέτρος θαυμάζων τὸ γεγονός.
173 Jesus Appears to Mary Magdalen.
1 Ἐπανελθοῦσα ἡ Μαρία Μαγδαληνὴ σὺν Πέτρῳ καὶ Ἰωάννῃ παρέμεινε παρὰ τῷ µνημείῳ κλαίουσα. Παρέκυψε καὶ ἐθεώρει δύο ἀγγέλους ἐν λευκοῖς καθεζοµένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ.
2 Οὗτοι ἔλεγον αὐτῇ· Γύναι, τί κλαίεις; Ὅτι, ἀπεκρίθη κλαίουσα, ἦραν τὸν Κύριόν µου, καὶ οὐχ οἶδα ποῦ ἔθηκαν αὐτόν.
3 Ταῦτ᾽ εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω καὶ ἐθεώρει τὸν Ιησοῦν ἑστῶτα ἔμπροσθεν αὐτῆς· καὶ δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν ἔλεγε· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ µοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.
4 Τῇ ἑαυτοῦ φιλοστοργωτάτῃ, αὐτῇ δὲ εὐγνώστῳ φωνῇ προσεφώνησεν αὐτὴν λέγων· Μαρία, καὶ παραχρῆμα διέγνω αὐτόν, προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξεφώνει· Ῥαββουνί, ὃ λέγεται Διδάσκαλε.
5 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ· Μή µου ἅπτου ἔχουσα· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα µου· συχνὸν χρόνον ἔτι παραμενῶ ὑμῖν. Πορεύου δὲ πρὸς τοὺς ἀδελφούς µου καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα µου καὶ Πατέρα ὑμῶν, τὸν Θεόν µου καὶ Θεὸν ὑμῶν.
6 Ἡ δὲ Μαρία Μαγδαληνὴ ὡς τάχιστα εἰς τὴν πόλιν ἔδραμε καὶ ἀγαλλομένη ἀνεφώνησε τοῖς μαθηταῖς ὅτι Ἑώρακα τὸν Κύριον, ταῦτα καὶ ταῦτα εἶπεν ἐμοί.
174 Jesus Appears to the Other Women.
1 Ταῖς δ' ἄλλαις γυναιξὶ πορευοµέναις σὺν φόβῳ καὶ χαρᾷ µεγάλῃ ἀπαγγεῖλαι τοῖς µαθηταῖς ἀπήντησεν ὁ Ἰησοῦς ἐν τῇ ὁδῷ καὶ ἔλεγε· Χαίρετε. Αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.
2 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐταῖς· Μὴ φοβεῖσθε· ὑπάγετε καὶ ἀπαγγείλατε τοῖς ἀδελφοῖς µου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ µε ὄψονται.
3 Πάντα ταῦτα, τὸν λίθον ἀποκεκυλισμένον, τὸν τάφον κενόν, τούς τε ἀγγέλους φανέντας καὶ τὰ αὐτοῖς εἰρημένα, τὸν Ἰησοῦν αὐτὸν ὀφθέντα καὶ τὰ αὐταῖς ὑπ' αὐτοῦ ἐπιταχθέντα αἱ γυναῖκες ἀκριβῶς ἀπήγγειλαν τοῖς ἕνδεκα καὶ τοῖς μετ' αὐτῶν, οἱ δ' ἠπίστουν, καὶ τά τε τούτων ῥήματα καὶ τὰ τῆς Μαρίας Μαγδαληνῆς ὡσεὶ λῆρος ἐνόμιζον.
175 The Guards at the Sepulchre.
1 Πορευομένων δὲ τῶν γυναικῶν, τινὲς τῆς κουστωδίας ἔδραμον εἰς τὴν πόλιν καὶ ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
2 Οἱ δὲ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, ἵνα εἴποιεν, ὅτι κοιµωμένων αὐτῶν, οἱ μαθηταὶ τοῦ Ἰησοῦ νυκτὸς ἐλθόντες κλέψειαν αὐτόν.
3 Εὶ δ' ἀκουσθείη τοῦτο ὑπὸ τοῦ ἡγεμόνος, αὐτοί, ἔφασαν, τοῦτον μὲν πείσειν, αὐτοὺς δὲ ἀμερίμνους ποιήσειν.
4 Καὶ μήν, οἱ στρατιῶται ἔλαβον τὰ ἀργύρια καὶ ἐποίησαν ὡς ἐδιδάχθησαν.
176 Jesus Appears to Two of His Disciples at Emmaus, and to Peter.
1 Τῇ αὐτῇ ἡμέρᾳ δύο ἐκ τῶν μαθητῶν ἦσαν πορευόµενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς· ὡμίλουν δὲ πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων, ὅτε ξένος τις ἤγγιζεν αὐτοῖς συµπορευόµενος.
2 Τίνες οἱ λόγοι οὗτοι, ἠρώτα, οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους σκυθρωποὶ περιπατοῦντες:
3 Εἷς αὐτῶν, ᾧ ὄνομα Κλεόπας, ἀπεκρίθη· Σὺ μόνος παροικεῖς Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ ἐν αὐτῇ γενόµενα ἐν ταῖς ἡμέραις ταύταις; Ἡμεῖς ἠκολουθήσαμεν Ἰησοῦ τῷ Ναζαραίῳ, ὃς ἐγένετο ἀνὴρ προφήτης, δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ. Ἠλπίζομεν δέ, ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ισραήλ.
