PART I.

MISCELLANEOUS EXTRACTS (GRADUATED)

1. Natural features and the produce of Britain.

ἔστι δὲ ἡ πλείστη τῆς νήσου πεδιὰς καὶ κατάδρυμος. πολλὰ δὲ γεώλοφά ἐστιν. φέρει δὲ σῖτον καὶ βοσκήματα καὶ χρυσὸν καὶ ἄργυρον καὶ σίδηρον. ταῦτα δὴ κομίζεται ἐξ αὐτῆς καὶ δέρματα καὶ ἀνδράποδα καὶ κύνες εὐφυεῖς πρὸς τὸ κυνηγέσιον. Κελτοὶ δὲ πρὸς τοὺς πολέμους χρῶνται καὶ τούτοις καὶ τοῖς ἐπιχωρίοις.

2. The Britons are of great size, but ungainly form.

οἱ δὲ ἄνδρες μείζονες μὲν τῶν Κελτῶν εἰσι καὶ ἧσσον ξανθότριχες, χαυνότεροι δὲ τοῖς σώμασιν. σημεῖον δὲ τοῦ μεγέθους ἐστὶ τόδε. νεανίας γὰρ ἡμεῖς εἴδομεν ἐν Ῥώμῃ, τῶν μεγίστων τῶν αὐτόθι ὑπερέχοντας καὶ ἡμιποδίῳ, βλαίσους δὲ ὄντας καὶ τὰ ἄλλα οὐκ εὐγράμμους τῇ συστάσει.

3. The Britons are generally less civilised than the Kelts.

τὰ δὲ ἤθη, τὰ μὲν ὅμοια τοῖς Κελτοῖς, τὰ δὲ ἀπλούστερά ἐστι καὶ βαρβαρώτερα, ὥστε ἐνίους γάλακτος εὐποροῦντας μὴ τυροποιεῖν διὰ τὴν ἀπειρίαν, ἀπείρους δ’ εἶναι κηπείας καὶ ἄλλων γεωργικῶν. δυναστεῖαι δ’ εἰσὶ παρ’ αὐτοῖς πολλαί. πρὸς δὲ τοὺς πολέμους ἀπήναις χρῶνται, ὥσπερ καὶ τῶν Κελτῶν ἔνιοι.

4. Their life is in the woods. The climate is misty.

πόλεις δὲ αὐτῶν εἰσιν οἱ δρυμοί· περιφράξαντες γὰρ δένδρεσι καταβεβλημένοις κύκλον εὐρύχωρον, ἐνταῦθα καλύβας σφίσιν αὐτοῖς καὶ τοῖς βοσκήμασι σταθμοὺς ποιοῦσιν, οὐ πρὸς πολὺν χρόνον. ἔπομβρος δὲ ὁ ἀὴρ μᾶλλον ἢ νιφετώδης. ἐν δὲ τῇ αἰθρίᾳ ὀμίχλη κατέχει πολὺν χρόνον, ὥστε δι’ ἡμέρας ὅλης ἐπὶ τρεῖς μόνον ἢ τέσσαρας ὥρας, τὰς περὶ μεσημβρίαν, ὁρᾶσθαι τὸν ἥλιον.

5. The three higher classes of the Kelts, especially the Druids.

παρ’ ἅπασι δέ, ὡς ἐπὶ πᾶν, τρία φῦλα τῶν διαφερόντως τιμωμένων ἐστί, Βάρδοι τε καὶ Ὀυάτεις καὶ Δρυΐδαι· Βάρδοι μὲν ὑμνηταί εἰσι καὶ ποιηταί, Ὀυάτεις δὲ ἱεροποιοὶ καὶ φυσιολόγοι, Δρυΐδαι δὲ πρὸς τῇ φυσιολογίᾳ καὶ τὴν ἠθικὴν φιλοσοφίαν ἀσκοῦσιν. δικαιότατοι δὲ νομίζονται οὗτοι, καὶ διὰ τοῦτο ἐπιτρέπονται τάς τε ἰδίας κρίσεις καὶ τὰς κοινάς. πολέμους δὲ καὶ διαιτῶσι πολλάκις, καὶ τοὺς ἤδη παρατάσσεσθαι μέλλοντας παύουσι τῆς μάχης.

6. Human sacrifices prevalent among the Kelts.

πολλὰ δὲ ἀνθρωποθυσιῶν εἴδη λέγεται ἐν τούτοις ὑπάρχειν. ἄνθρωπον γὰρ εἰς νῶτον πατάξαντες μαχαίρᾳ, ἐκ τοῦ σφαδισμοῦ μαντεύονται. θύουσι δὲ οὔποτε ἄνευ τῶν Δρυϊδῶν. καὶ κατατοξεύουσιν ἐνίους ἐν τοῖς ἱεροῖς καὶ ἀνασταυροῦσιν, καὶ κατασκευάσαντες κόλοσσον χόρτου, καὶ ξύλον ἐμβαλόντες, βοσκήματα καὶ παντοῖα θηρία καὶ δὴ καὶ ἀνθρώπους ὁλοκαυτοῦσιν.

7. Amphibious habits of the crocodile.

τῶν κροκοδείλων ἡ φύσις ἐστὶ τοιάδε· τοὺς χειμεριωτάτους μῆνας τέσσαρας ἐσθίει οὐδέν· ὢν δὲ τετράπους, χερσαῖος καὶ λιμναῖός ἐστιν· τίκτει γὰρ ᾠὰ ἐν γῇ καὶ ἐκλείπει, καὶ τὴν ἡμέραν διατρίβει ἐν τῷ ξηρῷ, τὴν δὲ νύκτα πᾶσαν ἐν τῷ ποταμῷ. θερμότερον γὰρ δή ἐστι τὸ ὕδωρ τῆς τε αἰθρίας καὶ τῆς δρόσου.

8. Size of the crocodile, and of its eggs: its eyes and teeth.

πάντων δὲ ὧν ἴσμεν θηρίων, τοῦτο ἐξ ἐλαχίστου μέγιστον γίγνεται· τὰ μὲν γὰρ ᾠὰ χηνῶν οὐ πολλῷ μείξω τίκτει, καὶ ὁ νέοσσος κατὰ λόγον τοῦ ᾠοῦ γίγνεται. αὐξανόμενος δὲ γίγνεται καὶ ἐς ἑπτακαίδεκα πηχέας καὶ μείζων ἔτι· ἔχει δὲ ὀφθαλμοὺς μὲν ὑός, ὄδοντας δὲ μεγάλους καὶ χαυλιόδοντας κατὰ λόγον τοῦ σώματος.

9. The service performed for the crocodile by wagtail.

ἄτε δὴ οὖν ἐν ὕδατι δίαιταν ποιούμενος, τὸ στόμα ἔνδοθεν φορεῖ μεστὸν βδελλῶν· ἐπειδὰν δὲ ἐς τὴν γῆν ἐκβῇ ἐκ τοῦ ὕδατος, καὶ ἔπειτα χάνῃ — εἴωθε γὰρ τοῦτο, ὡς ἐπὶ τὸ πολύ, ποιεῖν πρὸς τὸν ζέφυρον — ἐνταῦθα ὁ τροχίλος εἰσδύνων εἰς τὸ στόμα αὐτοῦ καταπίνει τὰς βδέλλας, ὁ δὲ κροκόδειλος ὠφεληθεὶς ἥδεται καὶ οὐδὲν σίνεται τὸν τροχίλον.

10. (a) Sour grapes.

βότρυας πεπείρους ἀλώπηξ κρεμαμένους ἰδοῦσα, τούτους ἐπειρᾶτο καταφαγεῖν. πολλὰ δὲ καμοῦσα καὶ οὐ δυνηθεῖσα ψαῦσαι, τὴν λύπην παραμυθουμένη ἔλεγεν, Ὄμφακες ἔτι εἰσίν.
μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέατος, ἐπειδὴ ὑποπνίγεσθαι ἔμελλεν, ἔφη πρὸς ἐαυτήν· Ἀλλ᾽ ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι, κἂν ἀποθάνω οὐδὲν μέλει μοι.

11. The hippopotamus.

οἱ δὲ ἵπποι οἱ ποτάμίοι νομῷ μὲν Παπρημίτῃ ἱεροί εἰσι, τοῖς δὲ ἄλλοις Αἰγυπτίοις οὐχ ἱεροί. φύσιν δὲ παρέχονται εἴδους τοιάνδε· τετράπους ἐστί, δίχηλος, σιμός, λοφίαν ἔχων ἵππου, χαυλιόδοντας φαίνων, οὐρὰν ἵππου καὶ φωνήν. μέγεθος, ὅσον τε βοῦς ὁ μέγιστος· τὸ δέρμα δ᾽ αὐτοῦ οὕτω παχύ ἐστιν, ὥστε, αὔου γενομένου, ξυστὰ ποιεῖσθαι ἀκόντια ἐξ αὐτοῦ.

12. Sacred cows of the Egyptians.

τοὺς μὲν καθαροὺς βοῦς τοὺς ἄρσενας καὶ τοὺς μόσχους οἱ πάντες Αἰγύπτιοι θύουσιν· τὰς δὲ θηλείας οὐκ ἔξεστι θύειν, ἀλλ᾽ ἱεραί εἰσι τῆς Ἴσιος. τὸ γὰρ τῆς Ἴσιος ἄγαλμα, ὂν γυναικεῖον, βούκερών ἐστιν, ὥσπερ οἱ Ἕλληνες τὴν Ἰοῦν γράφουσιν. καὶ τὰς βοῦς τὰς θηλείας Αἰγύπτιοι πάντες σέβονται μάλιστα πάντων προβάτων.

13. Egyptian abhorrence of swine.

ὗν δὲ Αἰγύπτιοι μιαρὸν ἡγοῦνται θηρίον εἶναι· καὶ διὰ τοῦτο μὲν, ἤν τις ψαύσῃ παριὼν ὑός, ἱματίοις ἀποβάπτει ἑαυτόν, βὰς ἐπὶ τὸν ποταμόν. διὰ δὲ τοῦτο καὶ οἱ συβῶται, Αἰγύπτιοι ὄντες ἐγγενεῖς, εἰς ἱερὸν οὐδὲν τῶν ἐν Αἰγύπτῳ εἰσέρχονται μόνοι πάντων.

14. The dog and the shadow.

κύων κρέας φέρων ποταμὸν διέβαινεν. θεασάμενος δὲ τὴν ἑαυτοῦ σκιὰν ἐπὶ τοῦ ὕδατος, ὑπέλαβεν ἕτερον κύνα εἶναι κρέας κατέχοντα. καὶ ἀφεὶς τὸ ἴδιον, ὥρμησε τὸ ἐκείνου λαβεῖν. ἀπώλεσε δὲ ἀμφότερα. τὸ μὲν οὖν οὐκ ἦν· ὃ δὲ κατεῖχεν αὐτός, ὑπὸ τοῦ ῥεύματος κατεσύρετο.

15. The sick crow.

Κόραξ νοσῶν ἔφη τῇ μητρὶ, Μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει. ἡ δὲ μήτηρ ἀπολαβοῦσα ἔφη, Τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη;

16. An alleged attempt to sacrifice Heracles in Egypt.

λέγουσι δὲ πολλὰ καὶ ἄλλα ἀνεπισκέπτως οἱ Ἕλληνες· εὐήθης δὲ αὐτῶν καὶ ὅδε ὁ μῦθός ἐστιν, ὅνπερ περὶ τοῦ Ἡρακλέους λέγουσιν· ὡς αὐτὸν ἀφικόμενον ἐς Αἴγυπτον στέψαντες οἱ Αἰγύπτιοι ὑπὸ πομπῆς ἐξῆγον, ὡς θύσοντες τῷ Διΐ· ἐκεῖνον δὲ τέως μὲν ἡσυχίαν ἄγειν· ἐπεὶ δὲ αὐτοῦ πρὸς τῷ βωμῷ κατήρχοντο, ἐς ἀλκὴν τραπόμενον αὐτοὺς καταφονεῦσαι πάντας.

17. The above story of Heracles refuted.

ἐμοὶ μὲν οὖν δοκοῦσι, ταῦτα λέγοντες, τῆς Αἰγυπτίων φύσεως καὶ τῶν νόμων παντάπασιν ἀπείρως ἔχεὶν οἱ Ἕλληνες. οἷς γὰρ οὐδὲ κτήνη ὁσία ἐστὶ θύειν, πλὴν οἰῶν καὶ ἀρσένων βοῶν καὶ μόσχων, ὅσοι ἂν καθαροὶ ὦσι, καὶ χηνῶν, πῶς ἂν οὗτοι ἀνθρώπους θύοιεν; ἔτι δὲ εἷς ὢν ὁ Ἡρακλῆς καὶ ἔτι ἄνθρωπος (ὡς δή φασι) πῶς ἰσχὺν ἔχει πολλὰς μυριάδας φονεῦσαι;

18. A curious custom at Egyptian feasts.

ἐν δὲ ταῖς συνουσίαις, τοῖς εὐδαίμοσιν αὐτῶν, ἐπειδὰν ἀπὸ δείπνου γένωνται, περιφέρει ἀνὴρ νεκρὸν ἐν σορῷ, ξύλινον πεποιημένον, μεμιμημένον ἐς τὰ μάλιστα καὶ γραφῇ καὶ ἔργῳ. δεικνὺς δὲ ἑκάστῳ τῶν συμποτῶν λέγει, “ἐς τοῦτον ὁρῶν, πῖνέ τε καὶ τέρπου· ἔσῃ γὰρ ἀποθανὼν τοιοῦτος.” τοῦτο μὲν παρὰ τὰ συμπόσια ποιοῦσιν.

19. The stag at fault.

ἔλαφος διψήσας ἐπὶ πηγὴν ἦλθεν· ἰδὼν δὲ τὴν ἑαυτοῦ σκιάν, τοὺς μὲν πόδας ἐμέμφετο ὡς λεπτοὺς καὶ ἀσθενεῖς ὄντας· τὰ δὲ κέρατα ἐπῄνει ὡς μέγιστα καὶ εὐμήκη. οὐδέπω πιών, κυνηγέτου καταλαβόντος, ἔφευγεν. ἐπὶ πολὺν δὲ τόπον δραμὼν καὶ εἰς ὕλην ἐμβάς, τοῖς κέρασι ἐμπλακεὶς ἐθηρεύθη. ἔφη δέ· Ὦ μάταιος ἐγώ, ὃς ἐκ μὲν τῶν ποδῶν ἐσώθην οἷς ἐμεμφόμην, ἐκ δὲ τῶν κεράτων προυδόθην ἐφ᾽ οἷς ἐκαυχώμην.

20. Contrast between Egyptian customs and those of other nations.

Ἐν τοῖς Αἰγυπτίοις αἱ μὲν γυναῖκες ἀγοράζουσι καὶ καπηλεύουσιν· οἱ δὲ ἄνδρες κατ᾽ οἴκους ὄντες ὑφαίνουσιν· ὑφαίνουσι δὲ οἱ μὲν ἄλλοι ἄνω τὴν κρόκην ὠθοῦντες, Αἰγύπτιοι δὲ κάτω. τὰ ἄχθη οἱ μὲν ἄνδρες ἐπὶ τῶν κεφαλῶν φοροῦσιν, αἱ δὲ γυναῖκες ἐπὶ τῶν ὤμων. τρέφειν τοὺς τοκέας τοῖς μὲν παισὶν οὐδεμία ἀνάγκη µὴ βουλομένοις· ταῖς δὲ θυγατράσι πᾶσα ἀνάγκη καὶ μὴ βουλομέναις.

21. Further points of contrast.

οἱ ἱερεῖς τῶν θεῶν τῇ μὲν ἄλλῃ κομῶσιν, ἐν Αἰγύπτῳ δὲ ξυρούνται. τοῖς ἄλλοις ἀνθρώποις νόμος ἐστὶν ἅμα κήδει κεκάρθαι τὰς κεφαλάς, Αἰγύπτιοι δὲ ὑπὸ τοὺς θανάτους ἀνιᾶσι τὰς τρίχας αὐξάνεσθαι, τάς τε ἐν τῇ κεφάλῃ καὶ τῳ γενείῳ, τέως ἐξυρημένοι. γράμματα γράφουσι καὶ λογίζονται ψήφοισιν Ἕλληνες ἀπὸ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξὶὰ φέροντες τὴν χεῖρα, Αἰγύπτιοι δὲ ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερά. διφασίοισι δὲ γράμμασι χρῶνται· καὶ τὰ μὲν αὐτῶν ἱερὰ τὰ δὲ δημοτικὰ καλεῖται.

22. A Macedonian diver and his daughter help to bring about the destruction of the Persian Fleet.

ἐνταῦθα δὴ εἶδον ἐγὼ ἀνάθημα τῶν Ἀμφικτυόνων, Σκιωναῖον Σκύλλιν· ὃς καταδῦναι καὶ ἐς τὰ βαθύτατα θαλάσσης πάσης ἔχει φήμην. ἐδίδαξε δὲ Κυάνην τὴν θυγατέρα δύεσθαι. οὗτοι δὴ περὶ τὸ ὄρος τὸ Πήλιον, ἐπιπεσόντος τῷ ναυτικῷ τῷ Ξέρξου βιαίου χειμῶνος, προσεξειργάσαντο τοῖς Πέρσαις ἀπώλειαν, τάς τε ἀγκύρας καὶ εἴ τι ἄλλο ἔρυμα ταῖς τριήρεσιν ἦν ὑφέλκοντες. ἀντὶ τούτου δὴ οἱ Ἀμφικτύονες καὶ αὐτὸν Σκύλλιν καὶ τὴν παῖδα ἀνέθεσαν.

23. The wonderful feat of Polydamas in holding by one hoof a struggling ox.

τοῦτο δὲ καὶ θαῦμα ὑπελείπετο ὁ Πολυδάμας ἐς μνήμην. εἰς ἀγέλην γὰρ ἐσελθὼν βοῶν καὶ τὸν μέγιστον καὶ ἀγριώτατον λαβὼν τοῦ ἑτέρου τῶν ὄπισθεν ποδῶν τὰς χηλὰς κατεῖχεν ἄκρας. καὶ πηδῶντα καὶ ἐπειγόμενον οὐκ ἀνίει πρίν γε δὴ ὁ ταῦρος, ἐς ἅπαν ἀφικόμενος βίας, ἀπέφυγεν ἀφεὶς ταύτῃ τῷ Πολυδάμαντι τὰς χηλάς.

24. Three examples of the strength and skill of Milo of Crotona.

λέγεται δὲ καὶ ὁ Μίλων αὐτὸς αὑτοῦ τὸν ἀνδρίαντα ἐπ᾽ ὤμων ἐς τὴν Ἄλτιν ἐσκομίσαι. λέλεκται δὲ εἰς αὐτὸν καὶ τὸ περὶ τὴν ῥοιὰν καὶ τὸ περὶ τὸν δίσκον. ῥοιὰν μὲν δὴ οὕτω κατεῖχεν ὡς μήτε ἄλλῳ παρεῖναι βιαζομένῳ μήτε αὐτὸς λυμήνασθαι πιέζων· ἱστάμενος δὲ ἐπὶ ἀληλιμμένῳ τῷ δίσκῳ ἐν γέλωτι ἐποιεῖτο τοὺς ἐμπίπτοντάς τε καὶ ὠθοῦντας ἀπὸ τοῦ δίσκου.

25. Another curious feat of Milo. His death.

περιέδει τῷ μετώπῳ χορδὴν κατὰ ταὐτὰ δὴ καὶ εἰ ταινίαν περιθεῖτο ἢ στέφανον. κατέχων δὲ ἐντὸς χειλῶν τὸ ἆσθμα καὶ ἐμπιπλὰς αἵματος τὰς ἐν τῇ κεφαλῇ φλέβας, διέρρηξεν ἰσχύϊ τῶν φλεβῶν τὴν χορδήν. ἀποθανεῖν δὲ λέγεται ὑπὸ θηρίων. ἐπιτυχὼν γὰρ ἐν τῇ Κροτωνιατίδι αὐαινομένῳ ξύλῳ — σφῆνες δὲ ἐγκείμενοι διΐστασαν τὸ ξύλον — ὑπὸ φρονήματος καθίησι τὰς χεῖρας ἐς τὸ ξύλον. ὀλισθάνουσι δὲ οἱ σφῆνες καὶ ἐχόμενος ὁ Μίλων τῷ ξύλῳ λύκοις γίγνεται εὕρημα.

26. Niobe is punished for her presumptuous boasting.

εὔτεκνος δὲ οὖσα Νιόβη τῆς Λητοῦς εὐτεκνωτέρα εἶπεν ὑπάρχειν. Λητὼ δὲ ἀγανακτήσασα τήν τε Ἄρτεμιν καὶ τὸν Ἀπόλλωνα κατ’ αὐτῶν παρώξυνεν. καὶ τὰς θηλείας μὲν ἐπὶ τῆς οἰκίας κατετόξευσεν Ἄρτεμις· τοὺς δὲ ἄρσενας κοινῇ πάντας ἐν Κιθαιρῶνι Ἀπόλλων κυνηγετοῦντας ἀπέκτεινεν. αὐτὴ δὲ Νιόβη θήβας ἀπολιποῦσα πρὸς τὸν πατέρα Τάνταλον ἧκεν εἰς Σίπυλον· κἀκεῖ Ζεὺς εὐξαμένῃ αὐτῇ εἰς λίθον μετέβαλε τὴν μορφήν. καὶ χεῖται δάκρυα νύκτωρ καὶ μεθ’ ἡμέραν τοῦ λίθου.

27. Prometheus, having giving to mortals fire, suffers at the hands of Zeus for his kindness to men.

Προμηθεὺς δὲ ἐξ ὕδατος καὶ γῆς ἀνθρώπους πλάσας ἔδωκεν αὐτοῖς καὶ πῦρ, λάθρα Διός, ἐν νάρθηκι κρύψας· ὡς δὲ ᾔσθετο Ζεύς, ἐπέταξεν τῷ Καυκάσῳ ὄρει τὸ σῶμα αὐτοῦ προσηλῶσαι. ἐν δὲ τούτῳ προσηλωθεὶς Προμηθεὺς πολλῶν ἐτῶν ἀριθμὸν ἐδέδετο. καθ’ ἑκάστην δὲ ἡμέραν ἀετὸς ἐφιπτάμενος αὐτοῦ τοὺς λοβοὺς ἐνέμετο τῶν ἡπάτων, αὐξανομένων διὰ νυκτός. καὶ Προμηθεὺς μὲν πυρὸς κλαπέντος δίκην ἔτινε ταύτην, μέχρις Ἡρακλῆς αὐτὸν ὕστερον ἔλυσεν.

28. Description of the Phoenix, a fabulous Arabian bird.

ἔστι δὲ καὶ ἄλλος ὄρνις ἱερὸς, ᾧ ὄνομα φοῖνιξ. ἐγὼ μὲν αὐτὸν οὐκ εἶδον εἰ μὴ ὃσον γραφῇ. καὶ γὰρ δὴ καὶ σπάνιος ἐπιφοιτᾷ τοῖς Αἰγυπτίοις, διὰ ἐτέων (ὡς Ἡλιοπολῖται λέγουσι) πεντακοσίων. φοιτᾶν δὲ τότε φασίν, ἐπὰν αὐτῷ ἀποθάνῃ ὁ πατήρ. ἔστι δὲ, εἰ τῇ γραφῇ παρόμοιος, τοσόσδε καὶ τοιόσδε. τὰ μὲν αὐτοῦ χρυσόκομα τῶν πτερῶν, τὰ δὲ ἐρυθρά. ἐς τὰ μάλιστα ἀετῷ περιγραφὴν ὁμοιότατος καὶ τὸ μέγεθος. τοῦτον δὲ λέγουσι μηχανᾶσθαι τάδε, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες.—

29. Mode in which the Phoenix conveys its dead father from Arabia to the temple of Heliopolis in Egypt.

ἐξ Ἀραβίας ὁρμώμενόν φασιν ἐς τὸ ἱερὸν τοῦ Ἡλίου κομίζειν τὸν πατέρα ἐν σμύρνῃ ἐμπλάσσοντα καὶ θάπτειν ἐν τοῦ Ἡλίου τῷ ἱερῶ. κομίζειν δὲ οὕτω. πρῶτον μὲν τῆς σμύρνης ᾠὸν πλάσσειν, ὅσον τε δυνατός ἐστι φέρειν. ἔπειτα δὲ πειρᾶσθαι αὐτὸ φοροῦντα· ἐπὰν δὲ ἀποπειραθῇ, οὕτω δὴ κοιλάναντα τὸ ᾠόν, τὸν πατέρα ἐς αὐτὸ ἐντιθέναι. σμύρνῃ δὲ ἄλλῃ ἐμπλάσσειν τοῦτο καθότι τοῦ ᾠοῦ ἐγκοιλάνας ἐνέθηκε τὸν πατέρα· ἐσκειμένου δὲ τοῦ πατρὸς γενέσθαι ταὐτὸ βάρος· ἐμπλάσαντα δὲ κομίζειν αὐτὸν ἐπ᾽ Αἰγύπτου ἐς τοῦ Ἡλίου τὸ ἱερόν.

30. Polyneices, deprived of the throne of Thebes, goes to Argos.

μετὰ τὴν Οἰδίποδος φυγὴν τὴν ἐκ θηβῶν, οἱ υἷοι αὐτοῦ, Ἐτεοκλῆς καὶ Πολυνείκης, περὶ τῆς βασιλείας συντίθενται πρὸς ἀλλήλους. καὶ αὐτοῖς δοκεῖ τὸν ἕτερον παρ’ ἐνιαυτὸν ἄρχειν. οἱ μὲν οὖν λέγουσι πρῶτον ἄρξαντα Πολυνείκη παραδοῦναι μετ’ ἐνιαυτὸν τὴν βασιλείαν ’Ετεοκλεῖ· οἱ δέ, πρῶτον ’Ετεοκλέα ἄρξαντα µὴ βούλεσθαι παραδοῦναι τὴν βασιλείαν. φυγαδευθεὶς οὖν Πολυνείκης ἐκ θηβῶν ἧκεν εἰς Ἄργος.

31. Adrastus, king of Argos, espouses the cause of Polyneices, and leads an army against Thebes.

ἐβασίλευε δὲ Ἄργους Ἄδραστος ὁ Ταλάου. καὶ οὗτος μὲν δὴ συναθροίσας τὸ στράτευμα σὺν ἡγεμόσιν ἑπτὰ πρὸς θήβας ἔσπευδεν, ὡς τὸν φυγάδα εἰς τὴν βασιλείαν κατάξων. καθοπλισθέντες οὖν προσῇεσαν οἱ Ἀργεῖοι τοῖς τείχεσι, καὶ παρὰ τὰς τῆς πόλεως πύλας, ἑπτὰ οὔσας, ἔστησαν οἱ ἑπτὰ ἡγεμόνες. καθώπλιζε δὲ καὶ Ἐτεοκλῆς τοὺς θηβαίους καὶ καταστήσας ἡγεμόνας ἴσους ἴσοις ἀντέταξεν.

32. Teiresias, the seer, predicts victory to the Thebans on certain terms. The Argives are at first successful, but in the end are routed.

ἦν δὲ παρὰ θηβαίοις μάντις τις, Τειρεσίας ὀνόματι, τυφλὸς ὤν, ὃς δὴ θηβαίοις μαντευόμενος εἶπε νικήσειν, ἢν Μενοικεὺς ὁ Κρέοντος Ἄρει σφάγιον αὑτὸν ἐπιδιδῷ. τοῦτο ἀκούσας Μενοικεὺς ἑαυτὸν πρὸ τῶν πυλῶν ἔσφαξεν μάχης δὲ γενομένης οἱ θηβαῖοι μεχρὶ τῶν τειχῶν συνεδιώχθησαν. καὶ Καπανεὺς Ἀργεῖος ἁρπάσας κλίμακα ἐπὶ τὰ τείχη δι᾽ αὐτῆς ἀνῄει. καὶ τότε δὴ Ζεὺς αὐτὸν κεραυνοῖ. τούτου δ᾽ οὖν γενομένου τροπὴ τῶν Ἀργείων γίγνεται.

33. In single combat Eteocles and Polyneices are slain. The story of Antigone.

ὡς δὲ ἀπώλλυντο πολλοὶ ἐν τῇ μάχῃ, δόξαν ἑκατέρῳ τῷ στρατεύματι, Ἐτεοκλῆς καὶ Πολυνείκης περὶ τῆς βασιλείας μονομαχοῦσι καὶ κτείνουσιν ἀλλήλους. Κρέων δέ, τὴν θηβαίων βασιλείαν παραλαβών, τοὺς τῶν Ἀργείων νεκροὺς ἔῤῥιψεν ἀτάφους, καὶ κηρύξας μηδένα θάπτειν, φύλακας κατέστησεν. Ἀντιγόνη δὲ μία τῶν Οἰδίποδος θυγατέρων κρύφα τὸ Πολυνείκους σῶμα κλέψασα ἔθαψεν. καὶ φωραθεῖσα ὑπὸ Κρέοντος αὐτὴ τῷ τάφῳ ἐνεκρύφθη ζῶσα.

34. The vengeance wreaked upon Jason by Medea for his faithlessness.

οἱ δὲ ἧκον εἰς Κόρινθον καὶ δέκα μὲν ἔτη διετέλουν εὐτυχοῦντες· αὖθις δὲ τοῦ τῆς Κορίνθου βασιλέως Κρέοντος τὴν θυγατέρα Γλαύκην Ἰάσονι ἐγγυῶντος, παραπεμψάμενος Ἰάσων Μήδειαν, ἐγάμει. ἡ δέ, οὓς τε ὤμοσεν Ἰάσων θεοὺς ἐπικαλεσαμένη, καὶ τὴν Ἰάσονος ἀχαριστίαν μεμψαμένη πολλάκις, τῇ μὲν γαμουμένῃ πέπλον κεχρισμένον φαρμάκῳ ἔπεμψεν, ὃν ἀμφιεσαμένη, μετὰ τοῦ βοηθοῦντος πατρός, πυρὶ λάβρῳ καταφλέγεται. τοὺς δὲ παῖδας οὓς εἶχεν ἐξ Ἰάσονος ἀπέκτεινε, καὶ λαβοῦσα παρὰ Ἡλίου ἅρμα πτηνῶν δρακόντων, ἐπὶ τούτου φεύγουσα ἦλθεν εἰς Ἀθήνας.

35. The following Extracts, 35-50, are somewhat more difficult, and may be read after Parts II. and III :—

The following Extracts, 35-50, are somewhat more difficult, and may be read after Parts II. and III :—
ἐν τῇ θαλάσσῃ τῇ ἔξω Ἡρακλείων στηλῶν φασὶν ὑπὸ Καρχηδονίων νῆσον εὑρεθῆναι ἐρήμην, ἔχουσαν ὕλην τε παντοδαπὴν καὶ ποταμοὺς πλωτοὺς καὶ τοῖς λοιποῖς καρποῖς θαυμαστήν, ἀπέχουσαν δὲ πλειόνων ἡμερῶν· ἐν ᾗ ἐπιμισγομένων τῶν Καρχηδονίων πλεονάκις διὰ τὴν εὐδαιμονίαν, ἐνίων γε μὴν καὶ οἰκούντων, τοὺς προεστῶτας τῶν Καρχηδονίων προαγορεῦσαι θανάτῳ ζημιοῦν τοὺς εἰς αὐτὴν πλευσομένους, καὶ τοὺς ἐνοικοῦντας πάντας ἀφανίσαι, ἵνα μὴ διαγγέλλωσι, μηδὲ πλῆθος συστραφὲν ἐπ᾽ αὐτῶν ἐπὶ τὴν νῆσον κυρίας τύχῃ, καὶ τὴν τῶν Καρχηδονίων εὐδαιμονίαν ἀφέληται.

36. The island of Diomedes in the Adriatic, and its birds.

ἐν τῇ Διομηδείᾳ νήσῳ, ἣ κεῖται ἐν τῷ Ἀδρίᾳ, φασὶν ἱερόν τι εἶναι τοῦ Διομήδους θαυμαστόν τε καὶ ἅγιον. περὶ δὲ τὸ ἱερὸν κύκλῳ περικαθῆσθαι ὄρνιθας μεγάλους καὶ ῥύγχη ἔχοντας μεγάλα καὶ σκληρά. τούτους λέγουσιν, ἐὰν μὲν Ἕλληνες ἀποβαίνωσιν εἰς τὸν τόπον, ἡσυχίαν ἔχειν, ἐὰν δὲ τῶν βαρβάρων τινὲς τῶν περιοίκων, ἀνίπτασθαι καὶ αἰωρουμένους καταράσσειν αὐτοὺς εἰς τὰς κεφαλὰς αὐτῶν καὶ τοῖς ῥύγχεσι τιτρώσκοντας ἀποκτείνειν. μυθεύεται δὲ τούτους γενέσθαι ἐκ τῶν ἑταίρων τοῦ Διομήδους, ναυαγησάντων μὲν αὐτῶν περὶ τὴν νῆσον, τοῦ δὲ Διομήδους δολοφονευθέντος ὑπὸ τοῦ Αἰνέου τοῦ τότε βασιλέως τῶν τόπων ἐκείνων γενομένου.

37. A wonderful pool, of variable size, in Sicily.

φησὶν εἶναι ὁ Πολύκριτος, ὁ τὰ Σικελικὰ γεγραφὼς ἐν ἔπεσιν, ἔν τινι τόπῳ τῆς μεσογείου λιμνίον τι ἔχον ὅσον ἀσπίδος τὸ περίµετρον· εἰς τοῦτο οὖν ἐάν τις εἰσβῇ, λούσασθαι χρείαν ἔχων, αὔξεσθαι εἰς εὖρος· ἐὰν δὲ καὶ δεύτερον, μᾶλλον πλατύνεσθαι· τὸ δὲ πέρας ἕως εἰς πεντήκοντα ἀνδρῶν ὑποδοχὴν μεῖζον γενόμενον διευρύνεσθαι. ἐπειδὰν δὲ τοῦτον τὸν ἀριθμὸν λάβῃ, ἐκ βάθους πάλιν ἀνοιδοῦν ἐκβάλλειν μετέωρα τὰ σώματα τῶν λουσαμένων ἔξω ἐπὶ τὸ ἔδαφος. ὡς δ᾽ ἂν τοῦτο γένηται, εἰς τὸ ἀρχαῖον πάλιν σχῆμα τῆς περιμέτρου καθίστασθαι.

38. The praises of agriculture.

πρώτον μὲν γὰρ ἀφ’ ὧν ζῶσιν οἱ ἄνθρωποι, ταῦτα ἡ γῆ φέρει ἐργαζομένοις, καὶ ἀφ’ ὧν τοίνυν ἡδυπαθοῦσι, προσεκφέρει. παρέχουσα δὲ ἀφθονώτατα ἀγαθά, οὐκ ἐᾷ ταῦτα μετὰ μαλακίας λαμβάνειν, ἀλλὰ ψύχη τε χειμῶνος καὶ θάλπη θέρους ἐθίζει καρτερεῖν. καλῶς δὲ κἀκεῖνος εἶπεν, ὃς ἔφη τὴν γεωργίαν τῶν ἄλλων τεχνῶν μητέρα καὶ τροφὸν εἶναι. εὖ μὲν γὰρ φερομένης τῆς γεωργίας, ἔῤῥωνται καὶ αἱ ἄλλαι τέχναι ἅπασαι, ὅπου δ᾽ ἂν ἀναγκασθῇ ἡ γῆ χερσεύειν, ἀποσβέννυνται καὶ αἱ ἄλλαι τέχναι σχεδόν τι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν.

39. The flatterer's art.

τὴν δὲ κολακείαν ὑπολάβοι ἂν τις ὁμιλίαν αἰσχρὰν εἶναι, συμφέρουσαν δὲ τῷ κολακεύοντι· ὁ δὲ κόλαξ τοιοῦτὸς τις οἷος πορευόμενος ἅμα εἰπεῖν, “ἐνθυμῇ ὡς ἀποβλέπουσι πρὸς σὲ οἱ ἄνθρωποι; τοῦτο οὐδενὶ τῶν ἐν τῇ πόλει γίγνεται πλήν σοι.” καὶ λέγοντος αυτοῦ τι, τοὺς ἄλλους σιωπᾶν κελεῦσαι. καὶ ἐπισημήνασθαι δέ, εἰ παύσεται, “ὀρθῶς.” καὶ σκώψαντι ψυχρῶς ἐπιγελάσαι τε καὶ τὸ ἱμάτιον ὦσαι εἰς τὸ στόμα, ὡς δὴ οὐ δυνάμενος κατασχεῖν τὸν γέλωτα.

40. A description of a boorish person.

ἡ δὲ ἀγροικία δόξειεν ἂν εἶναι ἀμαθία ἀσχήμων· ὁ δὲ ἄγροικος τοιοῦτός τις, οἷος μείζω τοῦ ποδὸς τὰ ὑποδήματα φορεῖν. καὶ μεγάλῃ τῇ φωνῇ λαλεῖν. καὶ τοῖς μὲν φίλοις καὶ οἰκείοις ἀπιστεῖν, πρὸς δὲ τοὺς αὐτοῦ οἰκέτας ἀνακοινοῦσθαι περὶ τῶν μεγίστων. καὶ τοῖς παρ’ αὐτῷ ἐργαζομένοις μισθωτοῖς ἐν ἀγρῷ πάντα τὰ ἀπὸ τῆς ἐκκλησίας διηγεῖσθαι. καὶ κόψαντος τὴν θύραν, ὑπακοῦσαι αὐτός. καὶ τὸ ἀργύριον δὲ παρά του λαβὼν ἀποδοκιμάζειν. καὶ ἐν βαλανείῳ δὲ ᾆσαι.

41. The manners of a haughty man described.

ἔστι δὲ ὑπερηφανία καταφρόνησίς τις πλὴν αὑτοῦ τῶν ἄλλων. ὁ δὲ ὑπερήφανος τοιόσδε τις οἷος τῷ σπεύδοντι, ἀπὸ δείπνου ἐντεύξεσθαι, φάσκειν. καὶ χειροτονούμενος ἐξόμνυσθαι τὰς ἀρχὰς οὐ φάσκων σχολάζειν. καὶ ἐν ταῖς ὁδοῖς πορευόμενος μὴ λαλεῖν τοῖς ἐντυγχάνουσι κατὼ κεκυφώς. ἑστιῶν δὲ τοὺς φίλους, αὐτὸς µὴ συνδειπνεῖν, ἀλλὰ τῶν ὑφ’ αὐτὀν τινι συντάξαι αὐτῶν ἐπιμελεῖσθαι. καὶ μὴν ἐπιστέλλων μὴ γράφειν ὅτι “χαρίζοιο ἄν μοι,” ἀλλ’ ὅτι “βούλομαι γενέσθαι” καὶ “ὅπως ἄλλως μὴ ἔσται” καὶ “τὴν ταχίστην.”

42. The man who says and does unseasonable things.

ἡ μὲν οὖν ἀκαιρία ἐστὶν ἀπότευξις καιροῦ λυποῦσα τοὺς ἐντυγχάνοντας· ὁ δὲ ἄκαιρος τοιουτός τις οἷος ἀσχολουμένῳ προσελθὼν ἀνακοινοῦσθαι, καὶ μαρτυρήσων παρεῖναι τοῦ πράγματος ἤδη κεκριμένου. καὶ κεκλημένος εἰς γάμους τοῦ γυναικείου γένους κατηγορεῖν. καὶ ἐκ μακρᾶς ὁδοῦ ἥκοντας ἄρτι παρακαλεῖν εἰς περίπατον· καὶ μαστιγουμένου δὲ οἰκέτου, παρεστὼς διηγεῖσθαι ὅτι καὶ αὑτοῦ ποτε παῖς οὕτω πληγὰς λαβὼν απήγξατο.

43. A conversation between an old man of Athens and a stranger, concerning a figure representing the goddess Fortune.

Ξένος.—ὁρῶ τούτους, ἔφην. Ἡ δὲ γυνὴ ἐκείνη τίς ἐστιν, ἡ ὥσπερ τυφλὴ καὶ μαινομένη τις εἶναι δοκοῦσα, καὶ ἑστηκυῖα ἐπὶ λίθου τινὸς στρογγύλου;
Πρεσβύτης.—Καλεῖται μέν, ἔφη, Τύχη. ἔστι δὲ οὐ µόνον τυφλὴ ἀλλὰ καὶ μαινομένη καὶ κωφὴ.
Ξ.—αὕτη οὖν τί ἔργον ἔχει;
Π.—περιπορεύεται πανταχοῦ, ἔφη. καὶ παρ’ ἑτέρων μὲν ἁρπάξει τὰ ὑπάρχοντα ἑτέροις δὲ δίδωσι. παρὰ δὲ τῶν αὐτῶν πάλιν ἀφαιρεῖται παραχρῆμα ἃ ἔδωκε καὶ ἄλλοις δίδωσιν εἰκῆ καὶ ἀβεβαίως. διὸ καὶ τὸ σημεῖον καλῶς μηνύει τὴν φύσιν αὐτῆς.
Ξ.—ποῖον τοῦτο; ἔφην ἐγώ.
Π.—ὅτι ἐπὶ στρογγύλου λίθου ἕστηκεν.
Ξ.—εἶτα τί τοῦτο σηµαίνει;
Π.—ὅτι οὐκ ἀσφαλὴς οὐδὲ βεβαία ἐστὶν ἡ παρ’ αυτῆς δόσις. ἐκπτώσεις γὰρ μεγάλαι καὶ σκληραὶ γίγνονται ὅταν τις αὐτῇ πιστεύῃ.

44. Piracy in old times considered an honourable calling.

οἱ γὰρ Ἕλληνες τὸ πάλαι, καὶ τῶν βαρβάρων οἵ τε ἐν τῇ ἠπείρῳ παραθαλάσσιοι καὶ ὅσοι νήσους εἶχον, ἐπειδὴ ἤρξαντο μᾶλλον περαιοῦσθαι ναυσὶν ἐπ᾽ ἀλλήλους, ἐτράποντο πρὸς λῃστείαν. καὶ προσπίπτοντες πόλεσιν ἀτειχίστοις καὶ κατὰ κώμας οἰκουμέναις ἥρπαζον, καὶ τὸν πλεῖστον τοῦ βίου ἐντεῦθεν ἐποιοῦντο, οὐκ ἔχοντός πω αἰσχύνην τούτου τοῦ ἔργου, φέροντος δέ τι καὶ δόξης μᾶλλον. ἐληΐζοντο δὲ καὶ κατ’ ἤπειρον ἀλλήλους. καὶ μέχρι τοῦδε πολλὰ τῆς Ἑλλάδος τῷ παλαίῳ τρόπῳ νέμεται, περί τε Λοκροὺς τοὺς Ὀζόλας καὶ Αἰτωλοὺς καὶ Ἀκαρνᾶνας καὶ τὴν ταύτῃ ἤπειρον.

45. Concerning the advantages of friendship.

μετὰ δὲ ταῦτα περὶ φιλίας ἕποιτ᾽ ἂν διελθεῖν. ἔστι γὰρ ἀρετή τις ἢ μετ᾽ ἀρετῆς. ἔτι δ’ ἀναγκαιότατον εἰς τὸν βίον. ἄνευ γὰρ φίλων οὐδεὶς ἂν ἕλοιτο ζῆν, ἔχων τὰ λοιπὰ ἀγαθὰ πάντα. καὶ γὰρ πλουτοῦσι καὶ ἀρχᾶς καὶ δυναστείας κεκτημένοις δοκεῖ μάλιστα φίλων εἶναι χρεία. τί γὰρ ὄφελος τοιαύτης εὐετηρίας, ἀφαιρεθείσης εὐεργεσίας, ἣ γίγνεται μάλιστα καὶ ἐπαινετωτάτη πρὸς φίλους; ἢ πῶς ἂν τηρηθείη καὶ σώζοιτο ἄνευ φίλων; ὅσῳ γὰρ πλείων, τοσούτῳ ἐπισφαλεστέρα· ἐν πενίᾳ δὲ καὶ ταῖς λοιπαῖς δυστυχίαις μόνην οἴονται καταφυγὴν εἶναι τοὺς φίλους.

46. Socrates explains why he puts up with his ill-tempered wife Xanthippe.

Καὶ ὁ Ἀντισθένης, Πῶς οὖν, ἔφη, ὦ Σώκρατες, οὕτω γιγνώσκων οὐ καὶ σὺ παιδεύεις Ξανθίππην, ἀλλὰ χρῇ γυναικὶ, τῶν οὐσῶν, οἶμαι δὲ καὶ τῶν γεγενημένων καὶ τῶν ἐσομένων χαλεπωτάτῃ; ὅτι, ἔφη, ὁρῶ καὶ τοὺς ἱππικοὺς βουλομένους γενέσθαι οὐ τοὺς εὐπειθεστάτους ἀλλὰ τοὺς θυμοειδεῖς ἵππους κτωμένους. νομίζουσι γάρ, ἢν τοὺς τοιούτους δύνωνται κατέχειν, ῥᾳδίως τοῖς γε ἄλλοις ἵπποις χρήσεσθαι. κἀγὼ δὴ βουλόμενος ἀνθρώποις χρῆσθαι καὶ ὁμιλεῖν ταύτην κέκτημαι, εὖ εἰδὼς ὃτι, εἰ ταύτην ὑποίσω, ῥᾳδίως τοῖς γε ἄλλοις ἅπασιν ἀνθρώποις συνέσομαι.