4 Νῦν δὲ ἡμάρτομεν ἁπάντων. Παρέδωκαν γὰρ αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν. Τρίτην ἤδη ἡμέραν ἄγομεν ταύτην ἀφ' οὗ ταῦτ' ἐγένετο.
5 Ὦ ἀνόητοι, εἶπεν ἐπὶ τούτῳ ὁ ξένος, καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται. Καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν ἐδήλου αὐτοῖς, ὅτι ταῦτα πάντα ἔδει παθεῖν τὸν Χριστόν, καὶ οὕτως εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ.
6 Ἐν τούτῳ ἤγγισαν εἰς τὴν κώµην, καὶ ὁ ξένος προσεποιεῖτο ποῤῥωτέρω πορεύεσθαι. Οἱ δὲ προσεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ' ἡμῶν, ὅτι πρὸς ἐσπέραν ἐστίν, καὶ κέκλικεν ἤδη ἡ ἡμέρα.
7 Κατακλιθεὶς οὖν μετ' αὐτῶν ὁ ξένος, καὶ λαβὼν τὸν ἄρτον, εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Ἐν τούτῳ διανεῴχθησαν οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ ἐπέγνωσαν αὐτόν, ὅτι Ἰησοῦς ἐστιν. Αὐτὸς δ' ἄφαντος ἐγένετο ἀπ' αὐτῶν.
8 Καὶ ἀναστάντες ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ λέγοντες πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διανέῳγεν ἡμῖν τὰς γραφάς;
9 Ἐν Ἱερουσαλὴμ δ' ἔφθασαν αὐτοὺς οἱ ἄλλοι μαθηταὶ λέγοντες· ὅτι Ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίµωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
177 Jesus Appears to All the Apostles and Institutes the Sacrament of Penance.
1 Καὶ ἔτι αὐτῶν λαλούντων, ὀψίας ἤδη γενοµένης τῆς αὐτῆς ἡμέρας ἐκείνης, κεκλεισμένων δὲ τῶν θυρῶν διὰ τὸν φόβον τῶν Ἰουδαίων, ὁ Ἰησοῦς ἔστη ἐν µέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν.
2 Οἱ μαθηταὶ πτοηθέντες καὶ ἔμφοβοι γενόµενοι ἐδόκουν πνεῦμα θεωρεῖν.
3 Ὁ δὲ Ἰησοῦς θαρσύνων αὐτοὺς ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας καὶ τὴν πλευράν, παρεῖχεν ἑαυτὸν ψηλαφῆσαι αὐτοῖς, καὶ ἔτι ἀπιστούντων αὐτῶν ἔφαγεν ἔμπροσθεν αὐτῶν ὃ ἐπέδωκαν αὐτῳ ἰχθύος ὀπτοῦ µέρος καὶ μελισσείου κηρίου.
4 Χαρεῖσιν οὖν καὶ ἤδη πιστεύουσι τοῖς µαθηταῖς πάλιν ἔλεγεν ὁ Ἰησοῦς· Εἰρήνη ὑμῖν, καὶ μετὰ ταῦτα· Καθώς ἀπέσταλκέ µε ὁ πατήρ, κἀγὼ πέµπω ὑμᾶς.
5 Τοῦτ' εἰπὼν ἐνεφύσησε καὶ ἔλεγεν αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον. Ἐάν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἐάν τινων κρατῆτε, κεκράτηνται.
178 Jesus Addresses Thomas.
1 Θωμᾶς δὲ ὁ λεγόμενος Δίδυμος οὐ παρῆν, οὐδ' ἐπίστευσε τοῖς ἄλλοις μαθηταῖς οἳ ἔφασαν ἑωρακέναι τὸν κύριον, μᾶλλον δὲ κατεβεβαιοῦτο ὅτι· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν µου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά µου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
2 Ἐν ταύτῃ τῇ ἀπιστίᾳ ἐγκατέλιπεν αὐτὸν ὁ Ἰησοῦς δι' ἡμέρας ὀκτώ. Μετὰ δὲ ταύτας τὰς ἡμέρας ὀκτὼ πάλιν εἰσῆλθε πρὸς τοὺς μαθητάς, τῶν θυρῶν κεκλεισμένων, καὶ στὰς εἰς τὸ μέσον εἶπεν· Εἰρήνη ὑμῖν.
3 Τῷ δὲ Θωμᾷ, ὃς νῦν καὶ αὐτὸς παρῆν, εἶπεν ἐμβλέπων· Φἐρε, Θωμᾶ, τὸν δἀκτυλόν σου ὧδε, καὶ ἰδὲ τὰς χεῖράς µου· καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν µου, καὶ μἡ γίγνου ἄπιστος, ἀλλὰ πιστός.