47. Socrates compares his wealth with that of Critobulus, a rich disciple of his.

οὔκουν ἔγωγ’, ἔφη ὁ Σωκράτης, εἰ καὶ περὶ ἐμοῦ λέγεις, οὐδέν μοι δοκῶ προσδεῖσθαι χρημάτων, αλλ’ ἱκανῶς πλουτεῖν. σὺ μέντοι, ὦ Κριτόβουλε, πάνυ μοι δοκεῖς πένεσθαι καὶ ναὶ μὰ Δι’ ἔστιν ὅτε καὶ πάνυ οἰκτείρω σε ἐγώ. καὶ ὁ Κριτόβουλος γελάσας εἶπε· Καὶ πόσον ἂν πρὸς τῶν θεῶν οἴει, ὦ Σώκρατες, ἔφη, εὑρεῖν τὰ σὰ κτήματα πωλούμενα, πόσον δὲ τὰ ἐμά; ἐγὼ μὲν οἶμαι, ἔφη ὁ Σωκράτης, εἰ ἀγαθοῦ ὠνητοῦ ἐπιτύχοιμι, εὑρεῖν ἄν μοι, σὺν τῇ οἰκίᾳ, καὶ τὰ ὄντα πάντα πάνυ ῥᾳδίως πέντε μνᾶς. τὰ μέντοι σὰ ἀκριβῶς οἶδα ὅτι πλέον ἂν εὕροι ἢ ἑκατονταπλασίονα τούτου.

48. Socrates shows that he is the richer of the two after all.

κᾆτα οὕτως ἐγνωκὼς σὺ μὲν οὐχ ἡγῇ προσδεῖσθαι χρημάτων, ἐμὲ δὲ οἰκτείρεις ἐπὶ τῇ πενίᾳ; τὰ μὲν γὰρ ἐμά, ἔφη, ἱκανά ἐστιν ἐμοὶ παρέχειν τὰ ἀρκοῦντα. εἰς δὲ τὸ σὸν σχῆμα ὃ σὺ περιβέβλησαι καὶ τὴν σὴν δόξαν, οὐδ᾽ εἰ τρὶς ὅσα νῦν κέκτησαι προσγένοιτό σοι, οὐδ᾽ ὣς ἂν ἱκανά μοι δοκεῖ εἶναί σοι. πρὸς δὲ τούτοις ὁρῶ σε οἰόμενον πλουτεῖν καὶ ἀμελῶς ἔχοντα πρὸς τὸ μηχανᾶσθαι χρήματα. ὧν ἕνεκα οἰκτείρω σε μή τι ἀνήκεστον κακὸν πάθῃς καὶ εἰς πολλὴν ἀπορίαν καταστῇς.

49. Persian contempt of greediness.

ἐπ᾽ οὐδενὶ βρώματι οὐδὲ πώματι Πέρσης ἀνήρ, τῶν πεπαιδευμένων, οὔτ᾽ ἂν ὄμμασιν ἐκπεπληγμένος καταφανὴς γένοιτο, οὔτε ἁρπαγῇ οὔτε τῷ νῴ, μὴ οὐχὶ προσκοπεῖν ἅπερ ἂν καὶ μὴ ἐπὶ σίτῳ ὤν. ἀλλ’ ὥσπερ οἱ ἱππικοὶ διὰ τὸ μὴ ταράσσεσθαι ἐπὶ τῶν ἵππων δύνανται ἅμα ἱππεύοντες καὶ ὁρᾶν καὶ ἀκούειν καὶ λέγειν τὸ δέον, οὕτω καὶ ἐκεῖνοι ἐπὶ τῷ σίτῳ οἴονται δεῖν φρόνιμοι καὶ μέτριοι φαίνεσθαι. τὸ δὲ κεκινῆσθαι ὑπὸ τῶν βρωμάτων καὶ τῆς πόσεως πάνυ αὐτοῖς ὑϊκὸν καὶ θηριῶδες δοκεῖ εἶναι.

50. Themistocles and the Seriphian.

καὶ ἐγὼ ἀγασθεὶς αὐτοῦ εἰπόντος ταῦτα, βουλόμενος ἔτι λέγειν αὐτὸν ἐκίνουν καὶ εἶπον· Ὦ Κέφαλε, οἶμαί σου τοὺς πολλούς, ὅταν ταῦτα λέγῃς, οὐκ ἀποδέχεσθαι, ἀλλ’ ἡγεῖσθαί σε ῥᾳδίως τὸ γῆρας φέρειν, οὐ διὰ τὸν τρόπον ἀλλὰ διὰ τὸ πολλὴν οὐσίαν κεκτῆσθαι· τοῖς γὰρ πλουσίοις πολλὰ παραμύθιά φασιν εἶναι. ἀληθῆ, ἔφη, λέγεις· οὐ γὰρ ἀποδέχονται. καὶ λέγουσι μέν τι, οὐ μέντοι γε ὅσον οἴονται. ἀλλὰ τὸ τοῦ θεμιστοκλέους εὖ ἔχει, ὃς τῷ Σεριφίῳ λοιδορουμένῳ καὶ λέγοντι, ὅτι οὐ δι᾽ αὑτὸν ἀλλὰ διὰ τὴν πόλιν εὐδοκιμοῖ, ἀπεκρίνατο, ὅτι οὔτ’ ἂν αὐτὸς Σερίφιος ὢν ὀνομαστὸς ἐγένετο οὔτε ἐκεῖνος Ἀθηναῖος. καὶ τοῖς δὴ µὴ πλουσίοις χαλεπῶς δὲ τὸ γῆρας φέρουσιν εὖ ἔχει ὁ αὐτὸς λόγος, ὅτι οὔτ᾽ ἂν ὁ ἐπιεικὴς πάνυ τι ῥᾳδίως γῆρας μετὰ πενίας ἐνέγκοι, οὔθ’ ὁ μὴ ἐπιεικὴς πλουτήσας εὔκολός ποτ᾽ ἂν ἑαυτῷ γένοιτο.

PART II.

THE BATTLE OF HASTINGS

51. Harold succeeds St. Edward on the throne of England: his oath.

τελευτήσαντος Ἐδβάρθθου, τοῦ ἀγίου ἐπικαλουμένου, διεδέξατο τὴν ἀρχὴν Ἅρολδος ὁ Γοδβίννου, ἀνὴρ μὲν ὢν βασιλικώτατὸς τε φύσει καὶ ἀντὶ μεγάλων εὐεργεσιῶν τῆς πόλεως ἀξιώτατος δοκῶν εἶναι τῆς ἀρχῆς, νῦν δὲ ὅμως οὐ μέλλων ἀμαχεί γε βασιλεύσειν. ἀντεποιεῖτο γὰρ τῆς ἀρχῆς Γυίλελμος, ὁ τῆς Νορμαννικῆς δυνάστης· ᾧ δὴ καὶ βίᾳ τε καὶ δόλῳ ἀναγκασθείς ποτε σὺν ὅρκοις μεγίστοις ὑπέσχετο Ἅρολδος καὶ αὐτὸς, ἦ μὴν μηδὲν ἐναντιώσεσθαι ἀλλ’ ὑπείξειν.

52. William sends ambassadors to England, reminding Harold of his oath.

τοῦ δὲ ὅρκου τούτου ὀλιγωρήσας Ἅρολδος ἤδη τὴν ἀρχὴν παρέλαβεν, ἅτε δὴ ὑπ᾽ ἐκείνου ἠπατημένος τὸ πρὶν καὶ γεγοητευμένος. ταῦτα μὲν οὖν ὀργῇ φέρων Γυίλελµος πρέσβεις ἔπεμψεν εἰς τὴν Ἀγγλίαν πρὸς Ἅρολδον λέξοντας τοιάδε. “τῶν ὅρκων ἀναμιμνήσκει σε Γυίλελμος, ὧν ὤμοσας σὺ αὐτῷ τὴν δεξιὰν ἐπὶ τοῖς τῶν ἁγίων ὀστοῖς ἐπιθείς, καὶ κελεύει ἡμᾶς νουθετῆσαί σε, ὡς εἰς τὸν ἐπίορκον οὐ σμικρὰ ἔσται ἡ παρὰ τοῦ θεοῦ τιμωρία.”

53. Harold replies to the ambassadors.

πρὸς δὲ τούτους ὁ βασιλεὺς ἀπεκρίνατο ὧδε. “ἀληθῆ μὲν λέγετε, ὦ ἄνδρες· βίᾳ δ’ ἀναγκασθεὶς ἐγὼ τοῦτο ἐποίησα, πολλὰ δὴ ὑπισχνούμενος ἐξ ἀνάγκης, τὰ οὐκ ὄντα παρ’ ἐμοὶ δοῦναι· οὐ γὰρ ἐπ᾽ ἐμοί ἐστι ταῦτα, οὐδὲ οἷός τέ εἰμι τὴν ἀρχὴν αὐτὸς οὔτε δοῦναι οὔτε λαβεῖν, μὴ κελευσάντων τῶν πολιτῶν.” οἱ δ᾽ οὖν πρέσβεις ἀπεχώρησαν ἐπ’ οἴκου οὐδὲν πράξαντες.

54. Both sides prepare for war.

ἐπεὶ δὲ δὴ τὰ πράγματα εἰς τοῦτο περιέστη, παρεσκευάζοντο ἀμφότεροι ὡς κράτιστα τὰ περὶ τὸν πόλεμον· οἱ μὲν Νόρμαννοι ἐκ τῆς ἑαυτῶν ἀγείροντες ναῦς τε καὶ ἄνδρας, καὶ δὴ καὶ ἐκ τῆς ἄλλης ἠπείρου μισθῷ πείθοντες· οἰ δ’ Ἄγγλοι πᾶσαν πάντως παρασκευὴν ἐπειγόμενοι, ἵνα εὐταξίᾳ τε καὶ ἀρετῇ ἀπώσαιντο τῆς πατρίδος τὸ τῶν πολεμίων πλῆθος. ὀλίγους γάρ τοι πρὸς πολλοὺς ἔδει μάχεσθαι.

55. William collects his forces at the river Dive.

τοῦ δὲ θέρους μεσοῦντος ἤδη, ἐπειδὴ πάντα εἰς τὴν ἀναγωγὴν ὑπὸ Γυιλέλμου ἱκανῶς παρεσκεύαστο, τοῖς τε συμμάχοις προσέταξεν ἐς τὸ στόμα τοῦ Δίου ῥεύματος συλλέγεσθαι, καὶ αὐτὸς παρῆν ἐν ἡμέρᾳ ῥητῇ σὺν πλοίοις τε πολλοῖς καὶ σιταγωγοῖς ὁλκάσι καὶ ναυσίν, ὡς ἐκεῖθεν εὐθὺς ἐπὶ τὴν ἀντιπέρας γῆν διαβαλῶν.

56. William lands, and in landing stumbles; which mishap he adroitly turns into a good omen.

καὶ οὕτω δὴ ἕτοιμος ὢν περαιωθῆναι, πρώτον μὲν ἡμέρας συχνὰς ἀνέμῳ διεκωλύετο καὶ χειμῶνι μεγάλῳ γιγνομένῳ, ἔπειτα δ᾽ αὖ, ἱσταμένου ἤδη κατὰ πρύμναν τοῦ πνεύματος, τάς τε ναῦς ἐπλήρωσε καὶ τὴν στρατιὰν διεβίβασε πᾶσαν. ἐκβαίνων δὲ τῆς νεὼς πταίσας ἔτυχε καταπεσών· τῶν δὲ στρατιωτῶν μεμφομένων καὶ ἐς δεισιδαιμονίαν τρεπομένων τὸ πρᾶγμα, εἰς οἰωνὸν ἔθετο χρηστὸν εὐτραπέλως πως. δραξάμενος γὰρ τῆς ψάμμου ἀνεπήδησέ τε καὶ τοῖς ἀμφὶ ἑαυτὸν μεγάλῃ ἀνεβόησε φωνῇ λέγων ὧδε· “ἴδετε, ὦνδρες· οὑτωσὶ τὴν ἡμετέραν γῆν ἤδη κατέχω.”

57. Harold, hearing of the landing, hastens down from York.

ἐκβάντες τοίνυν χωρίον τι ἐτειχίσαντο καὶ τὴν γῆν ἐδῄουν τὴν παρὰ τὴν θάλασσαν. Ἅρολδος μέντοι ἐπειδὴ τάχιστα ἐπύθετο ἐκβεβηκότων τῶν πολεμίων (οὐ γὰρ παρῆν, ἀλλὰ παρ’ Ἠβοράκῳ τῇ πόλει τὸ στρατόπεδον ἔτυχεν ἔχων), ναῦς τε τριακοσίας περιέπεμψεν, ἵνα τοὺς πολεμίους ἀπολάβοιεν, ὡς δηλαδὴ φεύγειν μέλλοντας, καὶ εἰς τὰ κάτω αὐτὸς τὴν ταχίστην ἔσπευσεν. ἐκ δὲ τούτου ἀκούσας διὰ κατασκόπων ὡς ἰσχυρότατά ἐστι τὰ τῶν Νορμάννων τειχίσματα, ἐν χωρίῳ τινὶ ἐρυμνῷ, Μάχῃ τὸ ἀπὸ τοῦδε καλουμένῳ, στήσας τὸ στράτευμα, τὴν τῶν Νορμάννων προσβολὴν ἀνέμενεν.

58. William addresses his army.

καὶ τῇ ὑστεραίᾳ Γυίλελμος ἔταξε τοὺς στρατιώτας καὶ ἔλεξε τοιάδε. “ἄνδρες, οἱ συναράμενοι τούτου τοῦ κινδύνου, τολμᾶτε ἀνδρείως μάχεσθαι καὶ τοὺς πολεμίους διαφθεῖραι, ἐπεί γε δὴ οὐ φαῦλα πρόκειται ὑμῖν ἀριστεῖα· τὴν γὰρ γῆν ταύτην, ἐάν γε λάβω, ὑμῖν διαδοῦναι ἐν νῷ ἔχω. εὖ ἴστε μέντοι ἐμὲ δεῦρο ἥκοντα, μὴ μόνον ὅπως τὰ ἐμὰ λάβω, ἀλλὰ καὶ τῷ παντὶ γένει ὅπως τῆς τε ἀδικίας καὶ τῆς προδοσίας καὶ τῆς ἐπιορκίας τούσδε τοὺς Ἄγγλους τιμωρήσωμαι. ἴδετε δὴ τὸν υἱὸν ἐκείνου τοῦ Γοδβίννου, ὅσπερ τοὺς ἡμετέρους συγγενεῖς ὠμῶς ἀπέκτεινεν. σὺν θεῷ οὖν ἴωμεν ὁμόσε καὶ δίκην λάβωμεν παρ᾽ αὐτοῦ ἀξίαν.”

59. Gurth endeavours to dissuade his brother from taking part in the battle.

τιμωρίαν δ’ αὖ ἐκ τοῦ θεοῦ φοβηθείς τῆς ἐπιορκίας ἕνεκα, Γύρθος ὁ Γοδβίννου, ἀνὴρ ὢν θεοσεβής, ἔπειθε τὸν ἀδελφὸν τὴν μάχην ἀναβαλέσθαι. σφίσι μὲν αὐτοῖς ἐξεῖναι μάχεσθαι, ὅπου δοκοίη, τοῖς δὲ πολεμίοις, ἀπορίᾳ τε τῶν ἐπιτηδείων ἤδη πιεζομένοις, καὶ ταῖς ναυσὶν ἀπειλημμένοις τῆς φυγῆς, πᾶσαν ἀνάγκην εἶναι διακινδυνεῦσαι. διατρίβοντας οὖν πρὸς ἀθυµοτέρους ἐκείνους καὶ ἀσθενεστέρους ἂν μάχεσθαι. “ἔτι δὲ καὶ μέμνησο,” ἔφη, “ὦ ἄδελφε, ἐπίορκος ὤν, μηδὲ πρὸς τὸν θεὸν μάχην συνᾶψῃς. ἐπιτρέψας οὖν τὴν στρατηγίαν ἐμοί τε καὶ Λεωφβίννῳ, τούτου τοῦ ἀγῶνος αὐτὸς μὴ μετάσχῃς.”

60. Harold replies to his brother.

ὁ δὲ Ἅρολδος πρὸς ταῦτα ἀπεκρίνατο τοιάδε. “ἔγωγε τοῦτον τὸν κίνδυνον οὔποτ᾽ ἂν ἐκινδύνευσα, εἰ μὴ τὰ γ᾽ ἐμὰ δίκαια ἦν. ἀλλὰ γὰρ θέμις ἐστὶ δήπου τοῦδε τοῦ ὑβριστοῦ τοῦ ψευδεστάτου ἀντιτείνειν τοῖς δόλοις. ἐὰν μὲν οὖν τῷ θεῷ βουλομένῳ ᾖ, τὴν πατρίδα σώσω, ἐὰν δὲ μή, ἀνὴρ ἀγαθὸς μᾶλλον ἢ κάκιστος ὑμῖν τε καὶ τοῖς ἐκγόνοις τοῖς ἡμετέροις βούλομαι φανῆναι.”

61. Harold fortifies his position on the hill.

οἱ μὲν οὖν Ἄγγλοι τὸν λόφον ἔχοντες ἀπεσταύρωσάν τε τὸ χωρίον καὶ ἀπετάφρευσαν τὰ κράτιστα. καὶ ἐντὸς τῶν τειχισμάτων τεταγμένοι, ἀσπίδας παρ’ ἀσπίδας συντιθέντες, ἄθραυστον δὴ φάλαγγα πρὸς τοὺς πολεμίους ἀντετάσσοντο. ἐν τῇ πρώτῃ μὲν τάξει, κατὰ τὸ εἰωθὸς, ἦσαν οἱ Κάντιοι, ἀμφὶ δὲ τὸν βασιλέα ἔστησαν οἱ Λονδίνιοι, τὸ σημεῖον τὸ βασιλικὸν φυλάσσοντες, καὶ δὴ καὶ οἱ ἀδελφοὶ τοῦ βασιλέως, Γύρθος τε καὶ Λεώφβιννος, καὶ πολλοὶ τῶν ἀρίστων τῶν Βρετάννων.

62. A Norman, Taillefer by name, rushes impetuously on the English lines.

κατήρξατο δὲ τῆς μάχης Νόρμαννός τις, Γήλφερος ὀνόματι, ὅσπερ, ὡσάνει θεόληπτός τις ἢ βάκχειος, ἔξω τῆς τάξεως προδραμὼν καὶ ἐπὶ τοὺς πολεμίους κατὰ κράτος ὁρμήσας, ἐπειδὴ ἕτερον μὲν τῶν Ἄγγλων διὰ τοῦ στήθους διέτρωσεν, ἑτέρῳ δὲ τὴν κεφαλὴν ἔθραυσε τῇ ἀξίνῃ, τέλος δὴ τῷ πλήθει καταβεβλημένος αὐτὸς ἀποθνήσκει· τοῖς μὲν οὐδὲν ἄλλο φαινόμενος ἢ θηρίον τι μαινόμενον, τοῖς δὲ ἀνὴρ εὐκλεής τε καὶ ἀγαθός, ὥσπερ εἰκός, δοκῶν εἶναι καὶ παντὸς ἄξιος ἑπαίνου.

63. The Norman bowmen and cavalry attack without effect.

καὶ μετὰ τοῦτο οἱ τοξόται οἱ Νορμαννικοὶ ἐπιοντες τώ τειχίσματι, καίπερ πολλοί τε ὄντες καὶ ἀγαθοί, οὐδὲν ἠδύναντο τοῖς πολεμίοις ταραχῆς ἐμποιῆσαι: αἱ γὰρ ἀσπίδες τῶν Βρετάννων ἐς χελώνην συνηρτημέναι, ὥσπερ εἴρηται, τὰ τοξεύματα τὰ ἀεὶ ἐστείπτοντα ἥμυνον, καὶ δὴ καὶ τοὺς ἱππέας μετὰ τοῦτο ἐπελάσαντας οὐχ Ὥσσον οἱ Ἀγγλοι δεξάμενοι ταῖς ἀξίναις ἀπέτρεψαν ἆπο τοῦ λόφου εἰς φυγὴν τεταραγμένους.

64. On a second attack the cavalry enter the lines of the English, but falling into a trench are cut to pieces. A panic ensues.

ἐπεὶ δὲ αὖθις πάλιν οἱ ἱππεῖς ἀθρόοι ἐφορμήσαντες εἰς τὸ τείχισμα εἰσέβαλον, αὐτίκα δὴ μεῖζόν τι κακὸν ἔπαθον. ἐντὸς γὰρ γενόμενοι εἰς τάφρον ἠνέχθησαν, οὗπερ ὑπὸ τῶν πολεμίων περιειλημμένοι ἀπώλοντο τάντες κακῶς. ἐνταῦθα ἤδη ἔκπληξίς τε ἐνέπεσε τοῖς ἀνθρώποις καὶ φήμη διέρχεται ὅτι Γυίλελμος τέθνηκεν. τοῖς δ’ ἑαυτοῦ εἰς φυγὴν ἤδη τρεπομένοις ἐμποδὼν γιγνόμενος Γυίλελμος παρακελεύεται αὐτοῖς, ἀναβοῶν τε καὶ λέγων, ὅτι “ὁ στρατηγὸς, ὦ ἄνδρες, οὐ τέθνηκεν ἀλλ’ ἔτι ζῇ καὶ σὺν τῷ θεῷ νικήσει.” καὶ οὕτω δὴ λέγων τοὺς στρατιώτας χαλεπῶς ἔπαυσε τῆς φυγῆς.

65. William's device with the bowmen.

ἰδὼν δὲ τοὺς τοξότας, ὥσπερ εἶχον, ἄλλως πονοῦντας, Γυίλελμος κελεύει τοὺς ταξιάρχους τοῖς ἑαυτῶν παραγγεῖλαι, ἱέναι εἰς τὸν ἀέρα τὰ τοξεύματα, ὥστε ἄνωθεν τραυματίσαι τοὺς πολεμίους. καὶ τοῦτο ποιήσαντες ἔτρωσάν τε πολλοὺς καὶ μέχρι τινὸς εἰς ταραχὴν κατέστησαν τοὺς ἐναντίους. οὗτοι μέντοι τὴν τάξιν οὐδ’ οὕτως ἐξέλιπον, ἀλλὰ διέμενον κατὰ χώραν ἀκίνητοι, οὐδὲν ἄλλο διανοηθέντες ἢ στῆναί τε καὶ μὴ ἀποχωρεῖν.

66. William orders a feigned flight of the horsemen.

ἐπεὶ δὲ τὸ χωρίον βίᾳ οὐχ ἡλίσκετο, τελευτῶν πρὸς δόλον ἐτράπετο Γυίλελμος, γνοὺς δήπου ὅτι ἄλλως οὐδαμῶς δύναιτ᾽ ἂν τοῦ τῶν Ἄγγλων στιβαροῦ περιγενέσθαι. ἱππέας οὖν χιλίους ἐκέλευσε προσελάσαι μὲν πρὸς τῷ τειχίσματι, ἐγγὺς δὲ γενομένους φυγὴν προσποιήσασθαι, ὥστε τοὺς πολεμίους εἰς δίωξιν δελεάζειν ἐκ τοῦ χωρίου. τοιγαροῦν ἐπεξελθοῦσιν ἐκείνοις ὡς εἰς νίκην καὶ διὰ τοῦ πεδιοῦ διεσπαρμένοις ἐπέθεντο ἐξ ἀπροσδοκήτου οἵ τε ἱππεῖς ἐκ φυγῆς τραπόμενοι καὶ δὴ καὶ πολλοὶ τοξόται ἐν ὕλῃ ὁμόρῳ ἐπὶ αὐτὸ τοῦτο κεκαλυμμένοι.

67. The English are thrown into confusion, and their works are captured.

ἔπειτα ἔκπληξις μὲν δὴ ἐγένετο μεγάλη τοῖς ἡμετέροις, οἳ ταραχθέντες τε καὶ τραυματισθέντες εἰς τὸ χωρίον χαλεπῶς ἀνεχώρησαν. προχωρήσαντος δὲ τοῦ πράγματος οὕτω καὶ ὑπὲρ ἐλπίδα, ἐπειδὴ καὶ ἐν ἑτέρῳ μέρει τοῦ τειχίσματος ταὐτὸ ἔπαθον οἱ Ἄγγλοι, Γυίλελμος ἤδη τὴν ἐπιδρομὴν ἐποιήσατο πανστρατίᾳ, εἴ πως ὠσάμενοι ἕλοιεν τὸ τείχισμα. καὶ τότε δὴ εἰσβαλόντες (πολλαπλάσιοι γὰρ ἦσαν), τοὺς πλείστους εἰς φυγὴν ἔτρεψαν καὶ τὸ τείχισμα κατέλαβον.

68. The Standard is taken. All is lost except honour.

ἐν δὲ τῇ μάχῃ Ἅρολδος ἀνδρείαν τε ἐπεδείξατο μεγίστην καὶ στρατηγίαν ἀξιόλογον, πανταχοῦ παρὼν καὶ λόγῳ τε καὶ ἔργῳ παρακελευόμενος τοῖς ἑαυτοῦ. τών δὲ ἄλλων ἤδη ἐκκλινόντων οἱ σὺν τῷ βασιλεῖ διετέλουν ἔτι μαχόμενοι οὐδὲ τὸ σημεῖον παρέδοσαν πρὶν ἢ ὁ βασιλεὺς αὐτὸς καὶ πολλοὶ τῶν ἀρίστων τῶν ἀμφὶ αὐτὸν ἀπέθανον· ἐν τούτοις ἦσαν οἱ κλεινοὶ ἀδελφοὶ Γύρθος καὶ Λεώφβιννος.
οὕτω δὴ ἐν τῇ μάχῃ ἔπραξαν οἱ πρόγονοι οἱ ἡμέτεροι, ἄνδρες ὄντες ἄριστοι, ὥσπερ ὡμολογεῖτο καὶ ὑπὸ τῶν πολεμίων, καὶ παράδειγμα τῆς ἀρετῆς ἡμῖν δόντες, λόγου τε καὶ μιμήσεως ἀξιώτατον εἰς ἀεί.

PART III

THE STORY OF CROESUS AND SOLON

69. Solon travels abroad.

ἀφικνοῦνται εἰς Σάρδεις ἀκμαζούσας πλούτῳ ἄλλοι τε ἐκ τῆς Ἑλλάδος σοφισταὶ καὶ δὴ καὶ Σόλων ἀνὴρ Ἀθηναῖος, ὃς, Ἀθηναίοισι νόμους κελεύσασι ποιήσας, ἀπεδήμησεν ἔτη δέκα, κατὰ θεωρίας προφάσιν ἐκπλεύσας, ἵνα δὴ μηδένα τῶν νόμων ἀναγκασθῇ λῦσαι ὧν ἔθετο. αὐτοὶ γὰρ οὐχ οἷοί τε ἦσαν τοῦτο ποιῆσαι Ἀθηναῖοι. ὅρκοις γὰρ μεγάλοις κατείχοντο δέκα ἔτη χρήσεσθαι νόμοις, οὓς ἂν αὐτοῖς θῆται Σόλων.

70. Solon visits Croesus, the powerful and wealthy king of the Lydians.

τούτων δὴ καὶ τῆς θεωρίας ἕνεκα ἐκδημήσας ὁ Σόλων εἰς Σάρδεις παρὰ Κροῖσον τὸν τῶν Λυδῶν βασιλέα ἀφίκετο. ἀφικόμενος δὲ ἐξενίζετο ἐν τοῖς βασιλείοις ὑπὸ τοῦ Κροίσου. ἔπειτα δὲ, ἡμέρᾳ τρίτῃ ἢ τετάρτῃ, κελεύσαντος Κροίσου, τὸν Σόλωνα θεράποντες περιῆγον κατὰ τοὺς θησαυροὺς καὶ ἐπεδείκνυσαν πάντα, ὄντα μεγάλα τε καὶ ὄλβια.

71. Croesus puts a question to Solon and recerves an unexpected answer.

θεασάμενον δὲ αὐτὸν τὰ πάντα καὶ σκεψάμενον, ὡς κατὰ καιρὸν ἐδόκει εἶναι, ἤρετο ὁ Κροῖσος τάδε· “ξένε Ἀθηναῖε, παρ᾽ ἡμᾶς γὰρ περὶ σοῦ λόγος ἀφῖκται πολύς, καὶ σοφίας ἕνεκα τῆς σῆς καὶ πλάνης· νῦν οὖν ἵμερος ἐπερέσθαι ἐπῆλθέ μοι, τίνα ἤδη πάντων εἶδες ὀλβιώτατον.” ὁ μὲν ἐλπίζων εἶναι ἀνθρώπων ὀλβιώτατος ταῦτα ἐπηρώτα. Σόλων δὲ οὐδὲν ὑποθωπεύσας λέγει, “ὦ βασιλεῦ, Τέλλον Ἀθηναῖον.”

72. Solon explains his answer.

ἀποθαυμάσας δὲ Κροῖσος τὸ λεχθὲν ἤρετο ἐπιστρεφέως, “πῶς δὴ κρίνεις Τέλλον εἶναι ὀλβιώτατον;” ὁ δὲ εἶπε, “Τέλλῳ πρῶτον μὲν παῖδες ἦσαν καλοί τε κἀγαθοί, καὶ εἶδεν ἅπασι τέκνα ἐκγενόμενα καὶ πάντα παραμείναντα· ἔπειτα δὲ τελευτὴ τοῦ βίου λαμπροτάτη ἐπεγένετο· γενομένης γὰρ Ἀθηναίοις μάχης πρὸς τοὺς ἀστυγείτονας, βοηθήσας καὶ τροπὴν ποιήσας τῶν πολεμίων ἀπέθανε κάλλιστα.”

73. Croesus is a second time disappointed.

ἐπεὶ δὲ τὰ κατὰ τὸν Τέλλον διηγήσατο ὁ Σόλων, ἐπηρώτα ὁ Κροῖσος τίνα δεύτερον μετ᾽ ἐκεῖνον ἴδοι, δοκῶν πάντως δευτερεῖα γοῦν οἴσεσθαι. ὁ δὲ εἶπε, “Κλέοβίν τε καὶ Βίτωνα· τούτοις γὰρ οὖσι γένος Ἀργείοις βίος τε ἀρκῶν ὑπῆν καὶ πρὸς τούτῳ ῥώμη σώματος τοιάδε· ἀθλοφόροι τε ἀμφότεροι ὁμοίως ἦσαν καὶ δὴ καὶ λέγεται εἰς αὐτοὺς ὃδε ὁ λόγος.

74. Solon gives the story of Cleobis and Biton.

οὔσης ἑορτῆς τῇ Ἥρᾳ τοῖς Ἀργείοις, ἔδει πάντως τὴν μητέρα αὐτῶν ζεύγει κομισθῆναι εἰς τὸ ἱερὸν· οἱ δὲ βόες ἐκ τοῦ ἀγροῦ οὐ παρεγίγνοντο ἐν ὥρᾳ· ἀναγκαζόμενοι δὲ τῇ ὥρᾳ οἱ νεανίαι ὑποδύντες αὐτοὶ ὑπὸ τὴν ζεύγλην εἷλκον τὴν ἅμαξαν, ἐπὶ δὲ τῆς ἁμάξης ὠχεῖτο ἡ μήτηρ· σταδίους δὲ πέντε καὶ τεσσαράκοντα διακομίσαντες ἀφίκοντο εἰς τὸ ἱερόν.

75. The mother's prayer for her children.

ταῦτα δὲ ποιήσασιν αὐτοῖς, καὶ ὑπὸ τῆς πανηγύρεως ὀφθεῖσιν, τελευτὴ τοῦ βίου ἀρίστη ἐπεγένετο· διέδειξέ τε ἐν τούτοις ὁ θεός, ὡς ἄμεινον εἴη ἀνθρώπῳ τεθνάναι μᾶλλον ἢ ζῆν. Ἀργεῖοι μὲν γὰρ περιστάντες ἐμακάριζον τῶν νεανιῶν τὴν ῥώμην· αἱ δὲ Ἀργεῖαι τὴν μητέρα αὐτῶν, οἵων τέκνων ἐκύρησεν. ἡ δὲ μήτηρ περιχαρὴς οὖσα τῷ τε ἔργῳ καὶ τῇ φήμῃ, στᾶσα ἐναντίον τοῦ τῆς θεοῦ ἀγάλματος, εὔχετο τοῖς ἑαυτῆς τέκνοις δοῦναι τὴν θεὸν, ὅπερ ἀνθρώπῳ τυχεῖν ἄριστόν ἐστιν.

76. The answer to the prayer.

μετὰ δὲ ταύτην τὴν εὐχὴν, ὡς ἔθυσάν τε καὶ εὐωχήθησαν, κατακοιμηθέντες ἐν αὐτῷ τῷ ἱερῷ οἱ νεανίαι οὐκέτι ἀνέστησαν, ἀλλ’ ἐν τέλει τούτῳ ἔσχοντο. Ἀργεῖοι δὲ εἰκόνας αὐτῶν ποιησάμενοι ἀνέθεσαν ἐς Δελφοὺς, ὡς ἀνδρῶν ἀρίστων γενομένων.”
Σόλων μὲν δὴ εὐδαιμονίας δευτερεῖα ἔνεμε τούτοις.

77. Solon declares that he can call no man happy who still lives: for at the last he may suffer a change of fortune.

Κροῖσος δὲ χαλεπαίνων εἶπεν, “ὦ ξένε Ἀθηναῖε, ἡ δὲ ἡμετέρα εὐδαιμονία οὕτω σοι ἀπέῤῥιπται εἰς τὸ μηδὲν ὥστε οὐδὲ ἰδιωτῶν ἀνδρῶν ἀξίους ἡμᾶς ἐποίησας;” ὁ δὲ εἶπεν, “ὦ Κροῖσε, ἐπιστάμενόν µε τὸ θεῖον πᾶν ὂν φθονερόν τε καὶ ταραχῶδες ἐπερωτᾷς ἀνθρωπίνων πραγμάτων πέρι; ἐν γὰρ τῷ μακρῷ χρόνῳ πολλὰ μέν ἐστιν ἰδεῖν, ἃ μή τις ἐθέλει, πολλὰ δὲ καὶ παθεῖν. ἐμοί δὲ σὺ καὶ πλουτεῖν μέγα φαίνει καὶ βασιλεὺς εἶναι πολλῶν ἀνθρώπων· ἐκεῖνο δὲ ὃ ἤρου με, οὔπω σοι έγὼ λέγω, πρὶν ἂν τελευτήσαντα καλῶς τὸν αἰῶνα πύθωμαι.”

78. The change of fortune comes to Croesus.

χρόνου δὲ ἐπιγιγνομένου, οἱ Πέρσαι τὴν τε ἀρχὴν τῶν Λυδῶν κατεστρέψαντο καὶ τὰς Σάρδεις ἑλόντες αὐτὸν Κροῖσον ἐζώγρησαν. λαβόντες δὲ αὐτὸν οἱ Πέρσαι ἤγαγον παρὰ Κῦρον. ὁ δὲ συννήσας πυρὰν μεγάλην ἀνεβίβασεν ἐπ᾽ αὐτὴν τὸν τε Κροῖσον ἐν πέδαις δεδεμένον καὶ δὶς ἑπτὰ Λυδῶν παρ’ αὐτὸν παῖδας, ἐν νῷ ἔχων εἴτε δὴ ἀκροθίνια ταῦτα καθαγιεῖν θεῶν τινι, εἴτε καὶ εὐχὴν ἐπιτελέσαι θέλων.

79. Croesus on the funeral pyre remembers the words of Solon.

Κύρος μὲν δὴ ταῦτα ἐποίησεν. τῷ δὲ Κροίσῳ ἐπὶ τῆς πυρᾶς ἑστῶτι εἰσῆλθε, καίπερ ἐν κακῷ ὄντι τοιούτῳ, τὸ τοῦ Σόλωνος τὸ “μηδένα εἶναι τῶν ζώντων ὄλβιον,” καὶ δὴ ἀναστενάξας ἐκ πολλῆς ἡσυχίας εἰς τρὶς ὠνόμασε Σόλωνα. καὶ ὁ Κῦρος ἀκούσας ἐκέλευσε τοὺς ἑρμηνέας ἐπερέσθαι τὸν Κροῖσον, τίνα τοῦτον ἐπικαλοῖτο. Κροῖσος δὲ πρῶτον μὲν σιγὴν εἶχεν ἐρωτώμενος, ἔπειτα δέ, ὡς ἠναγκάζετο, εἶπεν, “ὅντερ ἂν ἐγὼ πᾶσι τυράννοισι προυτίμησα μεγάλων χρημάτων εἰς λόγους ἐλθεῖν.”

80. Cyrus, impressed with what he hears, frees Croesus and takes him into his friendship.

ὡς δὲ αὐτοῖς ἄσημα ἔφραζε, πάλιν ἐπηρώτων τὰ λεγόμενα. λιπαρούντων δὲ αὐτῶν καὶ ὄχλον παρεχόντων, ἔλεγε δὴ ὡς ἦλθεν ἀρχὴν ὁ Σόλων, ὢν Ἀθηναῖος, καὶ θεασάμενος πάντα τὸν ἑαυτοῦ ὄλβον ἀποφλαυρίσειεν, οὐδέν τι μᾶλλον ἐς ἑαυτὸν λέγων ἢ εἰς ἅπαν τὸ ἀνθρώπινον καὶ μάλιστα τοὺς παρὰ σφίσιν αὐτοῖς δοκοῦντας ὀλβίους εἶναι. Κῦρος δὲ ἀκούσας τῶν ἑρμηνέων ἃ εἶπε Κροῖσος, μεταγνούς τε καὶ ἐννοήσας ὅτι καὶ αὐτὸς ἄνθρωπος ὢν ἄλλον ἄνθρωπον, γενόμενον ἑαυτοῦ εὐδαιμονίᾳ οὐκ ἐλάσσω, ζῶντα πυρὶ διδοίη, ἐκέλευσε τὴν ταχίστην ἀποσβεννύναι τὸ καιόμενον πῦρ, καὶ λύσας αὐτὸν ἐκάθισεν ἐγγὺς ἑαυτοῦ καὶ ἐν πολλῇ προθυμίᾳ εἶχεν.

PART IV

EXTRACTS FROM THE POETS.

81. (a) A constitutional monarch

οὐ γὰρ τυραννίδ᾽, ὥστε βαρβάρων, ἔχω, αλλ’ ἢν δίκαια δρῶ, δίκαια πείσομαι.
πείθειν δῶρα καὶ θεούς, λόγος· χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς.
ορῷ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλ’, ὅσοιπερ ζῶμεν, ἢ κούφην σκιάν.
μή µοι γενοιτο λυπρὸς εὐδαίμων βίος μηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.
ἀλλ᾽ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.

82. (a) An old man's lament

ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σ᾽ ἔχων, μισῶ δ᾽ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον, βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν· οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν, θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.
μάτην ἄρ᾽ οἱ γέροντες εὔχονται θανεῖν, γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου. ἢν δ’ ἐγγὺς ἔλθῃ θάνατος, οὐδεὶς βούλεται θνήσκειν, τὸ γῆρας δ’ οὐκέτ᾽ ἐστ’ αὐτοῖς βαρύ.

83. (a) Friendship begins at home

ἄρτι γιγνώσκεις τόδε, ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ;
πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος.
ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος. εὕρημα γὰρ τὸ χρῆμα γίγνεται τόδε, κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.
ἐγὼ δ’ ἐπίσταμαι γὰρ ἀρτίως, ὅτι ὅ τ᾽ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ᾽ ἐχθαρτέος ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον τοσαῦθ’ ὑπουργῶν ὠφελεῖν βουλήσομαι ὡς αἰὲν οὐ μενοῦντα.

84. Some Euripidean sentiments about women

γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖν κάλλιστον, εἴσω θ’ ἥσυχον μένειν δόμων.
δοάσω τάδ᾽· οὔτοι σοῖς ἀπιστήσω λόγοις· γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ.
πάντων δ᾽ ὅσ’ ἐστ’ ἔμψυχα καὶ γνώμην ἔχει γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν.
γυνὴ γὰρ ὀξύθυμος, ὡς δ᾽ αὕτως ἀνήρ, ὀᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός.

85. (a) Theseus to Athena

δέσποιν’ Ἀθήνα, πείσομαι λόγοισι σοῖς, σὺ γάρ μ’ ἀνορθοῖς, ὥστε μὴ ’ξαμαρτάνειν. καὶ τόνδ’ ἐν ὅρκοις ζεύξομαι· μόνον σύ µε εἰς ὀρθὸν ἵστη. σοῦ γὰρ εὐμενοῦς πόλει οὔσης, τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν.
ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.
ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών ὅστις στρατηγεῖν φησ᾽ ἐπίστασθαι καλῶς οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν.

86. (a) All usurpers are at first severe.

ἅπας δὲ τραχύς, ὅστις ἂν νέον κρατῇ.
ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
ἐλαφρόν, ὅστις πημάτων ἔξω πόδα ἔχει, παραινεῖν νουθετεῖν τε τὸν κακῶς πράττοντα.
πέπονθας αἰκὲς πῆμ’· ἀποσφαλεὶς φρενῶν πλανᾷ, κακὸς δ’ ἰατρὸς ὥς τις, ἐς νόσον πεσὼν ἀθυμεῖς, καὶ σεαυτὸν οὐκ ἔχεις εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.

87. Prometheus declares to the chorus the reason of his punishment

ὃ δ’ οὖν ἐρωτᾶτ’, αἰτίαν καθ’ ἥντινα αἰκίζεταί µε, τοῦτο δὴ σαφηνιῶ. ὅπως τάχιστα τὸν πατρῴον ἐς θρόνον καθέζετ’, εὐθὺς δαίμοσιν νέμει γέρα ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο ἀρχήν· βροτῶν δὲ τῶν ταλαιπώρων λόγον οὐκ ἔσχεν οὐδέν’, ἀλλ’ ἀϊστώσας γένος τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτεύσαι νέον. καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ. ἐγὼ δ’ ἐτόλμησ᾽· ἐξελυσάμην βροτούς. τῷ τοὶ τοιαῖσδε πημοναῖσι κάμπτομαι, πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ᾽ ἰδεῖν.

88. Prometheus describes the pitiable condition of men prior to his mission

τἀν βροτοῖς δὲ πήματα ἀκούσαθ’, ὡς σφᾶς νηπίους ὄντας τὸ πρὶν ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους. λέξω δὲ μέμψιν οὔτιν᾽ ἀνθρώποις ἔχων, ἀλλ’ ὧν δέδωκ’ εὔνοιαν ἐξηγούμενος· οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην, κλύοντες οὐκ ἤκουον· ἀλλ’ ὀνειράτων ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν χρόνον ἔφυρον εἰκῆ πάντα, κοὔτε πλινθυφεῖς δόμους προσείλους ᾖσαν, οὐ ξυλουργίαν. κατώρυχες δ’ ἔναιον, ὥστ᾽ ἀήσυροι μύρμηκες, ἄντρων ἐν μυχοῖς ἀνηλίοις.

89. Prometheus details his gifts to men

ἦν δ’ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ οὔτ᾽ ἀνθεμώδους ἦρος, οὔτε καρπίμου θέρους βέβαιον, ἀλλ᾽ ἄτερ γνώμης τὸ πᾶν ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις. καὶ μὴν ἀριθμὸν, ἔξοχον σοφισμάτων, ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις· κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα ζεύγλαισι δουλεύοντα σώμασίν θ’, ὅπως θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων γένοιντο.

90. Prometheus, defiant, upbraids Hermes, who has been sent to him by Zeus

σεμνόστομος γε καὶ φρονήμητος πλέως ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου. νέον νέοι κρατεῖτε, καὶ δοκεῖτε δὴ ναίειν ἀπενθῆ πέργαμ’· οὐκ ἐκ τῶνδ’ ἐγὼ δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην; τρίτον δὲ τὸν νῦν κοιρανοῦντ’ ἐπόψομαι αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ ταρβεῖν ὑποπτήσσειν τε τοὺς νέους θεούς; πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν. πεύσει γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.

91. The cares of royalty. Oedipus speaks.

ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι προσήλθεθ᾽ ἱμείροντες. εὖ γὰρ οἶδ᾽ ὅτι νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ. τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν᾽ ἔρχεται μόνον καθ᾽ αὑτὸν, κοὐδέν ἄλλον, ἡ δ’ ἐμὴ ψυχὴ πόλιν τε κἀμὲ καὶ σ᾽ ὁμοῦ στένει. ὥστ’ οὐχ ὕπνῳ γ’ εὕδοντά μ’ ἐξεγείρετε, ἀλλ’ ἴστε πολλὰ μέν µε δακρύσαντα δή, πολλὰς δ᾽ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις.