4 Ἀποκριθεὶς εἶπεν ὁ Θωμᾶς· Ὁ κύριός µου καὶ ὁ Θεός µου. Ὁ δὲ Ιησοῦς· Ὅτι ἑώρακάς µε, Θωμᾶ, πεπίστευκας. Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
179 Jesus Appears at the Lake of Tiberias.
1 Ὥσπερ ἐκελεύσθησαν, οἱ μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν. Ἑπτὰ ἐξ αὐτῶν, ἤγουν Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναήλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι δύο ἡλίευον τῆς νυκτὸς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος. Πρωΐα ἤδη ἐγένετο, καὶ ἐπίασαν οὐδέν, ὅτ' εἶδον τὸν Ἰησοῦν ἑστῶτα ἐπὶ τοῦ αἰγιαλοῦ· οὐ μέντοι ᾖδεσαν ὅτι Ἰησοῦς ἐστιν.
2 Ὁ δὲ Ἰησοῦς μαθὼν παρ' αὐτῶν ὅτι οὐδέν τι προσφάγιον εἶχον ἐκέλευσεν αὐτοὺς βαλεῖν τὸ δίκτυον εἰς τὰ δεξιὰ µέρη τοῦ πλοίου. Ἔβαλον, καὶ ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων οὐκ ἴσχυσαν ἑλκῦσαι τό δίκτυον.
3 Ἐπὶ τούτῳ ἔλεγεν ὁ µαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ· Ὁ κύριός ἐστιν, καὶ παραχρῆμα ὡρμῶντο πρὸς αὐτόν, ὁ μὲν Πέτρος βαλὼν ἑαυτὸν εἰς τὴν θάλασσαν, οἱ δὲ ἄλλοι ἐν τῷ πλοιαρίῳ καὶ σύροντες τὸ δίκτυον τῶν ἰχθύων. Ἐν τῷ δικτύῳ ἡλίευον ἰχθῦς μεγάλους ἑκατὸν πεντήκοντα τρεῖς, καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον.
4 Ἐπὶ τῆς γῆς εὗρον ἀνθρακιὰν ἤδη κειµένην, καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. Καὶ ἐνέγκαντες ἀπὸ τῶν ὀψαρίων ὧν ἐπίασαν ἀνέκειντο σὺν τῷ Ἰησοῦ καὶ ἠρίστησαν. Οὐδεὶς δὲ τῶν μαθητῶν ἐτόλμα ἐξετάσαι αὐτόν· Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν.
5 Ὁ δὲ Ἰησοῦς λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
6 Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν.
180 The Supreme Pastorship is Conferred upon Peter.
1 Μετὰ τὸ δεῖπνον λέγει τῷ Σίµωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωάννου, ἀγαπᾷς µε πλεῖον τούτων; Ἀπεκρίθη ὁ Πέτρος· Ναί, Κύριε, σὺ οἶσθα ὅτι φιλῶ σε. Καὶ ὁ Ἰησοῦς· Βόσκε, ἔφη, τὰ ἀρνία µου.
2 Ἐκ δευτέρου πάλιν λέγει αὐτῷ ὁ Ἰησοῦς· Σίμων Ἰωάννου, ἀγαπᾷς µε; Ὁ Πέτρος — Ναί Κύριε, σὺ οἶσθα ὅτι φιλῶ σε· καὶ ὁ Ἰησοῦς — Ποίμαινε τὰ πρόβατά µου.
3 Ὁ Ἰησοῦς λέγει τὸ τρίτον· Σίμων Ἰωάννου, φιλεῖς µε; Ὁ δὲ Πέτρος διὰ τὸ τὸν Ἰησοῦν ἐκ τρίτου ἐρωτᾶν τὴν αὐτὴν ἐρώτησιν λυπηθεὶς εἶπε· Κύριε, πάντα σὺ οἶσθα, σὺ γιγνώσκεις ὅτι φιλῶ σε. Καὶ πάλιν εἶπεν ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά µου.
4 Ἐπὶ τούτοις ὁ Ἰησοῦς ἐσήμηνεν αὐτῷ ποίῳ θανάτῳ δοξάσει τὸν Θεὸν λέγων· Ἀμήν, ἁμὴν λέγω σοι· ὅτε νεώτερος ἦς, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες; ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις. Καὶ ταῦτ' εἰπὼν λέγει αὐτῷ. Ἀκολούθει μοι.
181 Other Apparitions of Jesus.
1 Μετὰ ταῦτα πολλάκις ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς ἀποστόλοις δι' ἡμερῶν τεσσαράκοντα διαλεγόμενος αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ διανοίγων αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς.
2 Οὕτω συγγενόµενός ποτ' αὐτοῖς ἔλεγεν· Πολλάκις ἐλάλησα ὑμῖν, ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμµένα ἐν τῷ νόμῳ Μωϋσέως, καὶ προφήταις, καὶ ψαλμοῖς περὶ ἐμοῦ, καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτη ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόµατι αὐτοῦ µετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων, κἀγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός µου ἐφ' ὑμᾶς. Ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσεσθε δύναμιν ἐξ ὕψους.
3 Ἄλλοτέ ποτ' εἶπεν αὐτοῖς· Ἐδόθη µοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρός, καὶ τοῦ υἱοῦ, καὶ τοῦ ἁγίου πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάµην ὑμῖν. Καὶ ἰδού, ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.
4 Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· Ἐν τῷ ὀνόματί µου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς, ὄφεις ἀροῦσι, κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψῃ, ἐπὶ ἀῤῥώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν.