92. The Thebans forbid the burial of Polynices, while granting funeral honours to his brother Eteocles.

Ἑτεοκλέα μὲν τόνδ’, ἐπ᾽ εὐνοίᾳ χθονός, θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς· εἴργων γὰρ ἐχθροὺς θάνατον εἵλετ’ ἐν πόλει ἱερῶν πατρῴων δ᾽ ὅσιος ὢν μομφῆς ἄτερ τέθνηκεν οὗπερ τοῖς νέοις θνήσκειν καλόν. οὕτω μὲν ἀμφὶ τοῦδ᾽ ἐπέσταλται λέγειν. τούτου δ’ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν, ὡς ὂντ’ ἀναστατῆρα Καδμείων χθονὸς εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ τῷ τοῦδε.

93. Creon and Antigone: concerning the decree of the Thebans.

ΚΡ. — σὺ δ’ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ σύντομα, ᾔδης τὰ κηρυχθέντα μὴ πράσσειν τάδε;
AΝ. — ᾔδη· τί δ᾽ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.
KΡ. — καὶ δῆτ᾽ ετόλμας τούσδ’ ὑπερβαίνειν νόμους;
AΝ. — οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε οὐδ᾽ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη, οἳ τούσδ᾽ ἐν ἀνθρώποισιν ὥρισαν νόμους· οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ κηρύγμαθ᾽ ὥστ᾽ ἄγραπτα κἀσφαλῆ θεῶν νόμιμα δύνασθαι θνητὸν ὄνθ᾽ ὑπερδραμεῖν. οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ’ ἀεἰ ποτε ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ’φάνη.

94. Antigone declares her intention to bury Polynices.

ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω, ἢν μήτις ἄλλος τόνδε συνθάπτειν θέλῃ, ἐγώ σφε θάψω, κἀνὰ κίνδυνον βαλῶ θάψασ᾽ ἀδελφὸν τὸν ἐμόν· τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορες λύκοι σπάσονται· μὴ δοκησάτω τινί· τάφον γὰρ αὐτῷ καὶ κατασκαφὰς ἐγώ, γυνή περ οὖσα, τῷδε μηχανήσομαι κόλπῳ φέρουσα βυσσίνου πεπλώματος· καὐτὴ καλύψω· μηδέ τῳ δόξῃ πάλιν· θάρσει· παρέσται μηχανὴ δραστήριος.

95. Antigone, about to die, soliloquises.

ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς οἴκησις ἀείφρουρος, οἷ πορεύομαι πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς πλεῖστον δέδεκται Φερσέφασσ’ ὀλωλότων· ὧν λοισθία ’γὼ καὶ κάκιστα δὴ μακρῷ κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου. ἐλθοῦσα μέντοι κάρτ᾽ ἐν ἐλπίσιν τρέφω φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί, μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα· ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ ἔλουσα κἀκόσμησα κἀπιτυμβίους χοὰς ἔδωκα· νῦν δέ, Πολύνεικες, τὸ σὸν δέμας περιστέλλουσα τοιάδ’ ἄρνυμαι.

96. Jason is plausible.

οὐ νῦν κατεῖδον πρῶτον, ἀλλὰ πολλάκις τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν. σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν, κούφως φερούσῃ κρεισσόνων βουλεύματα, λόγων ματαίων οὕνεκ᾽ ἐκπεσεῖ χθονός. κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσῃ ποτὲ λέγουσ’ Ἰασων ὡς κάκιστός ἐστ᾽ ἀνήρ· ἃ δ’ ἐς τυράννους ἐστί σοι λελεγμένα, πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ· κἀγὼ μὲν ἀεὶ βασιλέων θυμουμένων ὀργὰς ἀφῄρουν καί σ᾽ ἐβουλόμην μένειν. σὺ δ’ οὐκ ἀνίεις μωρίας, λέγουσ᾽ ἀεὶ κακῶς τυράννους· τοίγαρ ἐκπεσεῖ χθονός.

97. Medea is indignant.

ὦ παγκάκιστε, τοῦτο γάρ σ᾽ εἰπεῖν ἔχω γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν, ἦλθες πρὸς ἡμᾶς, ἦλθες, ἔχθιστος γεγώς; οὔτοι θράσος τόδ᾽ ἐστὶν οὐδ᾽ εὐτολμία, φίλους κακῶς δράσαντ᾽ ἐναντίον βλέπειν ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων πασῶν, ἀναίδει’· εὖ δ᾽ ἐποίησας μολών. ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι ψυχὴν κακῶς σε καὶ σὺ λυπήσει κλύων.

98. Medea’s resolve.

φίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοι παίδας κτανούσῃ τῆσδ’ ἀφορμᾶσθαι χθονός, καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκνα ἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ χερί. πάντως σφ’ ἀνάγκη κατθανεῖν. ἐπεὶ δὲ χρὴ, ἡμεῖς κτενοῦμεν, οἵπερ ἐξεφύσαμεν. ἀλλ’, εἶ’, ὁπλίζου, καρδία. τί μέλλομεν τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά; ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος, λάβ’, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου, καὶ μὴ κακισθῇς, μηδ᾽ ἀναμνησθῇς τέκνων, ὡς φίλταθ᾽, ὡς ἔτικτες· ἀλλα τήνδε γε λαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν, κἄπειτα θρήνει.

99. Some Greek Enigmas.

εἰμὶ πατρὸς λευκοῖο μέλαν τέκος, ἄπτερος ὄρνις, ἄχρι καὶ οὐρανίων ἱπτάμενος νεφέων. κούραις δ᾽ ἀντομέναισιν ἀπενθέα δάκρυα τίκτω, εὐθὺ δὲ γεννηθεὶς λύομαι εἰς ἀέρα.
ἀνθρώπου μέλος εἰμί, ὃ καὶ τέμνει µε σίδηρος· γράμματος αἰρομένου δύεται ἠέλιος.
εἰμὶ χαμαίζηλον ζῴων μέλος· ἢν δ’ ἀφέλῃς μου γράμμα μόνον, κεφαλῆς γίγνομαι ἄλλο μέρος. ἢν δ’ ἕτερον, ζῷον πάλιν ἔσσομαι· ἢν δὲ καὶ ἄλλο, οὐ μόνον εὑρήσεις, ἀλλὰ διακόσια.
τεσσαρα γράμματ᾽ ἔχων ἀνύω τρίβον· ἢν δὲ τὸ πρῶτον γράμμ’ ἀφέλῃς, ἀΐω· καὶ τὸ μετ᾽ αὐτὸ πάλιν βορβόρῳ εὑρήσεις ἐμὲ φίλτατον· ἢν δὲ τὸ λοιπὸν αἴρῃς, εὑρήσεις νῦν ἐπίρρημα τόπου.

100. The Riddle of the Sphinx.

ἔστι δίπουν ἐπὶ γῆς καὶ τέτραπον, οὗ μία φωνή, καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον, ὅσσ᾽ ἐπὶ γαῖαν ἑρπετὰ κινεῖται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον. ἀλλ’ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.
κλῦθι καὶ οὐκ ἐθέλουσα, κακόπτερε Μοῦσα θανόντων, φωνῆς ἡμετέρης σὸν τέλος ἀμπλακίης. ἄνθρωπον κατέλεξας, ὃς ἡνίκα γαῖαν ἐφέρπει πρῶτον ἔφυ τετράπους νήπιος ἐκ λαγόνων· γηραλέος δὲ πέλων τρίτατον πόδα βάκτρον ἐρείδει, αὐχένα φορτίζων γήραϊ καμπτόµενος.

101. Arithmetical Puzzles.

αἱ Χάριτες μήλων καλάθους φέρον, ἐν δὲ ἑκάστῳ ἶσον ἔην πλῆθος. Μοῦσαι σφίσιν ἀντεβόλησαν ἐννέα, καὶ μήλων σφέας ᾔτεον· αἱ δ᾽ ἀρ’ ἔδωκαν ἶσον ἑκάστῃ πλῆθος, ἔχον δ’ ἴσα ἐννέα καὶ τρεῖς. εἰπὲ πόσον δῶκαν, καὶ ὅπως δ’ ἴσα πᾶσαι ἔχεσκον.
ἔχω τὸν ἐξῆς καὶ τὸ τοῦ τρίτου τρίτον, κἀγὼ τὸν ἐξῆς, καὶ τὸ τοῦ πρώτου τρίτον, κἀγὼ πισύρας μνᾶς καὶ τὸ τοῦ µέσου τρίτον.

102. Neoptolemus scorns to tell a lie.

ἐγὼ μὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων, Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ· ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς, οὔτ᾽ αὐτὸς, ὥς φασιν, οὑκφύσας ἐμέ.

PART V

MISCELLANEOUS EXTRACTS

103.

πρῶτον μὲν οὖν τους Δράκοντος νόμους ἀνεῖλε πλὴν τῶν φονικῶν ἅπαντας διὰ τὴν χαλεπότητα καὶ τὸ μέγεθος τῶν ἐπιτιμίων. μία γὰρ ὀλίγου δεῖν ἅπασιν ὥριστο τοῖς ἁμαρτάνουσι ζημία θάνατος, ὥστε καὶ τοὺς ἀργίας ἁλόντας ἀποθνήσκειν καὶ τοῦς λάχανα κλέψγαντας ἢ ὀπώραν ὁμοίως κολάζεσθαι τοῖς ἱεροσύλοις καὶ ἀνδροφόνοις. διὸ Δημάδης ὕστερον εὐδοκίμησεν εἰπὼν ὅτι δι’ αἵματος, οὐ διὰ μέλανος, τοὺς νόμους ὁ Δράκων ἔγραψεν. αὐτὸς δ’ ἐκεῖνος, ὥς φασιν, ἐρωτώμενος διὰ τί τοῖς πλείστοις ἀδικήμασι ζημίαν ἔταξε θάνατον, ἀπεκρίνατο τὰ μὲν μικρὰ ταύτης ἄξια νομίζειν, τοῖς δὲ μεγάλοις οὐκ ἔχειν μείζονα.

104.

λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσ᾽ ἐμοί; τίς γάρ ποτ᾽ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν τοιοῖσδ’ ἐπαίνοις οὐχὶ δεξιώσεται; “ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι, ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην. τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν· τώδ’ ἔν θ᾽ ἑορταῖς ἔν τε πανδήμῳ πόλει τιμᾶν ἅπαντας εἵνεκ᾽ ἀνδρείας χρεών.” τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν, ζώσαιν θανούσαιν θ᾽ ὥστε μὴ ᾽κλιπεῖν κλέος. ἀλλ’, ὦ φίλη, πείσθητι, συμπόνει πατρί, σύγκαμν᾽ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ, παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσ᾽, ὅτι ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.

105.

καὶ ἐγὼ οἴομαι οὐδέν πω ὑμῖν μεῖζον ἀγαθὸν γενέσθαι ἐν τῇ πόλει ἢ τὴν ἐμὴν τῷ θεῷ ὑπηρεσίαν. οὐδὲν γὰρ ἄλλο πράττων ἐγὼ περιέρχομαι ἢ πείθων ὑμῶν καὶ νεωτέρους καὶ πρεσβυτέρους μήτε σωμάτων ἐπιμελεῖσθαι μήτε χρημάτων πρότερον μηδὲ οὕτω σφόδρα ὡς τῆς ψυχῆς, ὅπως ὡς ἀρίστη ἔσται, λέγων ὅτι οὐκ ἐκ χρημάτων ἀρετὴ γίγνεται, ἀλλ᾽ ἐξ ἀρετῆς χρήματα καὶ τὰ ἄλλα ἀγαθὰ τοῖς ἀνθρώποις ἅπαντα καὶ ἰδίᾳ καὶ δημοσίᾳ. εἰ μὲν οὖν ταῦτα λέγων διαφθείρω τοὺς νέους, ταῦτ᾽ ἂν εἴη βλαβερά· εἰ δέ τίς μέ φησιν ἄλλα λέγειν ἢ ταῦτα, οὐδὲν λέγει.

106.

γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γενος, σώζειν τε κοινὰ πράγματ᾽ ἀσφαλέσταται. σιγήσαθ’ ἡμῖν καὶ συνεκπονήσατε φυγάς. καλόν τοι γλῶσσ᾽ ὅτῳ πιστὴ παρῇ. ὁρᾶτε δ᾽ ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους ἢ γῆς πατρῴας νόστος ἢ θανεῖν ἔχει. σωθεῖσα δ’, ὡς ἂν καὶ σὺ κοινωνῇς τύχης, σώσω σ᾽ ἐς Ἑλλάδ’ ἀλλὰ πρός σε δεξιᾶς, σὲ καὶ σ᾽ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτων. τί φατέ; τίς ὑμῶν φησιν ἢ τίς οὐ θέλει;

107.

καὶ στρατιά γε ἄτακτος μὲν οὖσα ταραχωδέστατον, καὶ τοῖς μὲν πολεμίοις εὐχειρωτότατον, τοῖς δὲ φίλοις ἀηδέστατον ὁρᾶν καὶ ἀχρηστότατον, ὄνος ὁμοῦ, ὁπλίτης, σκευοφόρος, ψιλός, ἱππεύς, ἅμαξα. πῶς γὰρ ἂν πορευθείησαν, ἐὰν ἔχοντες οὕτως ἐπικωλύσωσιν ἀλλήλους, ὁ μὲν βαδίζων τὸν τρέχοντα, ὁ δὲ τρέχων τὸν ἑστηκότα, ἡ δὲ ἅμαξα τὸν ἱππέα, ὁ δὲ ὄνος τὴν ἅμαξαν, ὁ δὲ σκευοφόρος τὸν ὁπλίτην; εἰ δὲ καὶ μάχεσθαι δέοι, πῶς ἂν οὕτως ἔχοντες μαχέσαιντο; τεταγμένη δὲ στρατιὰ κάλλιστον μὲν ἰδεῖν τοῖς φίλοις, δυσχερέστατον δὲ τοῖς πολεμίοις. τίς μὲν γὰρ οὐκ ἂν φίλος ἡδέως θεάσαιτο ὁπλίτας πολλοὺς ἐν τάξει πορευομένους, τίς δ’ οὐκ ἂν θαυμάσειεν ἱππέας κατὰ τάξεις ἐλαύνοντας, τίς δὲ οὐκ ἂν πολέμιος φοβηθείη ἰδὼν διευκρινημένους ὁπλίτας, ἱππέας, πελταστάς, τοξότας, σφενδονήτας καὶ τοῖς ἄρχουσι τεταγμένως ἑπομένους; καὶ τριήρης δέ τοι ἡ σεσαγμένη ἀνθρώπων διὰ τί ἄλλο φοβερόν ἐστι πολεμίοις ἢ φίλοις ἀξιοθέατον ἢ ὅτι ταχὺ πλεῖ; διὰ τί δὲ ἄλλο ἄλυποι ἀλλήλοις εἰσὶν οἱ ἐμπλέοντες ἢ διότι ἐν τάξει μὲν κάθηνται, ἐν τάξει δὲ προνεύουσιν, ἐν τάξει δ’ ἀναπίπτουσιν, ἐν τάξει δ᾽ ἐμβαίνουσι καὶ ἐκβαίνουσιν;

108.

καὶ στᾶσα πρόσθεν ἑστίας κατηύξατο· “δέσποιν’, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός, πανύστατόν σε προσπίτνουσ’ αἰτήσομαι, τέκν᾽ ὀρφανεῦσαι τἀμά, καὶ τῴ μὲν φίλην σύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν· μηδ᾽ ὥσπερ αὐτῶν ἡ τεκοῦσ’ ἀπόλλυμαι θανεῖν ἀώρους παῖδας, ἀλλ᾽ εὐδαίμονας ἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον.” πάντας δὲ βωμοὺς οἳ κατ᾽ Ἀδμήτου δόμους προσῆλθε κἀξέστεψε καὶ προσηύξατο, πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην, ἄκλαυστος ἀστένακτος, οὐδὲ τούπιὸν κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.

109.

ἐπειδὰν δὲ καταστήσησθε τοὺς ἄρχοντας ὅσους δεῖ, ἢν καὶ τοὺς ἄλλους στρατιώτας συλλέγητε καὶ παραθαρρύνητε, οἶμαι ἂν ὑμᾶς πάνυ ἐν καιρῷ ποιῆσαι. νῦν μὲν γὰρ ἴσως καὶ ὑμεῖς αἰσθάνεσθε, ὡς ἀθύμως μὲν ἦλθον ἐπὶ τὰ ὅπλα, ἀθύμως δὲ πρὸς τὰς φυλακάς· ὥστε οὕτω γ᾽ ἐχόντων οὐκ οἶδα ὃ τι ἄν τις χρήσαιτο αὐτοῖς, εἴτε νυκτὸς δέοι τι εἴτε καὶ ἡμέρας. ἢν δέ τις αὐτῶν τρέψῃ τὰς γνώμας, ὡς μὴ τοῦτο μόνον ἐννοῶνται τί πείσονται, ἀλλὰ καὶ τί ποιήσουσι, πολὺ εὐθυμότεροι ἔσονται. ἐπίστασθε γὰρ δὴ ὅτι οὔτε πλῆθός ἐστιν οὔτε ἰσχὺς ἡ ἐν τῷ πολέμῳ τὰς νίκας ποιοῦσα, ἀλλ’ ὁπότεροι ἂν σὺν τοῖς θεοῖς ταῖς ψυχαῖς ἐρρωμενέστεροι ἴωσιν ἐπὶ τοὺς πολεμίους, τούτους ὡς ἐπὶ τὸ πολὺ οἱ ἐναντίοι οὐ δέχονται.

110.

ἔσται τάδ᾽, ὦναξ. ἀλλά τοι τὰ μάντεων ἐσεῖδον ὡς φαῦλ’ ἐστὶ καὶ ψευδῶν πλέα. οὐκ ἦν ἂρ’ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς οὐδὲ πτερωτῶν φθέγματ’· εὔηθες δέ τοι τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς. τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρῆν θύοντας αἰτεῖν ἀγαθά, μαντείας δ’ ἐᾶν· βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε, κοὐδεὶς ἐπλούτησ’ ἐμπύροισιν ἀργὸς ὤν· γνώμη δ’ ἀρίστη μάντις ἥ τ’ εὐβουλία.

111.

ὁ δὲ Θηραμένης ὥσπερ εἰκὸς καὶ θεοὺς ἐπεκαλεῖτο καὶ ἀνθρώπους καθορᾶν τὰ γιγνόμενα. οἱ δ’ ἀπήγαγον τὸν ἄνδρα διὰ τῆς ἀγορᾶς μάλα μεγάλῃ τῇ φωνῇ δηλοῦντα οἷα ἔπασχε. λέγεται δὲ ἓν ῥῆμα καὶ τοῦτο αὐτοῦ. ὡς εἶπεν ὁ Σάτυρος ὅτι οἰμώξοιτο, εἰ µὴ σιωπήσειεν, ἐπήρετο· “ἂν δὲ σιωπῶ, οὐκ ἄρ’, ἔφη, οἰμώξομαι;” καὶ ἐπεί γε ἀποθνήσκειν ἀναγκαζόμενος τὸ κώνειον ἔπιε, τὸ λειπόμενον ἔφασαν ἀποκοτταβίσαντα εἰπεῖν αὐτόν· “Κριτίᾳ τοῦτ᾽ ἔστω τῷ καλώ.” καὶ τοῦτο μὲν οὐκ ἀγνοῶ, ὅτι ταῦτα ἀποφθέγματα οὐκ ἀξιόλογα, ἐκεῖνο δὲ κρίνω τοῦ ἀνδρὸς ἀγαστόν, τὸ τοῦ θανάτου παρεστηκότος μήτε τὸ φρόνιμον μήτε τὸ παιγνιῶδες ἀπολιπεῖν ἐκ τῆς ψυχῆς.

112. ΕΚΑΒΗ. ΠΟΛΎΜΗΣΤΩΡ.

ΕΚ. χρυσὸς δὲ σῶς ὃν ἦλθεν έκ Τροίας ἔχων;
ΠΛΜ. σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος.
ΕΚ. σῶσόν νυν αὐτὸν μηδ᾽ ἔρα τῶν πλησίον.
ΠΛΜ. ἥκιστ᾽· ὀναίμην τοῦ παρόντος, ὦ γύναι.
ΕΚ. οἶσθ᾽ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω;
ΠΑΜ. οὐκ οἶδα· τῷ σῷ τοῦτο σημανεῖς λόγῳ.
ΕΚ. ἔστ’, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλεῖ,—
ΠΑΜ. τί χρῆμ᾽ ὃ κἀμὲ καὶ τέκν᾽ εἰδέναι χρεῶν;
ΕΚ. χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.
ΠΑΜ. ταῦτ᾽ ἔσθ᾽ ἃ βούλει παιδὶ σημῆναι σέθεν;
ΕΚ. μάλιστα, διὰ σοῦ γ’· εἶ γὰρ εὐσεβὴς ἀνήρ.
ΠΑΜ. τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας;
ΕΚ. ἄμεινον, ἢν σὺ κατθάνῃς, τούσδ’ εἰδέναι.
ΠΑΜ. καλῶς ἔλεξας τῇδε καὶ σοφώτερον.

113.

ὁ δ’ οὖν Θεμιστοκλῆς γενόμενος παρ’ αὐτὸ τὸ δεινὸν ἐντυγχάνει πρῶτον Ἀρταβάνῳ τῷ χιλιάρχῳ, λέγων Ἕλλην μὲν εἶναι, βούλεσθαι δ᾽ ἐντυχεῖν βασιλεῖ περὶ μεγίστων πραγμάτων καὶ πρὸς ἃ τυγχάνει μάλιστα σπουδάζων ἐκεῖνος. ὁ δέ φησιν· “ὦ ξένε, νόμοι διαφέρουσιν ἀνθρώπων· ἄλλα δ᾽ ἄλλοις καλά· καλὸν δὲ πᾶσι τὰ οἰκεῖα κοσμεῖν καὶ σώζειν. ὑμᾶς μὲν οὖν ἐλευθερίαν μάλιστα θαυμάζειν καὶ ἰσότητα λόγος· ἡμῖν δὲ πολλῶν νόμων καὶ καλῶν ὄντων κάλλιστος οὗτός ἐστι, τιμᾶν βασιλέα, καὶ προσκυνεῖν ὡς εἰκόνα θεοῦ τοῦ τὰ πάντα σώζοντος.”

114.

πατήρ ποθ᾽ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς παίζων κατ’ ἄλσος ἐξεκίνησεν ποδοῖν στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών. κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη κατεῖχ’ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην. ὧδ’ ἦν τὰ κείνης θύματ᾽· οὐ γὰρ ἦν λύσις ἄλλη στρατῷ πρὸς οἶκον οὐδ’ εἰς Ἴλιον. ἀνθ᾽ ὧν βιασθεὶς πολλὰ κἀντιβὰς μόλις ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.

115.

ἐπειδὴ δὲ αἱ νῆες πλήρεις ἦσαν καὶ ἐσέκειτο πάντα ἤδη ὅσα ἔχοντες ἔμελλον ἀνάξεσθαι, τῇ μὲν σάλπιγγι σιωπὴ ὑπεσημάνθη, εὐχὰς δὲ τὰς νομιζομένας πρὸ τῆς ἀναγωγῆς οὐ κατὰ ναῦν ἕκαστοι, ξύμπαντες δὲ ὑπὸ κήρυκος ἐποιοῦντο, κρατῆράς τε κεράσαντες παρ’ ἅπαν τὸ στράτευμα καὶ ἐκπώμασι χρυσοῖς τε καὶ ἀργυροῖς οἵ τε ἐπιβάται καὶ οἱ ἄρχοντες σπένδοντες. ξυνεπεύχοντο δὲ καὶ ὁ ἄλλος ὅμιλος ὁ ἐκ τῆς γῆς τῶν τε πολιτῶν καὶ εἴ τις ἄλλος εὔνους παρῆν σφίσιν. παιωνίσαντες δὲ καὶ τελεώσαντες τὰς σπονδὰς ἀνήγοντο, καὶ ἐπὶ κέρως τὸ πρῶτον ἐκπλεύσαντες ἅμιλλαν ἤδη μέχρι Αἰγίνης ἐποιοῦντο. καὶ οἱ μὲν ἐς τὴν Κέρκυραν, ἔνθα περ καὶ τὸ ἄλλο στράτευμα τῶν ξυµμάχων ξυνελέγετο, ἠπείγοντο ἀφικέσθαι.

116. ΤΕΚΜΗΣΣΑ. ΑΙΑΣ.

ΤΕ. ἀλλ’, ὦ φίλ’ Αἴας, πάντ᾽ ἔγωγε πείσομαι.
ΑΙ. κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.
ΤῈ. καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.
ΑΙ. τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;
ΤΕ. ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλων ἄγ’ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.
ΑΙ. ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος, τὰ δ’ ἄλλ’ ὁμοῖος· καὶ γένοι’ ἂν οὐ κακός. καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω, ὁθούνεκ᾽ οὐδὲν τῶνδ’ ἐπαισθάνει κακῶν. ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βιος, ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς. ὅταν δ᾽ ἵκῃ πρὸς τοῦτο, δεῖ σ᾽ ὅπως πατρὸς δείξεις ἐν ἐχθροῖς οἷος ἐξ οἵου ’τράφης.

117.

ὡς δὲ οὐκ ἔπειθεν οὔτε τοὺς στρατηγοὺς οὔτε τοὺς στρατιώτας, ἡσύχαζεν ὑπὸ ἀπλοίας, μέχρι αὐτοῖς τοῖς στρατιώταις σχολάζουσιν ὁρμὴ ἐνέπεσε περιστᾶσιν ἐκτειχίσαι τὸ χωρίον. καὶ ἐγχειρήσαντες εἰργάζοντο, σιδήρια μὲν λιθουργὰ οὐκ ἔχοντες, λογάδην δὲ φέροντες λίθους, καὶ ξυνετίθεσαν ὡς ἕκαστόν τι ξυμβαίνοι· καὶ τὸν πηλόν, εἴ που δέοι χρῆσθαι, ἀγγείων ἀπορίᾳ ἐπὶ τοῦ νώτου ἔφερον ἐγκεκυφότες τε, ὡς μάλιστα μέλλοι ἐπιμένειν, καὶ τὼ χεῖρε ἐς τοὐπίσω ξυμπλέκοντες, ὅπως μὴ ἀποπίπτοι. παντί τε τρόπῳ ἠπείγοντο φθῆναι τοὺς Λακεδαιμονίους τὰ ἐπιμαχώτατα ἐξεργασάμενοι πρὶν ἐπιβοηθῆσαι· τὸ γὰρ πλέον τοῦ χωρίου αὐτὸ καρτερὸν ὑπῆρχε καὶ οὐδὲν ἔδει τείχους.

118. ΑΝΔΡΟΜΑΧΗ. ΠΗΛΕΥΣ.

ΑΝ. ὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς, σώσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα, ὅρα δὲ μὴ νῷν εἰς ἐρημίαν ὁδοῦ πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί µε, γέροντα μὲν σ᾽ ὁρῶντες, ἀσθενῆ δ᾽ ἐμὲ καὶ παῖδα τόνδε νήπιον· σκόπει τάδε, μὴ νῦν φυγόντες εἶθ᾽ ἁλῶμεν ὕστερον.
ΠΗ. οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον. χώρει· τίς ὑμῶν ἅψεται; κλαίων ἄρα ψαύσει. θεῶν γὰρ εἵνεχ᾽ ἱππικοῦ τ’ ὄχλου πολλῶν θ᾽ ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα· ἡμεῖς δ’ ἔτ’ ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς, ἀλλ᾽ εἴς γε τοιόνδ’ ἄνδρ’ ἀποβλέψας μόνον τροπαῖον αὐτοῦ στήσομαι πρέσβυς περ ὤν. πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ᾖ κρείσσων· τί γὰρ δεῖ δειλὸν ὂντ’ εὐσωματεῖν;

119.

τοσόνδε μέντοι αὐτῶν δέομαι· τοὺς υἱεῖς μου, ἐπειδὰν ἡβήσωσι, τιμωρήσασθε, ὦ ἄνδρες, ταὐτὰ ταῦτα λυποῦντες, ἅπερ ἐγὼ ὑμᾶς ἑλύπουν, ἐὰν ὑμῖν δοκῶσιν ἢ χρημάτων ἢ ἄλλου του πρότερον ἐπιμελεῖσθαι ἢ ἀρετῆς, καὶ ἐὰν δοκῶσί τι εἶναι μηδὲν ὄντες, ὀνειδίζετε αὐτοῖς, ὥσπερ ἐγὼ ὑμῖν, ὅτι οὐκ ἐπιμελοῦνται ὧν δεῖ, καὶ οἴονταί τι εἶναι ὄντες οὐδενὸς ἄξιοι. καὶ ἐὰν ταῦτα ποιῆτε, δίκαια πεπονθὼς ἐγὼ ἔσομαι ὑφ᾽ ὑμῶν αὐτός τε καὶ οἱ υἱεῖς. ἀλλὰ γὰρ ἤδη ὥρα ἀπιέναι, ἐμοί μὲν ἀποθανουμένῳ, ὑμῖν δὲ βιωσομένοις· ὁπότεροι δὲ ἡμῶν ἔρχονται ἐπὶ ἄμεινον πράγμα, ἄδηλον παντὶ πλὴν ἦ τῷ θεῷ.

120.

ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων Ἀγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἰ, ὃς τόνδε κἄμ’ ἔσωσας ἐκ πολλῶν πόνων; ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δ᾽ ἔχων ποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαι ξυνών μ’ ἔληθες οὐδ᾽ ἔφαινες, ἀλλά με λόγοις ἀπώλλυς, ἔργ᾽ ἔχων ἥδιστ᾽ ἐμοὶ; χαῖρ’, ὦ πάτερ· πατέρα γὰρ εἰσορᾶν δοκῶ· χαῖρ’· ἴσθι δ’ ὡς μάλιστά σ’ ἀνθρώπων ἐγὼ ἤχθηρα κἀφίλησ’ ἐν ἡμέρᾳ μιᾷ.

121.

τοιαῦτα δὲ λέξας ἐπεψήφιζεν αὐτὸς ἔφορος ὢν ἐς τὴν ἐκκλησίαν τῶν Λακεδαιμονίων. ὁ δέ (κρίνουσι γὰρ βοῇ καὶ οὐ ψήφῳ) οὐκ ἔφη διαγιγνώσκειν τὴν βοὴν ὁποτέρα μείζων, ἀλλὰ βουλόμενος αὐτοὺς φανερῶς ἀποδεικνυμένους τὴν γνώμην ἐς τὸ πολεμεῖν μᾶλλον ὁρμῆσαι ἔλεξεν· “ὅτῳ μὲν ὑμῶν, ὦ Λακεδαιμόνιοι, δοκοῦσι λελύσθαι αἱ σπονδαὶ καὶ οἱ Ἀθηναῖοι ἀδικεῖν, ἀναστήτω ἐς ἐκεῖνο τὸ χωρίον,” δείξας τι χωρίον αὐτοῖς, “ὅτῳ δὲ μὴ δοκοῦσιν, ἐς τὰ ἐπὶ θάτερα.” ἀναστάντες δὲ διέστησαν, καὶ πολλῷ πλείους ἐγένοντο οἷς ἐδόκουν αἱ σπονδαὶ λελύσθαι. προσκαλέσαντές τε τοὺς ξυμμάχους εἶπον ὅτι σφίσι μὲν δοκοῖεν ἀδικεῖν οἱ Ἀθηναῖοι, βούλεσθαι δὲ καὶ τοὺς πάντας ξυμμάχους παρακαλέσαντες ψῆφον ἐπαγαγεῖν, ὅπως κοινῇ βουλευσάμενοι τὸν πόλεμον ποιῶνται, ἢν δοκῇ.

122.

ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ. ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων, ἀλλ᾽ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει, κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ· καὶ μείζον᾽ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω. ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθ᾽ ὁρῶν ἀεί, οὔτ᾽ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας, οὔτ᾽ ἂν φίλον ποτ᾽ ἄνδρα δυσμενῆ χθονὸς θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι ἥδ᾽ ἐστὶν ἡ σώζουσα καὶ ταύτης ἔπι πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα. τοιοῖσδ᾽ ἐγὼ νόμοισι τήνδ᾽ αὔξω πόλιν.

123.

Ἀλκίδα καὶ Πελοποννησίων ὅσοι πάρεσμεν ἄρχοντες τῆς στρατιᾶς, ἐμοὶ δοκεῖ πλεῖν ἡμᾶς ἐπὶ Μυτιλήνην πρὶν ἐκπύστους γενέσθαι, ὥσπερ ἔχομεν. κατὰ γὰρ τὸ εἰκὸς ἀνδρῶν νεωστὶ πόλιν ἐχόντων πολὺ τὸ ἀφύλακτον εὑρήσομεν, κατὰ μὲν θάλασσαν καὶ πάνυ, ᾗ ἐκεῖνοί τε ἀνέλπιστοι ἐπιγενέσθαι ἄν τινα σφίσι πολέμιον καὶ ἡμῶν ἡ ἀλκὴ τυγχάνει μάλιστα οὖσα· εἰκὸς δὲ καὶ τὸ πεζὸν αὐτῶν κατ᾽ οἰκίας ἀμελέστερον ὡς κεκρατηκότων διεσπάρθαι. εἰ οὖν προσπέσοιμεν ἄφνω τε καὶ νυκτός, ἐλπίζω μετὰ τῶν ἔνδον, εἴ τις ἄρα ἡμῖν ἐστιν ὑπόλοιπος εὔνους, καταληφθῆναι ἂν τὰ πράγματα.

124.

πέμψω γὰρ αὐτοὺς δῶρ᾽ ἔχοντας ἐν χεροῖν, λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον· κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ, κακῶς ὀλεῖται πᾶς θ᾽ ὃς ἂν θίγῃ κόρης· τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα. ᾤμωξα δ’ οἷον ἔργον ἔστ᾽ ἐργαστέον τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ τἄμ᾽· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται· δόμον τε πάντα συγχέασ᾽ Ἰάσονος ἔξειμι γαίας, φιλτάτων παίδων φόνον φεύγουσα καὶ τλᾶσ᾽ ἔργον ἀνοσιώτατον. οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι. ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς οὔτ᾽ οἶκός ἐστιν οὔτ᾽ ἀποστροφὴ κακῶν.

125.

οἵ τε γὰρ ποταμοὶ πρὸς μὲν ταῖς πηγαῖς οὐ μεγάλοι εἰσίν, ἀλλ᾽ εὐδιάβατοι, ὅσῳ δ᾽ ἂν πορρωτέρω γένωνται, ἐπεμβάλλοντες ἕτεροι ποταμοὶ ἰσχυρότερον αὐτῶν τὸ ῥεῦμα ποιοῦσι, καὶ οἱ Λακεδαιμόνιοι ὡσαύτως, ἔνθεν μὲν ἐξέρχονται, αὐτοὶ μόνοι εἰσί, προϊόντες δὲ καὶ παραλαμβάνοντες τὰς πόλεις πλείονές τε καὶ δυσμαχώτεροι γίγνονται. ὁρῶ δ’ ἔγωγε, ἔφη, καὶ ὁπόσοι σφῆκας ἐξαιρεῖν βούλονται, ἐὰν μὲν ἐκθέοντας τοὺς σφῆκας πειρῶνται θηρᾶν, ὑπὸ πολλῶν τυπτομένους, ἐὰν δὲ ἔτι ἔνδον ὄντων τὸ πῦρ προσφέρωσι, πάσχοντας μὲν οὐδέν, χειρουμένους δὲ τοὺς σφῆκας. ταῦτ᾽ οὖν ἐνθυμούμενος ἡγοῦμαι κράτιστον εἶναι μάλιστα μὲν ἐν αὐτῇ, εἰ δὲ μή, ὅτι ἐγγύτατα τῆς Λακεδαίμονος τὴν μάχην ποιεῖσθαι.

126.

ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμῳ, ποσσὶ δ᾽ ὕπο λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα· βῆ δ᾽ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην. αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσεν κηρύσσειν ἀγορήνδε κάρη κομάοντας Ἀχαιούς. οἳ μὲν ἐκήρυσσον, τοὶ δ᾽ ἠγείροντο μάλ᾽ ὦκα. αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο, βῆ ῥ᾽ ἴμεν εἰς ἀγορήν, παλάμῃ δ᾽ ἔχε χάλκεον ἔγχος, οὐκ οἶος· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο· θεσπεσίην δ᾽ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη. τὸν δ᾽ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.

127.

γενομένων δὲ τουτων, ὁ μὲν εἰς τὴν Λακεδαίμονα ἀγγέλλων τὸ πάθος ἀφικνεῖται γυμνοπαιδιῶν τε οὔσης τῆς τελευταίας καὶ τοῦ ἀνδρικοῦ χοροῦ ἔνδον ὄντος· οἱ δὲ ἔφοροι ἐπεὶ ἤκουσαν τὸ πάθος, ἐλυποῦντο μέν, ὥσπερ, οἶμαι, ἀνάγκη· τὸν μέντοι χορὸν οὐκ ἐξήγαγον, ἀλλὰ διαγωνίσασθαι εἴων. καὶ τὰ μὲν ὀνόματα πρὸς τοὺς οἰκείους ἑκάστου τῶν τεθνεώτων ἀπέδοσαν· προεῖπαν δὲ ταῖς γυναιξὶ μὴ ποιεῖν κραυγήν, ἀλλὰ σιγῇ τὸ πάθος φέρειν. τῇ δ᾽ ὑστεραίᾳ ἦν ὁρᾶν, ὧν μὲν ἐτέθνασαν οἱ προσήκοντες, λιπαροὺς καὶ φαιδροὺς ἐν τῷ φανερῷ ἀναστρεφομένους, ὧν δὲ ζῶντες ἠγγελμένοι ἦσαν, ὀλίγους ἂν εἶδες, τούτους δὲ σκυθρωποὺς καὶ ταπεινοὺς περιιόντας.

128. ΧΟΡΟΣ. ΔΑΡΕΙΟΣ.

ΧΟ. πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο;
ΔΑ. παῦροί γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δ᾽ οὔ. κεἴπερ τάδ᾽ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ λείπει κεναῖσιν ἐλπίσιν οὗ σφιν κακῶν ὕψιστ᾽ ἐπαμμένει παθεῖν, ὕβρεως ἄποινα κἀθέων φρονημάτων· οἳ γῆν μολόντες Ἑλλάδ᾽ οὐ θεῶν βρέτη ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς· βωμοὶ δ᾽ ἄϊστοι, δαιμόνων θ᾽ ἱδρύματα πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.

129.

ἐπεὶ δὲ εἰς ξίφη συνῆλθεν ὁ ἀγὼν καὶ τέχνης οὐχ ἧττον ἢ ῥώμης ἐγεγόνει τὸ ἔργον, ἐξαίφνης ἀπὸ τῶν ὀρῶν βρονταί τε φοβεραὶ κατερρήγνυντο καὶ πυρώδεις ἀστραπαὶ συνεξέπιπτον. εἶτα ὁ περὶ τοὺς λόφους καὶ τὰς ἀκρωρείας ζόφος ἐπὶ τὴν μάχην κατιών, ὄμβρῳ καὶ πνεύματι καὶ χαλάζῃ συμμεμιγμένος, τοῖς μὲν Ἕλλησιν ἐξόπισθεν καὶ κατὰ νώτου περιεχεῖτο, τῶν δὲ βαρβάρων ἔτυπτε τὰ πρόσωπα καὶ κατήστραπτε τὰς ὄψεις, ἅμα λαίλαπος ὑγρᾶς καὶ φλογὸς συνεχοῦς ἐκ τῶν νεφῶν φερομένης.

130.

σκαιοὺς δὲ λέγων κοὐδέν τι, σοφοὺς τοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις, οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαις ἐπί τ᾽ εἰλαπίναις καὶ παρὰ δείπνοις ηὕροντο βίου τερπνὰς ἀκοάς· στυγίους δὲ βροτῶν οὐδεὶς λύπας ηὕρετο μούσῃ καὶ πολυχόρδοις ὠδαῖς παύειν, ἐξ ὧν θάνατοι δειναί τε τύχαι σφάλλουσι δόμους. καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι μολπαῖσι βροτούς· ἵνα δ᾽ εὔδειπνοι δαῖτες, τί μάτην τείνουσι βοήν; τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ᾽ αὑτοῦ δαιτὸς πλήρωμα βροτοῖσιν.

131.

ἐνθυμώμεθα δὲ καὶ ὅτι, εἰ μὲν ἦσαν ἡμῶν ἑκάστοις πρὸς ἀντιπάλους περὶ γῆς ὅρων διαφοραί, οἰστὸν ἂν ἦν· νῦν δὲ πρὸς ξύμπαντάς τε ἡμᾶς Ἀθηναῖοι ἱκανοὶ καὶ κατὰ πόλιν ἔτι δυνατώτεροι· ὥστε εἰ μὴ καὶ ἀθρόοι καὶ κατὰ ἔθνη καὶ ἕκαστον ἄστυ μιᾷ γνώμῃ ἀμυνούμεθα αὐτούς, δίχα γε ὄντας ἡμᾶς ἀπόνως χειρώσονται. καὶ τὴν ἧσσαν, εἰ καὶ δεινόν τῳ ἀκοῦσαι, ἴστω οὐκ ἄλλο τὶ φέρουσαν ἢ ἄντικρυς δουλείαν· ὃ καὶ λόγῳ ἐνδοιασθῆναι αἰσχρὸν τῇ Πελοποννήσῳ καὶ πόλεις τοσάσδε ὑπὸ μιᾶς κακοπαθεῖν. ἐν ᾧ ἢ δικαίως δοκοῖμεν ἂν πάσχειν ἢ διὰ δειλίαν ἀνέχεσθαι καὶ τῶν πατέρων χείρους φαίνεσθαι, οἳ τὴν Ἑλλάδα ἠλευθέρωσαν· ἡμεῖς δὲ οὐδ᾽ ἡμῖν αὐτοῖς βεβαιοῦμεν αὐτό, τύραννον δὲ ἐῶμεν ἐγκαθεστάναι πόλιν, τοὺς δ᾽ ἐν μιᾷ μονάρχους ἀξιοῦμεν καταλύειν.

132.

ὦ σχῆμα δόμων, πῶς εἰσέλθω; πῶς δ᾽ οἰκήσω μεταπίπτοντος δαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον· τότε μὲν πεύκαις σὺν Πηλιάσιν σύν θ᾽ ὑμεναίοις ἔστειχον ἔσω, φιλίας ἀλόχου χέρα βαστάζων· πολυάχητος δ᾽ εἵπετο κῶμος, τήν τε θανοῦσαν κἄμ᾽ ὀλβίζων, ὡς εὐπατρίδαι καὶ ἀπ’ ἀμφοτέρων ὄντες ἀριστέων σύζυγες ἦμεν. νῦν δ᾽ ὑμεναίων γόος ἀντίπαλος λευκῶν τε πέπλων μέλανες στολμοὶ πέμπουσί μ᾽ ἔσω λέκτρων κοίτας ἐς ἐρήμους.

133.

τὸ μὲν οὖν ἀληθὲς οὕτως ἔχει, γνώσει δέ, ἂν ἐπὶ τὰ μείζω ἔλθῃς ἐάσας ἤδη φιλοσοφίαν. φιλοσοφία γάρ τοί ἐστιν, ὦ Σώκρατες, χαρίεν, ἄν τις αὐτοῦ μετρίως ἅψηται ἐν τῇ ἡλικίᾳ· ἐὰν δὲ περαιτέρω τοῦ δέοντος ἐνδιατρίψῃ, διαφθορὰ τῶν ἀνθρώπων. ἐὰν γὰρ καὶ πάνυ εὐφυὴς ᾖ καὶ πόρρω τῆς ἡλικίας φιλοσοφῇ, ἀνάγκη πάντων ἄπειρον γεγονέναι ἐστίν, ὧν χρὴ ἔμπειρον εἶναι τὸν μέλλοντα καλὸν κἀγαθὸν καὶ εὐδόκιμον ἔσεσθαι ἄνδρα. καὶ γὰρ τῶν νόμων ἄπειροι γίγνονται τῶν κατὰ τὴν πόλιν, καὶ τῶν λόγων, οἷς δεῖ χρώμενον ὁμιλεῖν ἐν τοῖς συμβολαίοις τοῖς ἀνθρώποις καὶ ἰδίᾳ καὶ δημοσίᾳ, καὶ τῶν ἡδονῶν τε καὶ ἐπιθυμιῶν τῶν ἀνθρωπείων, καὶ συλλήβδην τῶν ἠθῶν παντάπασιν ἄπειροι γίγνονται.