5 Ἄλλ' οὐχὶ µόνον ἀθρόοις ἐφανέρωσεν ἑαυτὸν τοῖς ἀποστόλοις ὁ Ἰησοῦς, ἀλλὰ καὶ ἔστιν οἷς ὤφθη ἰδίᾳ καθ' ἑαυτούς, οἷον δὴ τῷ Ἰακώβῳ, τῷ Παύλῳ καὶ ἄλλοις πολλοῖς. Ἐν ὄρει τινὶ τῆς Γαλιλαίας ὤφθη ποτὲ ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, οἳ προσεκύνησαν αὐτῷ, οἷς καὶ Παῦλος τοῖς Κορινθίοις γράφων τεκμηρίῳ ἐχρήσατο.
182 Jesus Ascends into Heaven.
1 Τὸ τελευταῖον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς ἕνδεκα ἐν Ἱερουσαλήμ. Ἀνέκειτο μετ' αὐτῶν καὶ παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιµένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἤκουσαν. Διότι, ἔφη, ὁ μὲν Ἰωάννης ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύµατι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας τὰς ἡμέρας.
2 Μετὰ ταῦτα ἐξήγαγεν αὐτοὺς ἔξω τῆς πόλεως πρὸς Βηθανίαν εἰς τὸ ὄρος τῶν ἐλαιῶν. Οἱ συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαταστήσεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Ἀπεκρίθη· Οὐχ ὑμῶν ἐστι γνῶναι τοὺς χρόνους ἢ τοὺς καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ µου μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
3 Ταῦτ' εἰπὼν ἐπῆρε τὰς χεῖρας καὶ εὐλόγησεν αὐτούς. Ἐν τῷ εὐλογεῖν αὐτοὺς διέστη ἀπ' αὐτῶν βλεπόντων, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανὸν οὗ ἐκάθισεν ἐκ δεξιῶν Θεοῦ, τοῦ Πατρός, θεὸς μὲν ἴσος τῷ τε Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, ἄνθρωπος δὲ πρῶτός τε καὶ παντοκράτωρ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Ἐκεῖ νῦν ὁ Κύριος Ἡμῶν Ἰησοῦς Χριστὸς μεσίτης ἐξαιτεῖται ὑπὲρ ἡμῶν ὡς ἀδελφῶν, καὶ τὰς εὐχὰς ἡμῶν προτείνει τῷ πατρὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος, ὅτε πάλιν ἐλεύσεται τοῦ κρῖναι τούς τε ζῶντας καὶ τοὺς νεκρούς.
4 Νεφέλη ἤδη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν, καὶ ἔτι ἀτενίζοντες ἦσαν οἱ ἀπόστολοι εἰς τὸν οὐρανόν, ὅτε ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς, οἳ καὶ εἶπον· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόµενον εἰς τὸν οὐρανόν. Οἱ δὲ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης.
5 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν, ἃ οἱ εὐαγγελισταὶ οὐ συνέγραφον, ὧν τε γραφέντων αὐτὸν ᾤετο ὁ Ἰωάννης τὸν κόσµον οὖκ ἂν χωρῆσαι τὰ γραφόμενα βιβλία. Ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσωµεν ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχωμεν ἐν τῷ ὀνόματι αὐτοῦ.
FIFTH PART.
THE WORK OF JESUS CONTINUED BY THE HOLY GHOST.
183 Matthias is Chosen to Replace Judas.
1 Ὑποστρέψαντες εἰς Ἱερουσαλὴμ οἱ ἕνδεκα εἰσῆλθον εἰς τὸ ὑπερῷον καὶ προσεκαρτέρουν τῇ προσευχῇ σὺν ταῖς γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ.
2 Ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς ὁ Πέτρος ἐν µέσῳ τῶν ἀδελφῶν, οἳ συλλήβδην ἦσαν ἑκατὸν εἴκοσιν εἶπεν· Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαϋὶδ περὶ Ἰούδα, ὃς κατηριθµένος ἦν ἐν ἡμῖν καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ἡμῶν, ἐγένετο δὲ ὁδηγὸς τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν καὶ ἐκτήσατο τὸν μισθὸν τῆς ἀδικίας.
3 Γέγραπται δέ· Τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος. Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν μάρτυρα τῆς τοῦ Ἰησοῦ ἀναστάσεως σὺν ἡμῖν γενέσθαι ἕνα τούτων.
4 Ἐπὶ τοῦτο νῦν ἔστησαν δύο, Ἰωσὴφ καὶ Ματθίαν, καὶ προσευξάµενοι ἔδωκαν κλήρους. Ὁ δὲ κλῆρος ἔπεσεν ἐπὶ Ματθίαν, ὃς τὸ ἀπὸ τοῦδε συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
184 The Descent of the Holy Ghost.
1 Ἡμέρα τῇ πεντηκοστῇ μετὰ τὸ Πάσχα, μετὰ δὲ τὴν ἀνάστασιν τῇ δεκάτη, ἐγένετο ἐν Ἱερουσαλὴμ ἡ ἑορτὴ τῶν Ἑβδομάδων καὶ τοῦ Θερισμοῦ, Σκηνοπηγία καλουμένη, ἢ καὶ ἁπλῶς Πεντηκοστή.
2 Εἰς ταύτην πάλιν ἐπλήσθη ἡ πόλις Ἰουδαίων, ἀνδρῶν εὐλαβῶν ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν, ὧν καὶ ὁ τὰς πράξεις γράψας ἀναριθμεῖ ἑπτακαίδεκα.
3 Ὅσῳ πλεῖον ἐγένετο τὸ πλῆθος, τοσούτῳ μᾶλλον ἐμνήσθησαν οἱ µαθηταὶ τῶν διὰ τοῦ Πάσχα ἐν τῇ πόλει συμβάντων δειµάτων, καὶ φοβηθέντες ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό.
4 Ἐν τῷ συμπληροῦσθαι ταύτην τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήµενοι. Ἐν τούτῳ ὤφθησαν πᾶσι διαμεριζόµεναι γλῶσσαι ὡσεὶ πυρός, ὧν µία ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν πάντες Πνεύματος Ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.
5 Γενοµένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος, καὶ ἀκούσαντες ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν ἐξίσταντο πάντες καὶ ἐθαύμαζον, ἄλλος πρὸς ἄλλον λέγοντες· Οὐχὶ πάντες οὗτοι οἱ λαλοῦντές εἰσι Γαλιλαῖοι; Πῶς οὖν ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; Τί θέλει τοῦτο εἶναι; Ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι· Γλεύκους μεμεστωμένοι εἰσίν.
6 Ἐπὶ τούτῳ ἀνέστη ὁ Πέτρος, ἀλλ' οὐκέτι ὁ Πέτρος ἐκεῖνος ὃν ἑωράκαμεν καθεύδοντα ἐν τῷ κήπῳ καὶ τοῦ κυρίου συλληφθέντος φεύγοντα, οὐκέτι ὁ Πέτρος ἐκεῖνος ὃν ἑωράκαμεν ἐν τῃ τοῦ ἀρχιερέως αὐλῇ ἔμπροσθεν ἀνοήτου τινὸς παιδίσκης αἰσχυνθέντα καὶ τὸν κύριον αὐτοῦ καταρνοῦμενον· ἀλλ' ὁ Πέτρος ὁ νῦν ἐμπλησθεὶς τοῦ Ἁγίου Πνεύματος καὶ ὁ Πέτρος ὁ νῦν στηριχθεὶς αὐτὸς καὶ τοὺς ἀδελφοὺς στηρίξων, — οὗτος ὁ Πέτρος θαῤῥῶν ἐξῆλθε καὶ ἔμπροσθεν τούτου τοῦ πλήθους τοῦ ἀναριθµήτου ἐπῆρε τὴν φωνὴν καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι, ἔφη, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, οὐχὶ μεθύουσιν οὗτοι, ὡς ὑμεῖς ὑπολαμβάνετε, ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας· ἀλλὰ Ἰησοῦς ὁ Ναζαραῖος, ὃν ὑμεῖς μὲν ἀνείλετε σταυρώσαντες, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάµεσι καὶ τέρασι καὶ σηµείοις, ὁ δὲ Θεὸς κατὰ τὰ τῷ Δαϋὶδ εἰρημένα ἀνέστησεν, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες, — οὗτος ὁ Ἰησοῦς τὴν ἐπαγγελίαν τοῦ Ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεε τοῦτο ὡς ὑμεῖς βλέπετε καὶ ἀκούετε.
7 Τοῦτ' ἔστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωὴλ ὅτι· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύµατός µου ἐπὶ πᾶσαν σάρκα, καὶ πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα τοῦ κυρίου σωθήσεται.
8 Ἀσφαλῶς οὖν γιγνωσκέτω πᾶς οἶκος Ἰσραήλ, ὅτι καὶ κύριον καὶ χριστὸν ὁ Θεὸς ἐποίησε τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.
9 Ἀκούσαντες δὲ κατενύγησαν τῇ καρδίᾳ καὶ εἶπον· Τί ποιήσωµεν, ἄνδρες ἀδελφοί; Ὁ δὲ Πέτρος· Μετανοήσατε, ἔφη, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἀγίου Πνεύματος.
10 Οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον τοῦτον ἐβαπτίσθησαν, καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.
11 Οὗτως οὖν κατέστη ἡ ἐκκλησία ἡ καθολική, καὶ ἔνθεν ἄγει τὰ γενέθλια. Οὕτω καί, κατὰ Ἰωάννην τὸν Βαπτιστήν, ἐβαπτίσθησαν οἱ ἀπόστολοι ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί. Τὰ δὲ ἔξω φανέντα χειρόδεικτα ἥρμοζε ταῖς ἔνδον ἐνηργημέναις δυνάµεσιν. Ὥσπερ γὰρ τὸ πῦρ φωτίζει τε καὶ θερµαίνει, οὕτω καὶ τὸ Πνεῦµα τὸ Ἅγιον εἰσέχεεν εἰς τοὺς ἀποστόλους τό τε τῆς ἀληθείας φῶς καὶ τὴν τῆς ἀγάπης ἔμπυρον δύναμιν. Οἱ γλωσσοειδεῖς φλογὲς ἐδήλουν τὴν δωρεὰν τὴν τῶν διαλέκτων καὶ τῆς προφητείας, ὁ ἦχος τὴν σωτήριον ἔκπληξιν καὶ ἡ λαῖλαψ τὴν πρόῤῥιζον µεταβολὴν τὴν διὰ τὴν τῶν ἀποστόλων διδαχἠν τῇ οἰκουμένῃ γενησομένην. Ἅπαν δὲ τὸ γενόµενον νοµιστέον θαῦμα τὸ πρῶτον τῶν ὑπὸ τοῦ Ἁγίου Πνεύµατος ἐν τῇ ἐκκλησίᾳ ποιηθησοµένων.