134.

οἴκτιρε δ᾽, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος ὑπ᾽ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν κείνῳ τε κἀμοὶ τοῦθ᾽, ὅταν θάνῃς, νεμεῖς. ἐμοὶ γὰρ οὐκέτ᾽ ἔστιν εἰς ὅ τι βλέπω πλὴν σοῦ. σὺ γάρ μοι πατρίδ᾽ ᾔστωσας δόρει, καὶ μητέρ᾽ ἤδη μοῖρα τὸν φύσαντά τε καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας. τίς δῆτ᾽ ἐμοὶ γένοιτ᾽ ἂν ἀντὶ σοῦ πατρίς; τίς πλοῦτος; ἐν σοὶ πᾶσ᾽ ἔγωγε σῴζομαι. ἀλλ᾽ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι.

135.

οὐ μὴν ἀλλὰ καὶ τὰς τοῦ πατρὸς προαιρεσεις ἀναμνησθεὶς οἰκεῖον καὶ καλὸν ἕξεις παράδειγμα τῶν ὑπ᾽ ἐμοῦ σοι λεγομένων. οὐ γὰρ ὀλιγωρῶν τῆς ἀρετῆς οὐδὲ ῥᾳθυμῶν διετέλεσε τὸν βίον, ἀλλὰ τὸ μὲν σῶμα τοῖς πόνοις ἐγύμναζεν, τῇ δὲ ψυχῇ τοὺς κινδύνους ὑπέμενεν. οὐδὲ τὸν πλοῦτον παρακαίρως ἠγάπα, ἀλλ ἀπέλαυε μὲν τῶν παρόντων ἀγαθῶν ὡς θνητός, ἐπεμελεῖτο δὲ τῶν ὑπαρχόντων ὡς ἀθάνατος. οὐδὲ ταπεινῶς διῴκει τὸν αὑτοῦ βίον, ἀλλὰ φιλόκαλος ἦν καὶ μεγαλοπρεπὴς καὶ τοῖς φίλοις κοινός, καὶ μᾶλλον ἐθαύμαζε τοὺς περὶ αὑτὸν σπουδάζοντας ἢ τοὺς γένει προσήκοντας· ἡγεῖτο γὰρ εἶναι πρὸς ἑταιρίαν πολλῷ κρείττω φύσιν νόμου καὶ τρόπον γένους καὶ προαίρεσιν ἀνάγκης.

136. ΟΡΕΣΤΗΣ. ἨΛΕΚΤΡΑ.

ΟΡ. πῶς γὰρ κτάνω νιν, ἥ μ᾽ ἔθρεψε κἄτεκεν;
ΗΛ. ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν.
ΟΡ. ὦ Φοῖβε, πολλήν γ᾽ ἀμαθίαν ἐθέσπισας, —
ΗΛ. ὅπου δ᾽ Ἀπόλλων σκαιὸς ᾖ, τίνες σοφοί;
ΟΡ. ὅστις μ᾽ ἔχρησας μητέρ᾽, ἣν οὐ χρῆν, κτανεῖν.
ΗΛ. βλάπτει δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν;
ΟΡ. μητροκτόνος νῦν φεύξομαι, τόθ᾽ ἁγνὸς ὤν.
ΗΛ. καὶ μή γ᾽ ἀμύνων πατρὶ δυσσεβὴς ἔσει.
ΟΡ. ἐγὼ δὲ μητρὶ τοῦ φόνου δώσω δίκας.
ΗΛ. τῷ δ᾽ ἢν πατρῴαν διαμεθῇς τιμωρίαν.
ΟΡ. ἆρ’ αὔτ᾽ ἀλάστωρ εἶπ᾽ ἀπεικασθεὶς θεῷ;
ΗΛ. ἱερὸν καθίζων τρίποδ᾽; ἐγὼ μὲν οὐ δοκῶ.
ΟΡ. οὐκ ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.
ΗΛ. οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσεῖ.

137.

καίτοι τοσούτῳ μὲν δεινότερον προδοσία πολέμου, ὅσῳ χαλεπώτερον φυλάξασθαι τὸ ἀφανὲς τοῦ φανεροῦ, τοσούτῳ δ᾽ ἔχθιον, ὅσῳ πολεμίοις μὲν ἅνθρωποι καὶ σπένδονται καὶ αὖθις πιστοὶ γίγνονται, ὃν δ᾽ ἂν προδιδόντα λαμβάνωσι, τούτῳ οὔτε ἐσπείσατο πώποτε οὐδεὶς οὔτ᾽ ἐπίστευσε τοῦ λοιποῦ. ἵνα δὲ εἰδῆτε ὅτι οὐ καινὰ ταῦτα οὗτος ποιεῖ, ἀλλὰ φύσει προδότης ἐστίν, ἀναμνήσω ὑμᾶς τὰ τούτῳ πεπραγμένα. οὗτος γὰρ ἐξ ἀρχῆς μὲν τιμώμενος ὑπὸ τοῦ δήμου προπετέστατος ἐγένετο τὴν δημοκρατίαν μεταστῆσαι εἰς τοὺς τετρακοσίους, καὶ ἐπρώτευεν ἐν ἐκείνοις. ἐπεὶ δ᾽ ᾔσθετο ἀντίπαλόν τι τῇ ὀλιγαρχίᾳ συνιστάμενον, πρῶτος αὖ ἡγεμὼν τῷ δήμῳ ἐπ᾽ ἐκείνους ἐγένετο· ὅθεν δήπου καὶ κόθορνος ἐπικαλεῖται.

138.

Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν. αὐτίκα δ᾽ ἰὸν ἧκεν ἐπικρατέως, οὐδ᾽ ἠπείλησεν ἄνακτι ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην· ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γ᾽ Ἀπόλλων· αὐτὰρ ὁ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετ᾽ ὄρνις· ἀντικρὺς δ᾽ ἀπὸ μήρινθον τάμε πικρὸς ὀιστός. ἡ μὲν ἔπειτ᾽ ἤιξε πρὸς οὐρανόν, ἡ δὲ παρείθη μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί. σπερχόμενος δ᾽ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς τόξον· ἀτὰρ δὴ ὀιστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν. αὐτίκα δ᾽ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. ὕψι δ᾽ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν· τῇ ῥ᾽ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην.

139.

πρὸς δὲ τούτοις φιλάνθρωπον εἶναι δεῖ, καὶ φιλόπολιν. οὔτε γὰρ ἵππων οὔτε κυνῶν οὔτε ἀνδρῶν οὔτε ἄλλου πράγματος οὐδενὸς οἷόν τε καλῶς ἄρχειν, ἢν μή τις χαίρῃ τούτοις ὧν αὐτὸν δεῖ ποιεῖσθαι τὴν ἐπιμέλειαν. μελέτω σοι τοῦ πλήθους, καὶ περὶ παντὸς ποιοῦ κεχαρισμένως αὐτοῖς ἄρχειν, γιγνώσκων ὅτι καὶ τῶν ὀλιγαρχιῶν καὶ τῶν ἄλλων πολιτειῶν αὗται πλεῖστον χρόνον διαμένουσιν αἵ τινες ἂν ἄριστα τὸ πλῆθος θεραπεύσωσιν. καλῶς δὲ δημαγωγήσεις, ἐὰν μήτε τὸν ὄχλον ὑβρίζειν ἐᾷς, μήτε ὑβριζόμενον περιορᾷς, ἀλλὰ σκοπῇς ὅπως οἱ βέλτιστοι μὲν τὰς τιμὰς ἕξουσιν, οἱ δ᾽ ἄλλοι μηδὲν ἀδικήσονται. ταῦτα γὰρ στοιχεῖα πρῶτα καὶ μέγιστα χρηστῆς πολιτείας ἐστίν.

140.

Ὀρέστα φίλταθ᾽, ὥς μ᾽ ἀπώλεσας θανών. ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸς αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι, σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε κἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν; μόνη γάρ εἰμι, σοῦ τ᾽ ἀπεστερημένη καὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλιν ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶ φονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει; ἀλλ᾽ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου ξύνοικος, ὄμνυμ᾽, ἀλλὰ τῇδε πρὸς πύλῃ παρεῖσ᾽ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον. πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται, τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ, λύπη δ᾽, ἐὰν ζῶ· τοῦ βίου δ᾽ οὐδεὶς πόθος.

141.

θαυμαστὸν δὲ φαίνεταί μοι καὶ τὸ πεισθῆναί τινας ὡς Σωκράτης τοὺς νέους διέφθειρεν, ὃς πρὸς τοῖς εἰρημένοις πρῶτον μὲν ἀφροδισίων καὶ γαστρὸς πάντων ἀνθρώπων ἐγκρατέστατος ἦν, εἶτα πρὸς χειμῶνα καὶ θέρος καὶ πάντας πόνους καρτερικώτατος, ἔτι δὲ πρὸς τὸ μετρίων δεῖσθαι πεπαιδευμένος οὕτως ὥστε πάνυ μικρὰ κεκτημένος πάνυ ῥᾳδίως ἔχειν ἀρκοῦντα. πῶς οὖν αὐτὸς ὢν τοιοῦτος ἄλλους ἂν ἢ ἀσεβεῖς ἢ παρανόμους ἢ λίχνους ἢ ἀφροδισίων ἀκρατεῖς ἢ πρὸς τὸ πονεῖν μαλακοὺς ἐποίησεν; ἀλλ᾽ ἔπαυσε μὲν τούτων πολλούς, ἀρετῆς ποιήσας ἐπιθυμεῖν καὶ ἐλπίδας παρασχών, ἂν ἑαυτῶν ἐπιμελῶνται, καλοὺς κἀγαθοὺς ἔσεσθαι.

142.

πῶς δ᾽ οὐκ ἐγὼ χαίροιμ᾽ ἄν, ἀνδρὸς εὐτυχῆ κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί; ὅμως δ᾽ ἔνεστι τοῖσιν εὖ σκοπουμένοις ταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτε. ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι, ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης χώρας ἀοίκους ἀπάτοράς τ᾽ ἀλωμένας, αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον. ὦ Ζεῦ τροπαῖε, μή ποτ᾽ εἰσίδοιμί σε πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι, μηδ᾽, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι. οὕτως ἐγὼ δέδοικα τάσδ᾽ ὁρωμένη.

143.

καὶ τὰ μὲν δὴ ἔργα ταῦτα τῶν ἀνδρῶν τῶν ἐνθάδε κειμένων καὶ τῶν ἄλλων, ὅσοι ὑπὲρ τῆς πόλεως τετελευτήκασι, πολλὰ μὲν τὰ εἰρημένα καὶ καλά, πολὺ δ᾽ ἔτι πλείω καὶ καλλίω τὰ ὑπολειπόμενα· πολλαὶ γὰρ ἂν ἡμέραι καὶ νύκτες οὐκ ἱκαναὶ γένοιντο τῷ τὰ πάντα μέλλοντι περαίνειν. τούτων οὖν χρὴ μεμνημένους τοῖς τούτων ἐκγόνοις πάντ᾽ ἄνδρα παρακελεύεσθαι, ὥσπερ ἐν πολέμῳ, μὴ λείπειν τὴν τάξιν τὴν τῶν προγόνων μηδ᾽ εἰς τοὐπίσω ἀναχωρεῖν εἴκοντας κάκῃ. ἐγὼ μὲν οὖν καὶ αὐτός, ὦ παῖδες ἀνδρῶν ἀγαθῶν, νῦν τε παρακελεύομαι καὶ ἐν τῷ λοιπῷ χρόνῳ, ὅπου ἄν τῳ ἐντυγχάνω ὑμῶν, καὶ ἀναμνήσω καὶ διακελεύσομαι προθυμεῖσθαι εἶναι ὡς ἀρίστους.

144.

“ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας ἀνθρώπων, αὐτούς τε πόλιάς τ᾽ ἐὺ ναιετοώσας, ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής. εἰπὲ δ᾽, ὅτι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ Ἀργείων Δαναῶν ἠδ᾽ Ἰλίου οἶτον ἀκούων. τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δ᾽ ὄλεθρον ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή. ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός; οἵ τε μάλιστα κήδιστοι τελέθουσι μεθ᾽ αἷμά τε καὶ γένος αὐτῶν. ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς, ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.”

145.

οὐ τοίνυν μόνων ὑφ᾽ ὑμῶν ὁ Κόνων, ὦ ἄνδρες Ἀθηναῖοι, τότ᾽ ἐτιμήθη πράξας ἃ διεξῆλθον ἐγώ, ἀλλὰ καὶ ὑπ᾽ ἄλλων πολλῶν, οἳ δικαίως ὧν εὐεργέτηντο χάριν δεῖν ᾤοντ᾽ ἀποδιδόναι. οὐκοῦν αἰσχρόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ αἱ μὲν παρὰ τοῖς ἄλλοις δωρειαὶ βέβαιοι μένουσιν αὐτῷ, τῆς δὲ παρ᾽ ὑμῶν μόνης τοῦτ᾽ ἀφαιρεθήσεται. καὶ μὴν οὐδ᾽ ἐκεῖνο καλόν, ζῶντα μὲν τιμᾶν αὐτόν, ἐπειδὴ δ᾽ ἐτελεύτησεν, ἀφελέσθαι τι τῶν δοθέντων τότε. πολλὰ μὲν γάρ ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ὑπ᾽ ἐκείνου πραχθέντων ἄξι᾽ ἐπαίνου, δι’ ἃ πάντα προσήκει μὴ λύειν τὰς ἐπὶ τούτοις δοθείσας δωρειάς, κάλλιστον δὲ πάντων ἡ τῶν τειχῶν ἀνάστασις.

146.

φέρ᾽, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς. ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκῶν· οὐ γάρ τις ὅρμος ἔστιν οὐδ᾽ ὅποι πλέων ἐξεμπολήσει κέρδος ἢ ξενώσεται. οὐκ ἐνθάδ᾽ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν. τάχ᾽ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε ἐν τῷ μακρῷ γένοιτ᾽ ἂν ἀνθρώπων χρόνῳ· οὗτοί μ᾽, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος προσέδοσαν οἰκτίραντες ἤ τινα στολήν· ἐκεῖνο δ᾽ οὐδείς, ἡνίκ᾽ ἂν μνησθῶ, θέλει, σῶσαί μ᾽ ἐς οἴκους, ἀλλ᾽ ἀπόλλυμαι τάλας ἔτος τόδ᾽ ἤδη δέκατον ἐν λιμῷ τε καὶ κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.

147.

ἔνθα δὴ οἱ Ἕλληνες ἔγνωσαν ὅτι πλαίσιον ἰσόπλευρον πονηρὰ τάξις εἴη πολεμίων ἑπομένων. ἀνάγκη γάρ ἐστιν, ἢν μὲν συγκύπτῃ τὰ κέρατα τοῦ πλαισίου ἢ ὁδοῦ στενωτέρας οὔσης ἢ ὀρέων ἀναγκαζόντων ἢ γεφύρας, ἐκθλίβεσθαι τοὺς ὁπλίτας καὶ πορεύεσθαι πονήρως, ἅμα μὲν πιεζομένους, ἅμα δὲ καὶ ταραττομένους· ὥστε δυσχρήστους εἶναι ἀνάγκη ἀτάκτους ὄντας. ὅταν δ᾽ αὖ διασχῇ τὰ κέρατα, ἀνάγκη διασπᾶσθαι τοὺς τότε ἐκθλιβομένους καὶ κενὸν γίγνεσθαι τὸ μέσον τῶν κεράτων, καὶ ἀθυμεῖν τοὺς ταῦτα πάσχοντας τῶν πολεμίων ἑπομένων. καὶ ὁπότε δέοι γέφυραν διαβαίνειν ἢ ἄλλην τινὰ διάβασιν, ἔσπευδεν ἕκαστος βουλόμενος φθάσαι πρῶτος· καὶ εὐεπίθετον ἦν ἐνταῦθα τοῖς πολεμίοις.

148. ΘETIΣ. ΠΗΛΕΥΣ.

ΘΕ. Πηλεῦ, χάριν σῶν τῶν πάρος νυμφευμάτων ἥκω Θέτις λιποῦσα Νηρέως δόμους. παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ. πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶν ψῆφος κέκρανται κατθανεῖν τ᾽ ὀφείλεται.
ΠΗ. ὦ πότνι᾽, ὦ γενναῖα συγκοιμήματα, Νηρέως γένεθλον, χαῖρε· ταῦτα δ᾽ ἀξίως σαυτῆς τε ποιεῖς καὶ τέκνων τῶν ἐκ σέθεν. παύσω δὲ λύπην σοῦ κελευούσης, θεά, καὶ τόνδε θάψας εἶμι Πηλίου πτυχάς, οὗπερ σὸν εἷλον χερσὶ κάλλιστον δέμας. κᾆτ’ οὐ γαμεῖν δῆτ᾽ ἔκ τε γενναίων χρεὼν δοῦναί τ’ ἐς ἐσθλούς, ὅστις εὖ βουλεύεται, κακῶν δὲ λέκτρων μὴ ’πιθυμίαν ἔχειν, μηδ᾽ εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις;

149.

ὡς δὲ ὥρα πάντα μὲν τὸν Ἑλλήσποντον ὑπὸ τῶν νεῶν ἀποκεκρυμμένον, πάσας δὲ τὰς ἀκτὰς καὶ τὰ Ἀβυδηνῶν πεδία ἐπίπλεα ἀνθρώπων, ἐνθαῦτα Ξέρξης ἑωυτὸν ἐμακάρισε, μετὰ δὲ τοῦτο ἐδάκρυσε. μαθὼν δέ μιν Ἀρτάβανος ὁ πάτρως, ὅς τὸ πρῶτον γνώμην ἀπεδέξατο ἐλευθέρως, οὐ συμβουλεύων Ξέρξῃ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα, οὗτος ὡνὴρ φρασθεὶς Ξέρξεα δακρύσαντα εἴρετο τάδε· “ὦ βασιλεῦ, ὡς πολὺ ἀλλήλων κεχωρισμένα ἐργάσαο νῦν τε καὶ ὀλίγῳ πρότερον· μακαρίσας γὰρ σεωυτὸν δακρύεις.” ὁ δὲ εἶπε· “ἐσῆλθε γάρ με λογισάμενον κατοικτεῖραι, ὡς βραχὺς εἴη ὁ πᾶς ἀνθρώπινος βίος, εἰ τούτων γε ἐόντων τοσούτων οὐδεὶς ἐς ἑκατοστὸν ἔτος περίεσται.”

150.

πρός νύν σε πατρὸς πρός τε μητρός, ὦ τέκνον, πρός τ᾽ εἴ τί σοι κατ᾽ οἶκόν ἐστι προσφιλές, ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς οὕτω μόνον, ἔρημον ἐν κακοῖσι τοῖσδ᾽ οἵοις ὁρᾷς ὅσοισί τ᾽ ἐξήκουσας ἐνναίοντά με· ἀλλ᾽ ἐν παρέργῳ θοῦ με. δυσχέρεια μέν, ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος· ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι τό τ’ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές. σοὶ δ᾽ ἐκλιπόντι τοῦτ᾽ ὄνειδος οὐ καλόν, δράσαντι δ᾽, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας, ἐὰν μόλω ’γὼ ζῶν πρὸς Οἰταίαν χθόνα.

151.

ἔτι δέ, ὦ Σώκρατες, οὐδὲ δίκαιόν μοι δοκεῖς ἐπιχειρεῖν πρᾶγμα, σαυτὸν προδοῦναι, ἐξὸν σωθῆναι· καὶ τοιαῦτα σπεύδεις περὶ σαυτὸν γενέσθαι, ἅπερ ἂν καὶ οἱ ἐχθροί σου σπεύσαιέν τε καὶ ἔσπευσάν σε διαφθεῖραι βουλόμενοι. πρὸς δὲ τούτοις καὶ τοὺς υἱεῖς τοὺς σαυτοῦ ἔμοιγε δοκεῖς προδιδόναι, οὕς σοι ἐξὸν καὶ ἐκθρέψαι καὶ ἐκπαιδεῦσαι οἰχήσει καταλιπών, καὶ τὸ σὸν μέρος, ὅτι ἂν τύχωσι, τοῦτο πράξουσιν· τεύξονται δέ, ὡς τὸ εἰκός, τοιούτων οἷάπερ εἴωθεν γίγνεσθαι ἐν ταῖς ὀρφανίαις περὶ τοὺς ὀρφανούς. ἢ γὰρ οὐ χρὴ ποιεῖσθαι παῖδας ἢ ξυνδιαταλαιπωρεῖν καὶ τρέφοντα καὶ παιδεύοντα· σὺ δέ μοι δοκεῖς τὰ ῥᾳθυμότατα αἱρεῖσθαι· χρὴ δέ, ἅπερ ἂν ἀνὴρ ἀγαθὸς καὶ ἀνδρεῖος ἕλοιτο, ταῦτα αἱρεῖσθαι, φάσκοντά γε δὴ ἀρετῆς διὰ παντὸς τοῦ βίου ἐπιμελεῖσθαι.

152.

αὐτοῦ μέν᾽· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ, τάφος σ᾽ ὅδ᾽ ἂν ῥύσαιτο φάσγανόν τε σόν. ἐγὼ δ᾽ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι παρῇδί τ᾽ ὄνυχα φόνιον ἐμβαλῶ χροός. μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς· ἢ γὰρ θανεῖν δεῖ μ᾽, ἢν ἁλῶ τεχνωμένη, ἢ πατρίδα τ’ ἐλθεῖν καὶ σὸν ἐκσῶσαι δέμας. Ἥρα, δύ᾽ οἰκτρὼ φῶτ’ ἀνάψυξον πόνων, αἰτούμεθ᾽ ὀρθὰς ὠλένας πρὸς οὐρανὸν ῥίπτονθ᾽, ἵν’ οἰκεῖς ἀστέρων ποικίλματα.

153.