185 The Organ of the Holy Ghost, the Church.
1 Ὡς οὖν κατέβη ἐπὶ τοὺς ἀποστόλους τὸ Ἅγιον Πνεῦμα τὸ τοῦ Ἰησοῦ ἔργον διατελέσον καὶ μετὰ τῆς ἐκκλησίας αὐτοῦ μενοῦν εἰς τοὺς αἰῶνας εἴρηται· οἱ δὲ διὰ τὸ πρῶτον τοῦ Πέτρου κήρυγμα μετανοοῦντες, οἱ πρωτογενεῖς τῆς βασιλείας τοῦ Θεοῦ, ἦσαν προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων, τῇ κοινωνίᾳ τῇ τῆς κλάσεως τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. Πάντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά, τά τε κτήµατα καὶ τὰς ὑπάρξεις πιπράσκοντες καὶ διαμερίζοντες πᾶσι καθότι ἄν τις χρείαν εἶχεν. Καθ' ἡμέραν προσεκαρτέρουν ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, καὶ κατ' οἶκον ἄρτον κλῶντες μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας. ᾜνουν τὸν Θεὸν καὶ χάριν εἶχον πρὸς ὅλον τὸν λαόν.
2 Ὁ δὲ κύριος προσετίθει τῇ ἐκλλησίᾳ καθ' ἡμέραν τοὺς σωζομένους, καὶ πάσῃ ψυχῇ ἐγένετο φόβος διότι πολλὰ τέρατα καὶ σημεῖα ἐγίγνετο διὰ τῶν ἀποστόλων.
3 Ἡ ἴασις ἀνδρός τινος ὃν ἐπεγίγνωσκον πάντες χωλὸν ἐκ κοιλίας μητρὸς καὶ πρὸς τὴν ἐλεημοσύνην καθήµενον ἐπὶ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ, τοσούτου, ὀλίγου δεῖν, ἔπλησε τὸν λαὸν θάμβους καὶ ἐκστάσεως ὅσης ἡ Πεντηκοστή, καὶ κηρύσσοντος τοῦ Πέτρου τὸν Ἰησοῦν ἀρχηγὸν τῆς ζωῆς τε καὶ σωτῆρα τοῦ κόσµου ἐπὶ τὸ πολὺ ὥσπερ καὶ τὰ νὺν ἰατρὸν τούτου τοῦ χωλοῦ, ἐγένετο ὁ ἀριθμὸς τῶν ἀνδρῶν τῶν εἰς Χριστὸν πιστευόντων χιλιάδες πέντε.
4 Ὀργισθέντες διὰ ταῦτα οἱ ἱερεῖς καὶ οἱ Σαδδουκαῖοι αὐτοὶ τῷ στρατηγῷ τοῦ ἱεροῦ ἔθεντο τοὺς ἀποστόλους εἰς τήρησιν. Τῇ δὲ αὔριον ἀπέλυσαν αὐτοὺς κελεύοντες καὶ ἀπειλοῦντες αὐτοῖς, µηκέτι ἐπὶ τὸ πλεῖον τὸ καθόλου λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ μηδενὶ ἀνθρώπων. Οἱ δὲ μηδὲν τούτων ἐντραπέντες πάλιν ἐβλήθησαν εἰς τὸ δεσμωτήριον καὶ ἐδάρησαν. Ὅσῳ δὲ πλεῖον κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ Ἰησοῦ ἀτιµασθῆναι, τοσούτῳ πλεῖον χαίροντες ἐπορεύονπο ἀπὸ προσώπου τοῦ συνεδρίου καὶ τοσούτῳ θαῤῥαλεώτερον ἐδίδασκόν τε καὶ εὐαγγελίζοντο αὐτόν.
5 Προσετίθεντο δὲ πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, οὐ µόνον ἐν τῇ Ἱερουσαλὴμ ἀλλὰ καὶ ἐν ταῖς πέριξ πόλεσιν. Τοσοῦτο ἐγένετο τὸ πλῆθος ὥστε ἀναγκασθῆναι τοὺς ἀποστόλους ζητεῖν συνεργοὺς οἷς µέρος τι τῆς διακονίας αὐτῶν ἐπιτράποιεν. Ἐπλήσθησαν οὗτοι οἱ ἄνδρες τοῦ αὐτοῦ, οὗ οἱ ἀπόστολοι, Πνεύματος Ἁγίου, ὧν εἷς, Στέφανος ὀνόματι, πρῶτος ἠξιώθη ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως τὸν θάνατον ὑπομένειν.
6 Ἡ ἀναίρεσις τούτου τοῦ πρώτου μάρτυρος ἐγέννησε μὲν τῇ ἐκκλησίᾳ τὸν ἐνεργότατον ἀπόστολον, ἐπήγαγε δὲ ἐπὶ τοὺς ἐν Ἱεροσολύµοις Χριστιανοὺς διωγμὸν ἄγριόν τε καὶ καθολικόν. Οἱ μὲν ἀπόστολοι οὐ παρεχώρησαν, οἱ δὲ πλεῖστοι τῶν μαθητῶν διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πανταχοῦ εὐαγγελιζόμενοι τὸν λόγον τοῦ Θεοῦ. Ἐν βραχεῖ οἱ τῆς πίστεως μάρτυρες ἐν Δαμασκῷ εὕρονται, τῇ τῆς Συρίας μητροπόλει, οὗ καὶ Σαῦλος, ὁ ἔπειτα Παῦλος ἐπέστρεψε, τὸ ἀπὸ τοῦδε πᾶσαν σχολὴν πρὸς τὰ τοῦ Χριστοῦ ποιησόµενος. Ἠναγκάσθη δὲ ταῖς τῶν Ἰουδαίων ἐπιβουλαῖς εἴκειν καὶ ἀπῆλθε διὰ τῆς Καισαρείας εἰς Ταρσὸν τῆς Κιλικίας ὅθεν ἔφυ.
7 Μετὰ ταῦτα ἡ ἐκκλησία καθ' ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην οἰκοδομουμένη καὶ πορευοµένη τῷ φόβῳ τοῦ Κυρίου, καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνετο. Ταύτῃ τῇ εἰρήνῃ χρησάµενος διῆλθεν ὁ Πέτρος, τὰς πανταχοῦ ἀναβλαστανούσας ἐκκλησίας ἐπισκοπῶν, καὶ τὸν ἑκατοντάρχην Κορνήλιον καὶ τοὺς σὺν αὐτῷ ἐν Καισαρείᾳ βαπτίζων ἤρξατο καὶ τοὺς Ἕλληνας εἰς τὴν ἐκκλησίαν εἰσδέχεσθαι.
8 Οἱ δὲ διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνου διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, κηρύσσοντες τὸν Κύριον Ἰησοῦν πρῶτον μὲν τοῖς Ἰουδαίοις, ἔπειτα δὲ καὶ τοῖς Ἕλλησιν. Ἡ χεὶρ τοῦ Κυρίου ἦν μετ' αὐτῶν καὶ πολὺς ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. Οἱ ἐν Ἀντιοχείᾳ μαθηταὶ πρῶτοι Χριστιανοὶ ὠνομάζοντο. Ἐκ τῆς Ἀντιοχείας ταχέως διεσπάρησαν ἀνὰ τὴν κάτω Ἀσίαν.
9 Μετὰ τοῦτο Ἡρώδης Ἀγρίππας πάλιν ἐνεχείρησε τὸν Χριστιανισμὸν διόλου ἀφανίζειν. Ἀνεῖλε Ἰάκωβον τὸν πρεσβύτερον, τὸν ἀδελφὸν Ἰωάννου, καὶ προσέθετο συλλαβεῖν καὶ Πέτρον ὡς ἀναιρήσων. Τὸν δὲ Πέτρον ἐξείλετο ὁ Κύριος ἐκ τῆς φυλακῆς, καὶ ὁ Ἡρώδης ἀθλίως ἀπέθανεν σκωληκόβρωτος γενόμενος.
10 Ἤδη τὸ πρότερον διεκρίνοντο οἱ ἐκ τῆς περιτομῆς μαθηταὶ πρὸς τὸν Πέτρον, ὅτι καὶ Ἕλληνας εἰς τὴν ἐκκλησίαν ἐδέξατο, νῦν δὲ μάλιστ' ἠξίουν τούτους περιτµητέους εἶναι καὶ τὸν νόµον τὸν Μωϋσέως τηρεῖν. Τῶν δὲ ἐθνῶν ἀεὶ πλειόνων προσελθόντων τε καὶ βαπτισθέντων ἔδει τὸ ἀμφισβήτημα λύειν διαῤῥήδην. Διὰ τοῦτο οἱ ἀπόστολοι πάλιν συνήχθησαν εἰς τὴν Ἱερουσαλὴμ οὗ δὴ ἔδοξε τῷ Αγίῳ Πνεύματι καὶ τῷ Πέτρῳ καὶ τοῖς ἄλλοις ἀποστόλοις καὶ πρεσβυτέροις ἀδελφοῖς, μηδὲν πλέον αὐτοῖς ἐπιτίθεσθαι βάρος πλὴν τοῦ ἀπέχεσθαι εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτοῦ καὶ πορνείας. Τότε καὶ τὸ τῆς πίστεως σύμβολον συνέθηκαν, καὶ τὸ ἀπὸ τοῦδε ἀπῆραν ἀπὸ τῆς Ἱερουσαλὴμ τὸν Ἰάκωβον τὸν νεώτερον ἐπίσκοπον τῆς πόλεως ἀπολιπόντες.
11 Ὁ Ἰωάννης ᾤχετο εἰς τὴν κάτω, καὶ ὁ Φίλιππος εἰς τὴν ἄνω Ἀσίαν. Ὁ Ἀνδρέας πρὸς βορέαν ἐπορεύετο εἰς τοὺς Σχύθας, καὶ ὁ Θῶμας εἰς τοὺς Πάρθους ἑως τῆς Ἰνδίας. Ὁ Βαρθολομαῖος ἡρεῖτο τὴν Ἀρμενίαν, ὁ Σίµων καὶ ὁ Θαδδαῖος τὴν Περσίδα καὶ τὴν Αἴγυπτον. Ὁ Ματθίας εὐαγγελίζετο τὴν Αἰθιοπίαν ὅποι καὶ ὃ εὐαγγέλιον ἑβραϊστὶ ἔγραψεν ὁ Ματθαῖος κηρύξων ἐχώρει. Ὁ δὲ Παῦλος ἔφερε τὸ ὄνομα τοῦ Χριστοῦ Ἰησοῦ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὴν ἄλλην Εὐρώπην.