Τί οὖν; ἔφη ὁ Σωκράτης, ἐάν τις στρατηγὸς ὁρῶν ἀθύμως ἔχον τὸ στράτευμα ψευσάμενος φήσῃ συμμάχους προσιέναι, καὶ τῷ ψεύδει τούτῳ παύσῃ τῆς ἀθυμίας τοὺς στρατιώτας, ποτέρωσε τὴν ἀπάτην ταύτην θήσομεν; Δοκεῖ μοι, ἔφη, πρὸς τὴν δικαιοσύνην. Ἐὰν δέ τις υἱὸν ἑαυτοῦ δεόμενον φαρμακείας καὶ μὴ προσιέμενον φάρμακον ἐξαπατήσας ὡς σιτίον τὸ φάρμακον δῷ, καὶ τῷ ψεύδει χρησάμενος οὕτως ὑγιᾶ ποιήσῃ, ταύτην αὖ τὴν ἀπάτην ποῖ θετέον; Δοκεῖ μοῖ, ἔφη, καὶ ταύτην εἰς τὸ αὐτό. Τί δ᾽; ἐάν τις, ἐν ἀθυμίᾳ ὄντος φίλου, δείσας μὴ διαχρήσηται ἑαυτόν, κλέψῃ ἢ ἁρπάσῃ ἢ ξίφος ἢ ἄλλο τι τοιοῦτον, τοῦτο αὖ ποτέρωσε θετέον; Καὶ τοῦτο νὴ Δί᾽, ἔφη, πρὸς τὴν δικαιοσύνην. Λέγεις, ἔφη, σὺ οὐδὲ πρὸς τοὺς φίλους ἅπαντα δεῖν ἁπλοίζεσθαι; Μὰ Δί’ οὐ δῆτα, ἔφη, ἀλλὰ μετατίθεμαι τὰ εἰρημένα, εἴπερ ἔξεστι. Δεῖ γέ τοι, ἔφη ὁ Σωκράτης, ἐξεῖναι πολὺ μᾶλλον ἢ μὴ ὀρθῶς τιθέναι.

154.

Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς, Ἀγαμέμνον᾽ ἀνδρῶν ναυβατῶν ἁρμόστορα· ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν ἔθηκας. ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολὼν εἰς οἶκον, ἀλλ᾽ ἔσφαξέ νιν μήτηρ ἐμή. κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον, ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι, ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός. καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος, ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ, εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους.

155.

ἑνὸς δὲ ἐνδεεῖς εἰσιν· εἰ γὰρ νῆσον οἰκοῦντες θαλαττοκράτορες ἦσαν Ἀθηναῖοι, ὑπῆρχεν ἂν αὐτοῖς ποιεῖν μὲν κακῶς, εἰ ἠβούλοντο, πάσχειν δὲ μηδέν, ἕως τῆς θαλάττης ἦρχον, μηδὲ τμηθῆναι τὴν αὐτῶν γῆν μηδὲ προσδέχεσθαι τοὺς πολεμίους· νῦν δὲ οἱ γεωργοῦντες καὶ οἱ πλούσιοι Ἀθηναίων ὑπέρχονται τοὺς πολεμίους μᾶλλον, ὁ δὲ δῆμος, ἅτε εὖ εἰδὼς ὅτι οὐδὲν τῶν σφῶν ἐμπρήσουσιν οὐδὲ τεμοῦσιν, ἀδεῶς ζῇ καὶ οὐχ ὑπερχόμενος αὐτούς. πρὸς δὲ τούτοις καὶ ἑτέρου δέους ἀπηλλαγμένοι ἂν ἦσαν, εἰ νῆσον ᾤκουν, μηδέποτε προδοθῆναι τὴν πόλιν ὑπ’ ὀλίγων μηδὲ πύλας ἀνοιχθῆναι μηδὲ πολεμίους ἐπεισπεσεῖν· πῶς γὰρ νῆσον οἰκούντων ταῦτ᾽ ἂν ἐγίγνετο; μηδ᾽ αὖ στασιάσαι τῷ δήμῳ μηδέν, εἰ νῆσον ᾤκουν· νῦν μὲν γὰρ εἰ στασιάσειαν, ἐλπίδα ἂν ἔχοντες ἐν τοῖς πολεμίοις στασιάσειαν, ὡς κατὰ γῆν ἐπαξόμενοι· εἰ δὲ νῆσον ᾤκουν, καὶ ταῦτ’ ἂν ἀδεῶς εἶχεν αὐτοῖς.

156.

ὦ φίλτατ᾽ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ, Ἑκάβη, δακρύω σ᾽ εἰσορῶν πόλιν τε σὴν τήν τ᾽ ἀρτίως θανοῦσαν ἔκγονον σέθεν. φεῦ· οὐκ ἔστιν οὐδὲν πιστόν, οὔτ᾽ εὐδοξία οὔτ᾽ αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς· φύρουσι δ᾽ αὐτὰ θεοὶ πάλιν τε καὶ πρόσω, ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίᾳ σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖ θρηνεῖν, προκόπτοντ᾽ οὐδὲν ἐς πρόσθεν κακῶν; σύ δ᾽ εἴ τι μέμφει τῆς ἐμῆς ἀπουσίας, σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρῄκης ὅροις ἀπών, ὅτ᾽ ἦλθες δεῦρ᾽· ἐπεὶ δ᾽ ἀφικόμην, ἤδη πόδ᾽ ἔξω δωμάτων αἴροντί μοι ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν, λέγουσα μύθους ὧν κλύων ἀφικόμην.

157.

καλλίστην δέ ποτε καὶ ἀκριβεστάτην ἔδοξα σκευῶν τάξιν ἰδεῖν, ὦ Σώκρατες, εἰσβὰς ἐπὶ θέαν εἰς τὸ μέγα πλοῖον τὸ Φοινικικόν. πλεῖστα γὰρ σκεύη ἐν σμικροτάτῳ ἀγγείῳ διακεχωρισμένα ἐθεασάμην. καὶ οὕτω κείμενα ἕκαστα κατενόησα ὡς οὔτε ἄλληλα ἐμποδίζει οὔτε μαστευτοῦ δεῖται οὔτε ἀσυσκεύαστά ἐστιν οὔτε δυσλύτως ἔχει, ὥστε διατριβὴν παρέχειν, ὅταν τῳ ταχὺ δέῃ χρῆσθαι. τὸν δὲ τοῦ κυβερνήτου διάκονον, ὃς πρῳρεὺς τῆς νεὼς καλεῖται, οὕτως εὗρον ἐπιστάμενον ἑκάστων τὴν χώραν ὡς καὶ ἀπὼν ἂν εἴποι ὅπου ἕκαστα κεῖται καὶ ὁπόσα ἐστὶν οὐδὲν ἧττον ἢ ὁ γράμματα ἐπιστάμενος εἴποι ἂν Σωκράτους καὶ ὁπόσα γράμματα καὶ ὅπου ἕκαστον τέτακται.

158.

εὗρε δ᾽ ἄρα μνηστῆρας ἀγήνορας. οἳ μὲν ἔπειτα πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί· κήρυκες δ᾽ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες οἳ μὲν ἄρ᾽ οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ, οἵ δ᾽ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής· ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ, ὀσσόμενος πατέρ᾽ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δωματα θείη, τιμὴν δ᾽ αὐτὸς ἔχοι καὶ κτήμασιν οἷσιν ἀνάσσοι.

159.

ἀλλ᾽, ὦ Σώκρατες, πειθόμενος ἡμῖν τοῖς σοῖς τροφεῦσι μήτε παῖδας περὶ πλείονος ποιοῦ μήτε τὸ ζῆν μήτε ἄλλο μηδὲν πρὸ τοῦ δικαίου, ἵνα εἰς Ἅιδου ἐλθὼν ἔχῃς ταῦτα πάντα ἀπολογήσασθαι τοῖς ἐκεῖ ἄρχουσιν· οὔτε γὰρ ἐνθάδε σοι φαίνεται ταῦτα πράττοντι ἄμεινον εἶναι οὐδὲ δικαιότερον οὐδὲ ὁσιώτερον, οὐδὲ ἄλλῳ τῶν σῶν οὐδενί, οὔτε ἐκεῖσε ἀφικομένῳ ἄμεινον ἔσται. ἀλλὰ νῦν μὲν ἠδικημένος ἄπει, ἐὰν ἀπίῃς, οὐχ ὑφ᾽ ἡμῶν τῶν νόμων ἀλλ᾽ ὑπ᾽ ἀνθρώπων· ἐὰν δὲ ἐξέλθῃς οὕτως αἰσχρῶς ἀνταδικήσας τε καὶ ἀντικακουργήσας, τὰς σαυτοῦ ὁμολογίας τε καὶ ξυνθήκας τὰς πρὸς ἡμᾶς παραβὰς καὶ κακὰ ἐργασάμενος τούτους οὓς ἥκιστα ἔδει, σαυτόν τε καὶ φίλους καὶ πατρίδα καὶ ἡμᾶς, ἡμεῖς τέ σοι χαλεπανοῦμεν ζῶντι, καὶ ἐκεῖ οἱ ἡμέτεροι ἀδελφοὶ οἱ ἐν Ἅιδου νόμοι οὐκ εὐμενῶς σε ὑποδέξονται, εἰδότες ὅτι καὶ ἡμᾶς ἐπεχείρησας ἀπολέσαι τὸ σὸν μέρος.

160.

ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε ἄρρητά τ᾽, οὐράνιά τε καὶ χθονοστιβῆ, πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ᾽ ὅμως οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην σωτῆρά τ᾽, ὦναξ, μοῦνον ἐξευρίσκομεν. Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος, εἰ τοὺς κτανόντας Λάιον μαθόντες ἢ κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα. σύ νυν φθονήσας μήτ᾽ ἀπ᾽ οἰωνῶν φάτιν μήτ᾽ εἴ τιν’ ἄλλην μαντικῆς ἔχεις ὁδόν, ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ᾽ ἐμέ.

161.

Ἐπύαξα δὲ ἡ Συεννέσιος γυνὴ προτέρα Κύρου πέντε ἡμέραις εἰς Ταρσοὺς ἀφίκετο· ἐν δὲ τῇ ὑπερβολῇ τῶν ὀρέων τῇ εἰς τὸ πεδίον δύο λόχοι τοῦ Μένωνος στρατεύματος ἀπώλοντο· οἱ μὲν ἔφασαν ἁρπάζοντάς τι κατακοπῆναι ὑπὸ τῶν Κιλίκων, οἱ δὲ ὑπολειφθέντας καὶ οὐ δυναμένους εὑρεῖν τὸ ἄλλο στράτευμα οὐδὲ τὰς ὁδοὺς εἶτα πλανωμένους ἀπολέσθαι· ἦσαν δ᾽ οὖν οὗτοι ἑκατὸν ὁπλῖται. οἱ δ᾽ ἄλλοι ἐπεὶ ἧκον, τήν τε πόλιν διήρπασαν, διὰ τὸν ὄλεθρον τῶν συστρατιωτῶν ὀργιζόμενοι, καὶ τὰ βασίλεια τὰ ἐν αὐτῇ. Κῦρος δὲ ἐπεὶ εἰσήλασεν εἰς τὴν πόλιν, μετεπέμπετο τὸν Συέννεσιν πρὸς ἑαυτόν· ὁ δ᾽ οὔτε πρότερον οὐδενί πω κρείττονι ἑαυτοῦ εἰς χεῖρας ἐλθεῖν ἔφη οὔτε τότε Κύρῳ ἰέναι ἤθελε, πρὶν ἡ γυνὴ αὐτὸν ἔπεισε καὶ πίστεις ἔλαβε.

162.

στείχων δ᾽ ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν οἷς σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις. καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς ὅτ᾽ ἦ κελεύθου τῆσδ᾽ ὁδοιπορῶν πέλας, ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φής, ξυνηντίαζον· κἀξ ὁδοῦ μ᾽ ὅ θ᾽ ἡγεμὼν αὐτός θ᾽ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην. κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην, παίω δι’ ὀργῆς· καί μ᾽ ὁ πρέσβυς ὡς ὁρᾷ, κάρα διπλοῖς κέντροισί μου καθίκετο. οὐ μὴν ἴσην γ᾽ ἔτισεν, ἄλλὰ συντόμως σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται· κτείνω δὲ τοὺς ξύμπαντας.

163.

τούτων δὲ οὕτω πεφυκότων, ἐπειδὰν ἀφίκωνται οἱ τετελευτηκότες εἰς τὸν τόπον οἷ ὁ δαίμων ἕκαστον κομίζει, οἳ μὲν ἂν δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν Ἀχέροντα, ἀναβάντες ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν, ἐπὶ τούτων ἀφικνοῦνται εἰς τὴν λίμνην, καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύονται, εἴ τίς τι ἠδίκηκεν, τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκαστος· οἳ δ᾽ ἂν δόξωσιν ἀνιάτως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους ἀδίκους καὶ παρανόμους πολλοὺς ἐξειργασμένοι ἢ ἄλλα, ὅσα τοιαῦτα τυγχάνει ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔποτε ἐκβαίνουσιν.

164.

ἤειδεν δ᾽ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα, τὸ πρὶν ἐπ’ ἀλλήλοισι μιῇ συναρηρότα μορφῇ, νείκεος ἐξ ὁλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα· ἠδ᾽ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι· οὔρεά θ᾽ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες αὐτῇσιν νύμφῃσι καὶ ἑρπετὰ πάντ᾽ ἐγένοντο. ἤειδεν δ᾽ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο· ὥς τε βίῃ καὶ χερσὶν ὃ μὲν Κρόνῳ εἴκαθε τιμῆς, ἣ δὲ Ῥέῃ, ἔπεσον δ᾽ ἐνὶ κύμασιν ὠκεανοῖο· οἳ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον, ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς, Δικταῖον ναίεσκεν ὑπὸ σπέος, οἱ δέ μιν οὔπω Γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῷ βροντῇ τε στεροπῇ τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει.

165.

ἐκεῖνο δ᾽ οὖν φανερόν, ὅτι δεῖ τοὺς βουλομένους ἢ ποιεῖν ἢ γράφειν τι κεχαρισμένον τοῖς πολλοῖς μὴ τοὺς ὠφελιμωτάτους τῶν λόγων ζητεῖν, ἀλλὰ τοὺς μυθωδεστάτους. ἀκούοντες μὲν γὰρ τῶν τοιούτων χαίρουσι· θεωροῦντες δὲ τοὺς ἀγῶνας καὶ τὰς ἁμίλλας ἀγάζονται. διὸ καὶ τὴν Ὁμήρου ποίησιν, καὶ τοὺς πρώτως αἴροντας τραγῳδίαν, ἄξιον θαυμάζειν· ὅτι κατιδόντες τὴν φύσιν τὴν τῶν ἀνθρώπων, ἀμφοτέραις ταῖς ἰδέαις ταύταις κατεχρήσαντο πρὸς τὴν ποίησιν. ὁ μὲν γὰρ τοὺς ἀγῶνας καὶ τοὺς πολέμους τῶν ἡμιθέων ἐμυθολόγησεν· οἱ δὲ τοὺς μύθους εἰς ἀγῶνας καὶ πράξεις κατέστησαν· ὥστε μὴ μόνον ἀκουστοὺς ἡμῖν, ἀλλὰ καὶ θεατοὺς γεγενῆσθαι.

166. ΟΡΕΣΤΗΣ. ΠΥΛΑΔΗΣ. ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ.

ΟΡ. Πυλάδη, τί δράσω; μητέρ᾽ αἰδεσθῶ κτανεῖν;
ΠΥ. ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα τὰ πυθόχρηστα, πιστὰ δ᾽ εὐορκώματα; ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
ΟΡ. κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.— ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω. καὶ ζῶντα γάρ νιν κρείσσον᾽ ἡγήσω πατρός· τούτῳ θανοῦσα ξυγκάθευδ᾽· ἐπεὶ φιλεῖς τὸν ἄνδρα τοῦτον, ὃν δ᾽ ἐχρῆν φιλεῖν στυγεῖς.
ΚΛ. ἐγώ σ᾽ ἔθρεψα, ξὺν δὲ γηράναι θέλω.
ΟΡ. πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
ΚΛ. ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.
ΟΡ. καὶ τόνδε τοίνυν Μοῖρ᾽ ἐπόρσυνεν μόρον.

167.

λέγει Ἀρτάβανος μετὰ ταῦτα· “ὦ βασιλεῦ, Κῦρος ὁ Καμβύσεω Ἰωνίην πᾶσαν, πλὴν Ἀθηναίων, κατεστρέψατο δασμοφόρον εἶναι Πέρσῃσι. τούτους ὦν τοὺς ἄνδρας συμβουλεύω τοι μηδεμιῇ μηχανῇ ἄγειν ἐπὶ τοὺς πατέρας· καὶ γὰρ ἄνευ τούτων οἷοί τέ εἰμεν τῶν ἐχθρῶν κατυπέρτεροι γίνεσθαι. ἢ γάρ σφεας, ἢν ἕπωνται, δεῖ ἀδικωτάτους γίνεσθαι, καταδουλουμένους τὴν μητρόπολιν, ἢ δικαιοτάτους, συνελευθεροῦντας. ἀδικώτατοι μέν νυν γινόμενοι οὐδὲν κέρδος μέγα ἡμῖν προσβάλλουσι· δικαιότατοι δὲ γινόμενοι οἷοί τε δηλήσασθαι μεγάλως τὴν σὴν στρατιὴν γίνονται. ἐς θυμὸν ὦν βαλεῦ καὶ τὸ παλαιὸν ἔπος, ὡς εὖ εἴρηται, τὸ μὴ ἅμα ἀρχῇ πᾶν τέλος καταφαίνεσθαι.

168. ΧΟΡΟΣ ΝΕΦΕΛΩΝ.

ὦ σοφώτατοι θεαταί, δεῦρο τὸν νοῦν προσέχετε. ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθ᾽ ἐναντίον· πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν, δαιμόνων ἡμῖν μόναις οὐ θύετ᾽ οὐδὲ σπένδετε, αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδος μηδενὶ ξὺν νῷ, τότ᾽ ἢ βροντῶμεν ἢ ψακάζομεν. εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα ἡνίχ᾽ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς συνήγομεν κἀποιοῦμεν δεινά· βροντὴ δ᾽ ἐρράγη δι’ ἀστραπῆς· ἡ σελήνη δ᾽ ἐξέλειπε τὰς ὁδούς· ὁ δ᾽ ἥλιος τὴν θρυαλλίδ᾽ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας οὐ φανεῖν ἔφασκεν ὑμῖν, εἰ στρατηγήσει Κλέων. ἀλλ᾽ ὅμως εἵλεσθε τοῦτον. φασὶ γὰρ δυσβουλίαν τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺς ἅττ᾽ ἂν ὑμεῖς ἐξαμάρτητ᾽, ἐπὶ τὸ βέλτιον τρέπειν.

169.

ἀλλὰ μὴν ἐκεῖνός γε ἀεὶ μὲν ἦν ἐν τῷ φανερῷ· πρῴ τε γὰρ εἰς τοὺς περιπάτους καὶ τὰ γυμνάσια ᾔει καὶ πληθούσης ἀγορᾶς ἐκεῖ φανερὸς ἦν, καὶ τὸ λοιπὸν ἀεὶ τῆς ἡμέρας ἦν ὅπου πλείστοις μέλλοι συνέσεσθαι. καὶ ἔλεγε μὲν ὡς τὸ πολύ, τοῖς δὲ βουλομένοις ἐξῆν ἀκούειν. οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς οὐδὲ ἀνόσιον οὔτε πράττοντος εἶδεν οὔτε λέγοντος ἤκουσεν. οὐδὲ γὰρ περὶ τῆς τῶν πάντων φύσεως ᾗπερ τῶν ἄλλων οἱ πλεῖστοι διελέγετο, σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει καὶ τίσιν ἀνάγκαις ἕκαστα γίγνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυε.

170.

ὦ Ζεῦ, τί λέξω; πότερά σ᾽ ἀνθρώπους ὁρᾶν; ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένος, τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν; οὐχ ἥδ᾽ ἄνασσα τῶν πολυχρύσων Φρυγῶν; οὐχ ἥδε Πριάμου τοῦ μέγ᾽ ὀλβίου δάμαρ; καὶ νῦν πόλις μὲν πᾶσ᾽ ἀνέστηκεν δορί, αὐτὴ δὲ δούλη, γραῦς, ἄπαις, ἐπὶ χθονὶ κεῖται, κόνει φύρουσα δύστηνον κάρα. φεῦ φεῦ. γέρων μέν εἰμ᾽· ὅμως δέ μοι θανεῖν εἴη, πρὶν αἰσχρᾷ περιπεσεῖν τύχῃ τινί.

171.

ἐδίδασκον δὲ αὐτὴν ὅτι καὶ ἐν ταῖς εὐνομουμέναις πόλεσιν οὐκ ἀρκεῖν δοκεῖ τοῖς πολίταις, ἢν νόμους καλοὺς γράψωνται, ἀλλὰ καὶ νομοφύλακας προσαιροῦνται, οἵτινες ἐπισκοποῦντες τὸν μὲν ποιοῦντα τὰ νόμιμα ἐπαινοῦσιν, ἢν δέ τις παρὰ τοὺς νόμους ποιῇ, ζημιοῦσι. νομίσαι οὖν ἐκέλευον, ἔφη, τὴν γυναῖκα καὶ αὐτὴν νομοφύλακα τῶν ἐν τῇ οἰκίᾳ εἶναι, καὶ ἐξετάζειν δέ, ὅταν δόξῃ αὐτῇ, τὰ σκεύη, ὥσπερ ὁ φρούραρχος τὰς φυλακὰς ἐξετάζει, καὶ δοκιμάζειν εἰ καλῶς ἕκαστον ἔχει, ὥσπερ ἡ βουλὴ ἵππους καὶ ἱππέας δοκιμάζει, καὶ ἐπαινεῖν δὲ καὶ τιμᾶν ὥσπερ βασίλισσαν τὸν ἄξιον ἀπὸ τῆς παρούσης δυνάμεως, καὶ λοιδορεῖν καὶ κολάζειν τὸν τούτων δεόμενον.

172.

τὸν ἄργυρον τορεύων, Ἥφαιστέ, μοι ποίησον, πανοπλίαν μὲν οὐχί, (τί γὰρ μάχαισι κἀμοί;) ποτήριον δὲ κοῖλον, ὅσον δύνῃ, βαθύνον· ποίει δ᾽ ἐμοὶ κατ᾽ αὐτοῦ μήτ᾽ ἄστρα, μήθ᾽ ἅμαξαν, μὴ στυγνὸν Ὠρίωνα. τί Πλειάδων μέλει μοι, τί δ’ ἀστέρος Βοώτου; ποίησον ἀμπέλους μοι, καὶ βότρυας κατ’ αὐτῶν, καὶ Μαινάδας τρυγώσας· ποίει δὲ ληνὸν οἴνου, καὶ χρυσέους πατοῦντας ὁμοῦ καλῷ Λυαίῳ Ἔρωτα καὶ Βάθυλλον.



This work is licensed under a Creative Commons Attribution-ShareAlike 4.0 International License.

The source is available at https://github.com/sleeptillseven/youngs-tutorial-greek-reader.