12 Ὁ Πέτρος πρῶτον μὲν εὐαγγελίζετο τοὺς ἐν τῷ Πόντῳ, τῇ Γαλατίᾳ, τῇ Καππαδοκίᾳ, τῇ Ἀσίᾳ καὶ τῇ Βιθυνίᾳ ἐνοικοῦντας, ἔπειτα δὲ μετῆρεν εἰς Ῥώμην, οὗ δὴ τῆς συµπάσης ἐκκλησίας ἔτη εἴκοσι πέντε προστάτης καθέζετο, ἣν Εὐσέβιος ὁ συγγραφεὺς καλὴν εὐεργεσίαν ἐκάλεσε τῆς προνοίας τοῦ Θεοῦ.
13 Ἡ δὲ Ῥώμη ἡ ἐθνικὴ τὴν προωρισµένην αὐτῇ χρείαν διετέλεσεν. Ἣν γὰρ παντοκρατορίαν ἕως τοῦδε ξίφει τῷ σιδηρῷ ἐκράτυνεν, ταύτην νῦν ἐνεχείρισε τῷ ἀποροῦντι ἁλιεῖ τῷ ἐκ τῆς Γαλιλαίας. Ἡ ῥάβδος ἡ ποιµενική, τὸ πρῶτον μὲν ὀλίγη καὶ ἀφανής, ὅμως δὲ τοῦ τῶν Καισάρων ξίφους περιεγένετο, καὶ διὰ ταχέων καὶ ποδὶ βεβαίῳ τῆς τοῦ κόσµου παντοκρατορίας ἐφήπτετο.
14 Οὔτε αἱ τῶν Ἰουδαίων ἐπιβουλαὶ αἱ ἔχθισται οὔτε οἱ τῶν Νερώνων διωγμοὶ οἱ φονικώτατοι κωλύειν ἴσχυσαν τήν ἐκκλησίαν τοῦ μὴ εἰς ἡμέραν αὐξάνεσθαι καὶ θάλλουσαν τῆς οἰκουμένης ἐπικρατῆσαι. Ἤδη κατ' ἔθνη ἀριθμοῦσιν οἱ ἀπόστολοι τοὺς µαθητάς, γράφουσι δὲ ὡς ὁλοφύλοις ἔθνεσι τοῖς Γαλάταις καὶ τοῖς Ἐφέσιοις καὶ τοῖς Κολοσσηνοῖς καὶ τοῖς Ἑβραίοις καὶ τοῖς Ῥωμαίοις καὶ τοῖς Κορινθίοις καὶ ἄλλοις πολλοῖς.
15 Οὐκέτ' ἀπέβη ἡ πρώτη ἑκατονταετηρίς, καὶ ἐπήγγειλε τῷ Τραϊανῷ ὁ Πλίνιος ἐκ τῆς Βιθυνίας γράφων ὅτι· Κενὰ τὰ τῶν εἰδώλων ἱερά, οὐδ' εὑρίσκεται ὅστις ἂν τὰ εἰς τὴν θυσίαν κρέα πρίασθαι θέλῃ.
16 Ἄλλοι μὲν διὰ τῶν αἰώνων ἀνέστησαν τῇ ἐκκλησίᾳ Ἰοῦδαι Ἰσκαριῶται τὰ ἔσωθεν, ἄλλοι Νέρωνες τὰ ἔξωθεν· ὁ δὲ κτίσας αὐτὴν ἐξ ἀρχῆς ᾠκοδόμησεν αὐτὴν ἐπὶ πέτρᾳ, ἔπεμψεν αὐτῇ παράκλητον τὸ Ἅγιον Πνεῦμα καὶ ὑπέσχετο ὅτι· Αἱ πύλαι τοῦ Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς καὶ ὅτι· Ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.
17 Οὕτως εἶδεν αὐτὴν ὁ Ἰωάννης ἐν τῇ Πάτμῳ, ἀεὶ μὲν πολεμηθεῖσαν, ἀεὶ δὲ τοῦ δράκοντος καλλίνικον. Τὸ τελευταῖον εἶδε τὸν μὲν σατανᾶν καὶ τοὺς μετ' αὐτοῦ καταβληθέντας εἰς τὴν λίμνην τοῦ πυρός, τὴν δὲ ἐκκλησίαν, καινοῦ τοῦ οὐρανοῦ καὶ καινῆς τῆς γῆς, τὴν πόλιν τὴν ἁγίαν, Ἱερουσαλὴμ τὴν καινὴν καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς, τὴν σκηνὴν τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, ἐν ᾗ σκηνώσει μετ' αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ' αὐτῶν ἔσται ὁ Θεὸς αὐτῶν καὶ ἐξαλείψει πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
Τὸ τέλος.
This work is licensed under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
The source is available at https://github.com/sleeptillseven/stoffel-an-epitome-of-the-new-testament.